logo

Θεοφάνους Κεραμέως

Ὁμιλία Α΄ -

Εἰς τήν ἀρχήν τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους

(J.-P. Migne, Patrologia Graeca t. 132, 135B-162Β)

 

         Εὐλογητός ὁ Θεός ὁ καταξιώσαςἡμᾶς διαδραμεῖν τήν κυκλικήν τοῦ χρόνου περίοδον, καί πρός τήν κορωνίδα τοῦ ἔτους ἐλθεῖν. Ἐξ ἧς ὥσπερ ἀφ’ ὕσπληγος, αὔθις τοῦ δρόμου τοῦ βιωματικοῦ καταρχόμεθα, τόν αὐτόν κύκλον, διά πάσης τῆς ζωῆς ἡμῶν ἀνελίττοντες, ἕως ἄν ὁ ἄπειρος ἡμᾶς ἐκεῖνος αἰών διαδέξηται, ἡ διαστήματι χρόνου, καί ἡλίου φορᾷ μή μετρούμενος. Ἡ μέν οὖν παροῦσα ἡμέρα {προκείσθω γάρ τῷ λόγῳ οἷον ἥδισμα τοῖς φιλοκάλοις ὑμῖν} κατά μέν τό ἱστορικῶς, καί γενόμενον, καί τελούμενον, ἀρχή τῆς χρονικῆς ὑπάρχει ἀνακυκλήσεως, Ἴνδικτα λεγομένῃ τῇ Ῥωμαίων φωνῇ· οὕτω γάρ ἐκεῖνοι τόν ὁρισμόν ὀνομάζουσιν. Ἑβραίοις μέν γάρ ἀρχή τοῦ χρόνου νενόμισται ὁ Νισσᾶν παρ’ αὐτοῖς οὕτως ὀνομαζόμενος, ἀρχή τυγχάνων τῆς ἐαρινῆς ἰσημερίας, καί τῆς τοῦ κόσμου γενέσεως, ὡς δηλοῖ τῶν βοτάνων, καί θάμνων, καί δένδρων ἡ βλάστησις, Ῥωμαίοις δέ πάλαι μέν ὁ Ἰανουάριος ἦν τοῦ ἔτους ἀρχή. Ἀφ’ οὗ δέ ὁ Αὔγουστος Καῖσαρ καί τόν Ἀντώνιον ἐτροπώσατο κατά τόν Σεπτέμβριον μῆνα, περιφανῆ ποιῆσαι τήν νίκην βουλόμενος μεταμείβει τό Ῥωμαϊκόν ἔθος καί χαρίζεται τῷ μηνί τά πρεσβεῖ, καθάπερ πρωτέλεια. Ὁ τοίνυν ἀγαθός Δεσπότης ἡμῶν διά σαρκός ἐπιφανείς ἡμῖν, καί πρός μίαν αὐλήν συναγείρων Ἰουδαίους, καί Ῥωμαίους καί Ἕλληνας, ἁγιάσαι τήν ἡμέραν ταύτην βουλόμενος, κατ’ αὐτήν εἰς Ναζαρέτ παραγίνεται, καί εἴσεισιν ἐν τῇ Συναγωγῇ, ὡς ὁ γλαφυρός Λουκᾶς ἱστορεῖ, καί βιβλίον ἀνά χεῖρας λαβών τά περί αὐτοῦ τῷ προφήτῃ τεθεσπισμένα ὑπανεγίγνωσκεν. Ἐντεῦθεν εὐλογηθεῖσαν τήν ἡμέραν ἀπό Θεοῦ ἑορτάζειν αὐτήν ἡ Ἐκκλησία παρέλαβεν. λλά ταῦτα μέν οἷον σῶμα ἔστω τῷ λόγῳ τῆς ἑορτῆς, κατά τόν ἱερόν φάναι Μάξιμον. Φέρε οὖν καί ταῖς ἔνδοθεν θεωρίαις τοῦτον ψυχώσωμεν. Ὁ μέν οὗτος, ὁ κατά μέν Ἕλληνας Γορπιαῖος κατά δέ τούς Αἰγυπτίους Θώρ, κατά δέ τούς Ἑβραίους Εὐάλ, καθ’ ἡμᾶς δέ Ῥωμαϊκῇ γλώττῃ Σεπτέμβριος, εἰκόνα φέρει καί τύπον παλαιᾶς τε καί νέας, καί τῆς παροδικῆς ταύτης ζωῆς, καί τῆς ἐν τῷ μέλλοντι καταστάσεως. Καί τοῦτο δι’ αἰνίγματος δεικνύς ὁ Θεός, τάς τρεῖς ἑορτάς, τῶν σαλπίγγων, καί τοῦ ἱλασμοῦ, καί τῶν σκηνοπηγίων, ἐν τούτῳ τῷ μηνί γενέσθαι προσέταξεν, οὕτω φάμενος τῷ Μωσεῖ. «Τῇ παντεκαιδεκάτη τοῦ μηνός τοῦ ἑβδόμου, ἑορτή σκηνῶν τῷ Κυρίῳ· καί προσάξετε ὁλοκαυτώματα, καί θυσίας ἑπτά ἡμέρας». Ἕβδομος δέ μήν ἀπό τοῦ Νισσᾶν οὗτος ἐστιν ὁ Εὐάλ. Καί μήν καί σαπλίζειν τούτοις προσέταξε, καί τήν πρώτην, καί τήν ἑβδόμην ἡμέραν ἔχειν κλητήν, καί ἀνάπαυσιν. Κελεύει δέ ἡ νομοθεσία, καί κάλλυντρα φοινίκων λαβεῖν, καί κλάδους ξύλου δασεῖς, καί ἰτέας, καί ἄγνου, καί οὕτω τῇ ἑορτῇ ἐπευφραίνεσθαι. Ἡ μέν οὖν τῶν σαπλίγγων ἑορτή νόμου, καί προφητῶν, καί τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν. Ὁ δέ ἰλασμός σύμβολον τῆς τοῦ Θεοῦ καταλλαγῆς πρός τόν ἄνθρωπον. Τόν γάρ ὑποδύντα τήν κατακριθεῖσαν φύσιν, ἱλασμόν ἔθετο ὁ Θεός, ὡς ὁ Παῦλος φησιν· ἡ δέ τῶν Σκηνοπηγίων τόν τριπόθητον ἡμῖν τῆς ἀναστάσεως σημαίνει καιρόν, καλῶς κατά τόν ἕβδομον μῆνα ἐκτελούμενον. Μετά γάρ τήν ἑβδομαδικήν τοῦ χρόνου περίοδον ἐλπίζεται ἡ ἀνάστασις, ἐν ᾗ σκηνοποιηθήσεται διά τῆς ἀφθαρσίας ὁ ἄνθρωπος, τῆς ἀθανάτου ψυχῆς ἑνωθείσης τῷ διαῤῥεύσαντι σώματι, ὡς τά φυλλοῤῥοοῦντα τῶν φυτῶν μετά τῶν ἀειθαλῶν, οἱ ἑορτάζοντες ἀναμίγνυον· οἷμαι γάρ ἔγωγε πρός τοῦτο βλέπειν καί τοῦ σαλπίζειν ἡ κέλευσις. «Ἐν γάρ τῇ ἐσχάτῃ ἡμέρᾳ, σαλπίσει, φησί, καί οἱ νεκροί ἀναστήσονται».

