logo

Θεοφάνους Κεραμέως

Ὁμιλία Γ΄ -

Κυριακῇ πρό τῆς ὑψώσεως

τοῦ τιμίου καί ζωοποιοῦ σταυροῦ

 

(J.-P. Migne, Patrologia Graeca t. 132, 174C-184A)

 

 

Φέρε σήμερον, ὦ θεοφιλέστατον ἄθροισμα, τῆς ζωηφόρου σταυροῦ ἀνυψώσεως τά προεόρτια ἑορτάσωμεν. Ἐνηχεῖ γάρ μου τάς ἀκοάς ἡ τῶν Εὐαγγελίων θεσπεσία φωνή, τό σταυρικόν προσαναφωνοῦσα μυστήριον, δι' ὧν τόν κρεμασθέντα χαλκότυπον ὄφιν ὑπεδειγμάτισε. Καί γίνεται μοί τά ἀναγνώσματα προμηνύματα, καί τῆς τοῦ σταυροῦ προσκυνήσεως προκηρύγματα. Τοιγαροῦν καθάπερ τινά προπομπήν τοῦ βασιλικοῦ σκήπτρου ποιούμενοι τάς εὐαγγελικάς ἐκφαντορίας περιαθρήσωμεν. Εἶπεν ὁ Κύριος·  Οὐδείς ἀναβέβηκεν εἰς τόν οὐρανόν, εἰ μή ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς ὁ Υἱός τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Προσήκει ἐξετάζειν πρότερον, τί τό παρασκεύασαν τόν Κύριον ταῦτα εἰπεῖν. Ἡ γάρ παροῦσα περικοπῆ τῆς εὐαγγελικῆς ἀναγνώσεως μόνον ἐπιμνησθεῖσα τῶν συντεινόντων πρός τόν τῆς ἡμέρας σκοπόν, τό προλαβόν σεσιώπηκεν. Ὁπηνίκα τοίνυν ἀφίκετο πρός τόν Κύριον ἐκεῖνος ὁ νυκτερινός μαθητής (νοεῖς δέ πάντως τόν Φαρισαῖον Νικόδημον) τοῦ Σωτῆρος διδάσκοντος τήν ἄνωθεν γέννησιν, ἐκεῖνος, ἔτι Ἰουδαϊκῆς μετέχων παχύτητος, πρός τόν ἐν μήτρα κόλπον τοῖς λογισμοῖς κατεσύρετο σαρκικήν φανταζόμενος γέννησιν. Τῷ γάρ ὑψηλῷ τοῦ δόγματος οὐ πάνυ πειθόμενος ἰδών ὁ Σωτήρ οὐδείς φησίν, ἀναβέβηκεν  εἰς τόν οὐρανόν, εἰ μή ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς,  ὠσανεί λέγων· Σύ μέν, Νικόδημε, οὐρανίου μυσταγωγίας ἀπαράδεκτος εἶ, ἀνθρωπίνην μαρτυρίαν τῶν λεγομένων ἴσως ζητῶν ἄλλ' «Οὐδείς ἀναβέβηκεν εἰς τόν οὐρανόν» ὥστε ταῦτα μυηθῆναι αὐτόν, «εἰ μή ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς» καί δογματίζων τἀκεῖθι, τρανῶς, < ὁΥἱός τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ > Καίτοι φαίη τίς ἄν · Οὔπω πρός οὐρανούς ἀναφοιτήσας ἦν μετά τοῦ προσλήμματος ὅτε ταῦτα ἐφθέγγετο, ὅπου καί μετά τήν ἐκ νεκρῶν ἀναβίωσιν ἀπείργων ἐπιθιγγάνειν αὐτῷ τήν θεοφόρον Μαγδαληνήν, καί πέμπων αὐτήν τοῖς ἀποστόλοις ἀπόστολον οὕτω φησίν « Οὔπω γάρ ἀναβέβηκα πρός τόν Πατέρα μου» Πῶς οὖν ἐνταῦθα φησι, μηδενά ἀναβεβηκέναι εἰς τόν οὐρανόν, εἰ μή ἐκεῖνον αὐτόν τόν ἐν τῇ γῆ οὐρανόθεν φοιτήσαντα ; Δόγμα ἐνταῦθα ἐμφαίνει τῆς ἀῤῥήτου πρός ἡμᾶς τοῦ Θεοῦ Λόγου ἑνώσεως, ὅπως τῶν δύο φύσεων ἀφύρτως ἑνωθεισῶν εἰς μίαν ὑπόστασιν, θατέρα θατέρας μετείληφεν, ὡς κοινολογεῖσθαι τά τῶν φύσεων ἰδιώματα. Ὅταν οὖν ἀκούης· «Οὐδείς ἀναβέβηκεν εἰς τόν οὐρανόν, εἰ μή ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, τήν τοῦ Λόγου θεότητα νόησον · διά τοῦτο γάρ ἐπήγαγε μάλα γοργῶς, ὁ ὤν ἐν τῷ οὐρανῷ·» εὔηθες γάρ περί τῆς σαρκός τῇδε νοεῖν, ὡς ἐν οὐρανῷ τε ἦν, καί τῷ Νικοδήμῳ ἐφθέγγετο,τριχῆ φυσικῶς ἐχούσης διάστασιν, καί τήν ἐν τόπῳ