 

         Φαίῃ δ’ἄν τις ἴσως ἐπαπορῶν· καί ὅτου χάριν οὗτος ὁ μήν προεκρίθη τασαύτας φέρειν εἰκόνας; ὅτι τοι καί μάλα πρεπωδέστατος οὗτος πρός τό εἰκόνισμα· οὐ μόνον ὅτι ἕβδομος ἐστιν ἀπό τοῦ Νισσᾶν, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλ’ ὅτι καί φθίσις ἐστί τῶν κατά τό ἔαρ βλαστησάντων καρπῶν. Νοεῖς δέ πάντως, ὅτι καί ἡ προσδοκωμένη ζωή λῆξίς ἐστι τῶν ἐν γενέσει, καί φθορᾷ βλαστησάντων κατά τήν κτίσεως γένεσιν. Πρός τούτοις δέ, ὅτι καί τήν ζωδιακήν σφαῖραν διιπεύων ὁ ἥλιος κατά τόν μῆνα τοῦτον εἰς τό δωδέκατον μόριον γίνεται, ὅ ζυγόν ὀνομάζουσι· σημαίνοντος τάχα τοῦ πράγματτος, τό κατά τήν ἰσόῤῥοπον ἐκείνην τοῦ Θεοῦ κρίσιν, τῆς ἀνταποδόσεως δίκαιον. Ὥσπερ δέ ὁ αὐτός οὗτος μήν, καθ’ Ἑβραίους μέν ἐστιν ἕβδομος· πρῶτος δέ καθ’ ἡμᾶς ὁ αὐτός ὤν ἀμφότερα· οὕτω δή καί φθίσις ἐστί τῶν καρπῶν, καί ἀρχή τοῦ τριγητοῦ. Τοῦτο νοούντων ἡμῶν, ὡς καί ὁ ἕβδομος οὗτος αἰών τέλος μέν ἐστι, καί κατάστασις γενέσεως καί φθορᾶς· ἀρχή δέ τοῦ νοητοῦ τρυγητοῦ. Διαδέχεται δέ ἡμᾶς ἡ μέλλουσα ἐκείνη ληνός· καί ὥσπερ ἐνταῦθα, εἰ μέν εὐγενής, καί ὡραῖος ὁ βότρυς ἐντεθῇ ταῖς ληνοῖς, ἡδύς καί ἀνθοσμίας τῶν βοτρύων ὁ οἶνος ἀποῤῥυήσεται, τῇ παριππεύσει τοῦ χρόνου συνεπιδιδούς εἰς κάλλος, καί εὔπνοιαν. Εἰ δέ ἐκ σεσηπότων, ἤ ἐμφεκιζόντων οἱ οἶνος ἀποθλιβῇ, ἐκτροπίας εὐθύς, καί ἄποτος γίνεται, μεταβαλών εἰς δυσωδίαν τινά, ἤ ὀξώδη ποιότητα, ἤ διά τινος ἑτέρας φθορᾶς εἰς σκωλήκων γένεσιν ἀλλοιούμενος. Οὕτως ἐν τῆ παλιγγενεσίᾳ τῶν ἔργων ἡμῶν δίκην βοτρύων τῷ δοκιμαστικῷ πυρί τεθέντων, ὡς ἐν ληνῷ, κατάδηλος ἡ γεωργία ἑκάστου γίνεται.

 

Ὁρᾶται ὅσα ἡ δοκοῦσα μικρά ἑορτή περιέχει μυστήρια· καί ὅπως ὁ μήν οὐκ ἀθεεί παρά Ῥωμαίοις ὠνομάσθη Σεπτέμβριος· οὐ μόνον ὅτι ἕβδομος ἐστι· σέπτεμ γάρ παρά Ῥωμαίοις ὁ ἕβδομος ἀριθμός· ἀλλ’ ὅτι καί σεπτός ἐστι, καί σεβάσμιος. Ἄρθρει δέ ὅπως κατά τήν ἡμέραν ταύτην, ἥτις ἐστίν ἀρχή, καί στέφανος τοῦ ἐνιαυτοῦ, πολλῶν ἁγίων συνέστη πανήγυρις συναρηγούντων ἡμῖν εἰς κατ’ ἀρετήν τοῦ χρόνου περαίωσιν. Ἐν ταύτῃ γάρ μνήμην ἄγομεν τῆς τοῦ Σωτῆρος ἐν τῇ Συναγωγῇ ἀναγνώσεως, καί τῆς ἱερᾶς εἰκόνος τῆς Θεομήτορος, Ἰησοῦ τοῦ Ναυῆ, καί τῶν ἐν Ἐφέσῳ ἀναιμωτί μαρτύρων ἑπτά· καί τῶν Παρθένων τεσσαράκοντα γυναικῶν, Καλλίστης τε, καί Εὐόδου, καί Ἑρμογένους τῶν ἐκ φύσεως, καί πίστεως ἀδελφῶν. Ἀλλά καί Συμεών ὁ κιονίτης δᾳδουχεῖ τήν πανήγυριν. Ἅπαντες οὗτοι τιπυτ χρόνου τήν ἀρχήν ἁγιάζουσιν. Ὁ μέν Σωτήρ ἡμῶν Ἰησοῦς «εὐλογεῖ τόν στέφανον τοῦ ἐνιαυτοῦ», ἡ διά τῆς σεπτῆς εἰκόνος τιμωμένη πάναγνος δέσποινα, μεσίτης πρός Θεόν ἡμῶν γίνεται. Ὁ τοῦ Ναυῆ Ἰησοῦς, κατ’ ἴχνος ἀκολουθεῖν διδάσκει τῷ ἀληθινῷ Ἰησοῦ, εἰ τά τείχη τῆς ἁμαρτίας μετ’ ἐπείξεως καταβάλοιμεν, ὡς αὐτός τά Ἱεριχούντια, οἱ ἑπτά παῖδες τόν δι’ ἑβδομάδος ἀριθμούμενον χρόνον καθαγιάζουσι, δεικνύντες τῆς ἀναστάσεως τό μυστήριον, ἧς αὐτοί μακρόν ὑπνώσαντες χρόνον ἀνέστησαν· ὁ πάμμεγας Συμεών, τόν ἑαυτοῦ στύλον ὑποδεικνύς, ἀπό τῶν γηΐνων ἡμᾶς δι’ ἀρετῆς κελεύει κουφίζεσθαι, καί τά ἄνω φρονεῖν. Καλλίστην, Εὔοδον, καί Ἑρμογένην ἥκιστα διαιρήσομεν. Οὐ γάρ διεῖλεν αὐτούς φύσις, καί γνώμῃ, καί σύμπαντα, καί ταυτότης ἀθλήσεως. Καί οὗτοι δή κάλλιστα ἡμᾶς εὐοδόσουσι τήν πρός Θεόν ἁρμονίαν τηροῦντες, «οὗ γένος ἐσμέν» κατά τόν εἰπόντα σοφόν.  

 