περιγραφήν. Τό δέ ὑπέρ τῆς ὑπεραρχίου θεότητος τῆς ὁλικῶς οὔσης ἐν τῷ παντί καί ὑπέρ τό πᾶν, οὕτως ἔχειν πιστεύειν ἀραρότως θεοσεβές. Τό μέντοι πρός τήν μυροφόρον ῥηθέν · < Οὔπω γάρ ἀναβέβηκα

πρός τόν Πατέρα μου,» τήν σωματικήν ἐδήλου ἀνάβασιν. Ἐφεξῆς οὖν προλέγει τά περί τοῦ πάθους καί τοῦ σταυροῦ. «Ὥσπερ, φησί, Μωϋσῆς ὕψωσε τόν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τόν Υἱόν τοῦ ἀνθρώπου.»Σαφής μέν τοῖς πολλοῖς, ὡς οἶμαι, ὁ τῆς ἱστορίας λόγος, ἀλλ' ὡς ἄν εὐληπτοτέρα ἡμῖν γένοιτο ἡ θεωρία, συντεμών, ὡς ἄν οἷός τέ ὦ, δι'

ὀλίγων ταύτην ἐπιδραμοῦμαι.

Ὅτε διά τῆς ἐρήμου ὑπό Μωυσέως ὁ Ἰσραηλιτικός λαός ἤγετο, ἐπειδή αὐτοῖς ἤ ἀνδραπώδης ἡδονή τήν ἐπιθυμίαν τῆς γαστριμαργίας ἐπήγειρε, καί τόν Αἰγύπτιον κόρον ὠνειροπώλουν, κατά τούς ἀτακτοῦντας τῶν νέων, σφοδροτέραις παιδαγωγοῦνται ταῖς μάστιξιν, ὄφεων αὐτοῖς κατά τήν παρεμβολήν ἐφερψάντων, καί θανατηφόρον ἰόν ἐμβαλόντων τοῖς ἀμυχθεῖσι τῷ δήγματι. Ἀλλεπαλλήλου δέ γενομένης ἐκ τῶν θηρίων τῆς πτώσεως, θείᾳ συμβουλῇ παρορμηθείς ὁ Μωϋσῆς χαλκοῦν ἐν ὁμοιώματι ὄφεως χέας, τήν δύναμιν τῶν ἀληθινῶν ὄφεων ἤμβλυνεν. Ἐπί τινος γάρ ὕψους ἀπαιωρήσας τόν χαλκοῦν ὄφιν, ὡς ὑπό πάντων ὁρᾶσθαι, ἔστησε τῷ λαῷ τήν ἐκ τῶν θηρίων φθοράν. Ὅ γάρ πρός τήν εἰκόνα βλέπων τοῦ ὄφεως, οὐδέν ἐδεδοίκει τό τοῦ ἀληθινοῦ ὄφεως δῆγμα, ἐξ ἀντιπάθειας τινός ἀποῤῥήτου τῆς ὄψεως τόν ἰόν ἀμβλυνούσης. Ὅτι δέ ὁ χαλκόχυτος ὄφις τύπος ἦν αὐτοῦ τοῦ Χριστοῦ, διαῤῥήδην κηρύττει τό Εὐαγγέλιον· μή ταραττέτω δέ τούς φιλοχρίστους τό τῷ ἀπεμφαίνοντι ζώῳ τόν τοῦ μυστηρίου λόγον ἁρμόζεσθαι. Εἰ γάρ ὁ τῆς ἁμαρτίας πατήρ ὄφις ὠνομάσθη ὑπό τῆς ἁγίας Γραφῆς, καί τό ἐκ τοῦ ὄφεως γεννηθέν, ἡ ἁμαρτία, φημί, πάντως ὄφις ἐστί, τοῦ γεγεννηκότος οὖσα συνώνυμος. Ἀλλά μήν δι’ ἡμᾶς ἁμαρτίαν γενέσθαι τόν Κύριον μαρτυρεῖ ὁ Ἀπόστολος, ἐπειδή τήν ἁμαρτικήν ἡμῶν φύσιν ἀνέλαβε, Τόν γάρ ἁμαρτίαν, φησί, μή ποιήσαντα ὑπέρ ἡμῶν ἁμαρτίαν ἐποίησεν. Ἀνά λόγον ἄρα προσαρμόζεται τῷ Κυρίῳ τῷ αἴνιγμα. Ἐπειδή γάρ οἱ πονηροί