Ἤκουσας τοῦ Εὐαγγελιστοῦ Λουκᾶ λέγοντος σήμερον, ὡς ἦκε Χριστός εἰς τήν αὐτοῦ πατρίδα Ναζαρέθ, και ἀνέγνω «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ». Ἐλθέ καί αὐτός πρός τήν σήν πατρίδα τήν νοητήν Ναζαρέθ, ὅπερ καθαρότης ἑρμηνεύεται τῇ ἑλλάδι φωνῇ. Ἐλθέ πρός τήν τοῦ βίου καθαρότητα. Αὕτη καί πατρίς, καί κόσμος ὡς ἀληθῶς τῆς ψυχῆς. Ἄν εἰς ταύτην ἔλθῃς, πνεῦμα Κυρίου ἐπί σέ· γενέσθω σοι ἡ τοῦ χρόνου ἀρχή, καθαρωτέρου βίου ἀρχή. Ἐδούλευες μέχρι νῦν ἁμαρτίᾳ τινί; τῷ τοῦ ἐνιαυτοῦ τέλει λαβέτω καί αὕτη τό τέλος. Ἀρχή σοι πολιτείας εὐαρέτου γενέσθω τά ἴνδικτα. Ζωλώσωμεν τῶν ἁγίων τάς πράξεις, τῶν τέ ἄλλων, καί αὐτοῦ τοῦ θείου καί ἱεροῦ Συμεών, οὗ τό βίον πάντες ἀκούοντες ἐθαυμάζομεν. Ἀλλ’ οὐ χάριν τοῦ θαυμάζεσθαι μόνον οἱ βίοι τῶν ἁγίων ἐγράφησαν, ἀλλ’ ὥστε θαυμάζοντες, καί μιμηταί αὐτῶν γίνεσθαι. Πῶς οὖν ἐρεῖ τις δυνατόν ἐκεῖνον ζηλῶσαι τόν ὑπέρ φύσιν ἀσκήσαντα; ἐγώ σοι διά βραχέων ἐνδείξομαι, τήν ἱστορίαν πρότερον ἐπιτροχάδην διαδραμών. Οὗτος ὁ μέγας ἐξέτι παίδων ποιμήν προβάτων γενόμενος, οὐ τοῖς χοίροις συνδιαιτώμενος κατά τόν ἄτακτον ἐκεῖνον νέον τόν ἀποστάντα τῆς πατρικῆς οὐσίας, καί συβώτην γενόμενον· οὐδέ βουκολῶν ἡμιόνους κατά τόν Ἰδουμαῖον Δωήκ οὔτε μήν πωλοδαμνεῖν παιδευόμενος, ἀλλ’ ἀγέλῃ προβάτων ἐπιστατῶν κατά Μωσέα, καί Ἰακώβ, καί Δαβίδ, καί Ἀμώς. Ἐπειδή τῆς Ἐκκλησίας εἴσω γένοιτο, καί τῶν Εὐαγγελικῶν  ἀκούσοι φωνῶν, γέροντος αὐτῷ τινος παραινέσαντος, πάντων ἀλογήσας βιωτικῶν, ἀντί θρεμμάτων ἡγεμονεύειν λογικῇ ποίμνῃ συναγελάζεται. Καί πρότερον μέν σχοινίῳ τραχεῖ τήν ὀσφύν πρισφίγγεται. Εἴτα γνωσθείς, εἰς φρέαρ ἑαυτόν καθείς, ὑπόγειος γίνεται, Κἀκεῖθεν ἀνελκυσθείς, τόν κιονίτην βίον πρῶτος πάντων ἐκλέγεται· ταῖς κατά μικρόν ἐπιδόσεσιν ἐπαύξων τοῦ στύλου τήν ἄνοδον. Πρῶτον μέν εἰς ἕξ πήχεις ὑψώσας αὐτόν, εἴτε μεγαλύνων τόν αὐτόν ἄχρι πηχῶν τριάκοντα ἕξ. Οὕτω μετέωρος ἀρθείς, καί πολλῶν σημείων γενόμενος αὐτουργός, δαίμονας τε φυγαδεύσας, καί Βαρβάρων ἡμερώσας ἦθος ἀτίθασον, καί πολλούς πρός Θεόν ἐπιστρέψας, πρός τάς ἀϊδίους μετέστη μονάς τῆς αὐτοῦ παιδείας πολιτείας, οἷα στήλην τόν στύλον καταλιπών.