ὄφεις τῷ γένει παντί προσερπύσαντες ταῖς τῆς ἁμαρτίας ἀμυχαῖς τήν φύσιν ἡμῶν ἐθανάτωσαν, τούτου χάριν ὑποδύεται τό τοῦ ὄφεως ὁμοίωμα ὁ Θεός «ἐν ὁμοιώματι σαρκός ἁμαρτίας», ὡς φησιν ὁ Παῦλος, γενόμενος, καί οὕτως ἐλευθεροῦται τῆς ἁμαρτίας ὁ ἄνθρωπος διά τοῦ ὑπελθόντος τό τῆς ἁμαρτίας εἶδος, καί γενομένου καθ’ ἡμᾶς πρός τόν ὄφιν αὐτομολήσαντας · δι’ οὗ ὁ μέν θάνατος, ὁ ἐκ τῶν δηγμάτων κωλύεται, αὐτοί δέ οἱ ὄφεις ἀφανίζονται τῷ διά σταυροῦ πάθει. Καί κατήργηται μέν ὁ ἐκ τῶν ὄφεων θάνατος, ὅπερ ἐστίν ἡ ἀσέβεια, οὐ μήν τά δήγματα πέπαυται. Ἡ γάρ ἐγκειμένη τῇ σαρκί κατά τοῦ πνεύματος ἐπιθυμία εἰς τό παντελές οὐκ ἀπόλωλε. Καί γάρ καί ἐν τοῖς ἐναρέτοις πολλάκις ἐνεργεῖται τῆς ἐπιθυμίας τά δήγματα. Ἀλλ’ ὁ πρός τόν ἐπί ξύλου ὑψωθέντα βλέπων ἀπωθεῖται τό πάθος, οἷόν τινι φαρμάκῳ τῷ φόβῳ τοῦ Θεοῦ τόν ἰόν διαχέας. Τό δέ πρός τόν σταυρόν βλέπειν, τοῦτο ἔστι τό πάντα τόν ἑαυτοῦ βίον, ὡς νεκρόν τῷ κόσμῳ, καί ἐσταυρωμένον ποιῆσαι πρός πᾶσαν ἁμαρτίαν ἀκίνητον μένοντα, καθηλοῦντα τῷ θείῳ φόβῳ τάς

ἰδίας σάρκας, κατά τόν Ψαλμωδόν. Ἧλος δ’ ἄν εἴη σαρκῶν καθεκτικός ἡ ἐγκράτεια. Τό δέ σύμβολον εἶναι τοῦ κατά τόν σταυρόν μυστηρίου τόν ὄφιν, καί ἄλλη τις ἱστορία παρέδειξεν.