 

Παιδεύει τοίνυν ἡμᾶς ὁ ἱερός Συμεών τῷ καθ’ ἑαυτόν ὑποδείγματι, ἕως ἄν παῖδες ἐσμεν, καί ἀτελεῖς τήν πνευματικήν ἡλικίαν, μή καταμιγνύειν ἑαυτούς ἀνθρώποις χειρώδεσιν, ἤ τῷ βορβόρῳ χαίρουσι τῆς ἀκολασίας  ἢ τὴν ἁμαρτίαν καθάπερ τούς ἀγόνους ἡμιόνους ποιμαίνουσιν. Ἡ γὰρ κακία οὐκ ἐκ θεοῦ τόν πληθυσμόν ἔσχεν, ὡς οὐδὲ ἐξ ἀλλήλων ἐστὶν ἡ τοῦ γένους τῶν ἡμιόνων διαδοχή. Οὐδὲ συναναφύρεσθαι ἡμᾶς τοῖς θηλυμανέσιν, ὡς ἵππους, ἀλλά τούτων ἁπάντων ἀποφοιτῶντες ἐν ὁμοφρονοῦσι τε καί ὁμογνωμοῦσι, τοῖς παρ’ ἡμῶν ποιμαινόμενοις συζήσωμεν. Πάντων τῶν ἐν ἡμῖν λογισμῶν προβάτων δίκην τῷ βουλήματι τοῦ ἐπιστατοῦντος λόγου ποιμαινομένων, καὶ οὕτως ἓν πραότητι ζῶσιν ἡμῖν, ἐπιλάμψει ἐν ταῖς ψυχαῖς τοῦ Εὐαγγελίου τό κήρυγμα διὰ τῶν προσηκόντων τῇ ἀρετῇ διδασκόμενον, καί πρός τόν τελειότερον τῆς ἀρετῆς βίον διεγεῖρον ἡμᾶς ὥστε μακρὰν γενέσθαι τῶν κοσμικῶν παθῶν, καί τὴν στενὴν καί τεθλιμμένην βαδὶζειν ὁδόν, περιεζωσμένους τῷ τραχεῖ, καί κατεσκληκότι βίῳ τῆς ἐγκράτειας τάς ἐκ των νεκρῶν ἀλόγους πυρώσεις τῷ σώφρονι λογισμῷ, ὡς ἐν σχοινίῳ συσφίγγοντας.

 

            ταν ον τοτο κατορθωθείη μῖν, και ὑπό πάντων γνωσθείημεν, καί ς νάρετοι θαυμαζοίμεθα, τῷ λάκκῳ τς ταπεινοφροσύνης μβάλλωμεν αυτούς. Τόν μέγαν τοτον μιμούμενοι φύγωμεν τό κενόν τοτο, κα κοφον δοξάριον. γρ ταπεινν αυτόν ψωθήσεται,  ς θεία λέγει πυκτίς. κεῖνος οκ ες τ το στύλου ρθη μετέωρα, ε μ πρότερον ν τῷ ξηρῷ λάκκῳ καθκεν ἑαυτόν, τόν πολλς δυσωδίας νάπλεων, κα μες οκ ν πρός ψος ρετς ναχθείημεν, ε μ τν ταπείνωσιν σπασώμεθα. Ε δ καί κρυπτόμενοι τῇ ταπεινοφροσύνη μ λάθοιμεν [ ληθς γρ ς ρετ ὅσον κρύπτεσθαι σπουδάζει, κηρύττεται] καί ναιρήσονται μς κ το λάκκου. Τουτέστι φανερώσουσιν μς οἱ τν ρετήν θαυμάζοντες, πιπονώτερον σπασώμεθα βίον, τας κατ μικρόν προσθήκαις ες τόν στύλον τν ρετν ναγόμενοι. Πρότερον μν ξαπήχει τῆς ναβάσεως φθάσαντες ψει, τς ξ ντολάς δηλαδή, ς κρηπίδα θέντες τς ναβάσεως, δι' ν κληρονομοῦσι τν τν ορανν βασιλείαν ο δίκαιοι. γρ ἐπί θρόνου δόξης κεκαθηκώς βασιλεύς, τος ἐπί δεξιν ατο τν μοιβήν τῶν τηρηθέντων ατοῖς ξ ντολν, τν τν ορανν βασιλείαν χαρίζεται. ταν ον σωματικς θρέψωμεν, διά τῶν πενήτων τόν Κύριον πεινώντα καί διψῶντα ποτίσωμεν, καί ξενοδοχήσωμεν, καί νδύσωμεν, καί πισκεψώμεθα σθενείᾳ, δεσμος συνεχόμενομενον τότε τῷ ξαπήχει στυλῳ βεβήκαμεν. Εἰ δέ καθάπερ μνν, τάλαντον πολυπλασιάσοιμεν τς ἀρετάς δι τς ργασίας πληθύνοντες, τότε ὁ τν ρετν μῖν κύκλος ποτελεται,εἰς αυτήν πολυπλασιασθείσης τς ἑξάδος τν ντολν, ς γενέσθαι τ ἕξ  τριάκοντα ἕξ· κἀκεῖσε γάρ, οἶμαι, ε κατ τν ἱστορίαν το μεγάλου Συμεν στύλος, μέχρι τοσούτου νύψωτο, λλ' πειδ ἀριθμός οτος καί κύκλος ἐστί, καί τρίγωνος, κα τετράγωνος, κα τς ρετς το νδρδς σήμαινε τέλειον, ὅπως τε πάγιος ν πρός τν ες τν τριάδα εσέβειαν, καί πως τῷ κύκλω τῶν ρετν στεφάνωτο. ν ον τοιαύταις χρησμενοι ναβάσεσι πρός τό ψος τουτί ναδράμωμεν, κα τος πιβούλους της μν σωτηρίας φυγαδεσωμεν δαίμονας, καί ς βαρβάρους τ νοχλον τ μῖν πάθη πραΰνωμεν, καί σφίσιν ατοῖς, καί πολλος λλοις σωτρες σόμεθα, κα τν κηράτων, κα αἰωνίων γαθν πολαύσομεν ν Χριστῷ ησο τῷ Κυρμν, ᾧ δξα ες αώνας. μήν.