Ἀποστελλόμενος γάρ ὑπό Θεοῦ ὁ Μωϋσῆς ἐξαγαγεῖν τόν Ἰσραήλ Αἰγυπτίοις θητεύοντα, φησί πρός τόν Θεόν «Ἐάν οὐ πιστεύσωσι μοί, μηδέ εἰσακούσωσι τῆς φωνῆς μου, τί ἐρῶ πρός αὐτοῦ;» εἶπε δέ αὐτῷ ὁ Θεός «Τί τοῦτο ἐστι τό ἐν τῇ χειρί σου;» ὁ δέ εἶπε· Ράβδος. Καί εἶπε 'Ρίψον αὐτήν ἐπί τήν γῆν. Καί ἔῤῥιψεν αὐτήν, καί ἐγένετο ὄφις. Καί εἶπε Κύριος πρός τόν Μωϋσῆν · "Ἔκτεῖνον τήν χείρα σου, καί ἐπιλαβοῦ τῆς κέρκου. Καί ἐγένετο ράβδος ἐν τῇ χειρί αὐτοῦ.  "Ὅρα δή ἐνταῦθα τόν ἐκ θεοῦ κατά φύσιν ἀληθῶς Υἱόν, οἷον τινα ῥάβδον ὄντα τοῦ Πατρός· βασιλείας δέ καί δυνάμεως σημεῖον ἡ ῥάβδος. Καί γοῦν φησιν ὁ Δαβίδ· Ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου» Ἀλλ' ὅτε ἔῤῥιψεν αὐτήν διά τῆς ἐνανθρωπήσεως, καί γηΐνῳ περιβέβληκε σώματι, τότε ἐν ὁμοιώματι τῶν πονηριῶν ἡμῶν γέγονε. Πονηρίας γάρ σημεῖον ὁ ὄφις. Καί ὥσπερ ἡ ράβδος τοῦ Μωϋσέως θηριωθεῖσα τάς γοητικάς ράβδους τῶν Αἰγυπτίων μάγων κατέφαγεν, εἶτα πάλιν ἀναληφθεῖσα γέγονεν ὅπερ ἦν πρότερον, οὕτω καί ἡ τοῦ Θεοῦ καί Πατρός ῥάβδος, τουτέστιν  ὁ Υἱός, δι' οὗ κατάρχει τῶν ὅλων, εἰ καί γέγονεν ὁμοιώσει τῇ καθ' ἡμᾶς, ἐφ' ᾧ τούς νοητούς ὄφεις ἐξαφανίσαι, ἵνα μηκέτι ὦσι θεοί τῶν ἐθνῶν τά δαιμόνια, ἀλλ’  οὖν ἀποπεράνας τήν οἰκονομίαν, ἀναπεφοίτηκεν εἰς τόν οὐρανόν, καί γέγονε πάλιν, ὡς ἐν χειρί τοῦ Πατρός ῥάβδος εὐθύτητος καί βασιλείας, ἐν δεξιᾷ τοῦ γεγεννηκότος κεκαθικώς, καί μετά σαρκός.

Ἄλλως καί κατ’ ἄλλον δέ τρόπον ὁ ὄφις τόν Σωτήρα εἰκόνιζεν. Ἐπειδή ὥσπερ ἐκεῖνος ἐδόκει μέν ὄφις εἶναι, ὄφις δέ τῇ ἀληθείᾳ οὐκ ἦν, οὕτω καί ὁ Κύριος ἁμαρτίαν μέν οὐκ ἐποίησεν · οὐ γάρ ἦν θέμις τόν φύσει ἀγαθόν τοῦ κακοῦ πείραν λαβεῖν. Ἐδόκει μέντοι τοῖς φαύλοις ἁμαρτωλός · καί γοῦν ἔλεγον τῷ ἰαθέντι τυφλῷ» Δός δόξαν τῷ Θεῷ · ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν». Ἀλλά καί φάγον καί οἰνοπότην αὐτόν ἀθυροστομοῦντες ὠνόμασαν. Καί ἄλλως δέ τῷ ὄφει περείκασται ὁ Σωτήρ - ὁ γάρ ὄφις οὐ μόνον ἔχει θανατηφόρον βίον, ἀλλά καί φάρμακον ἀναιρετικόν τοῦ θανατηφόρου ἰοῦ * ὅ παῖδες ἰατρῶν

 

ἐκ τῶν σαρκῶν τῶν ὄφεων κατασκευάζουσιν ἀντιφάρμακον. Οὕτως τῆς ἐκ τῆς θνητῆς φύσεως τοῦ Ἀδάμ τό ἴδιον σῶμα ὁ τοῦ Θεοῦ συνεστήσατο Λόγος ἀναιρετικόν τοῦ θανάτου γενόμενον. Ὁ μέντοι θεολόγος Γρηγόριος οὐχ ὡς τύπον Κυρίου τόν ὄφιν ληφθῆναι φησιν, ἀλλ’ ὡς ἀντίτυπον, εἰπών οὐτωσίν· Ὁ δέ χαλκοῦς ὄφις κρεμᾶται μέν κατά τῶν δακνόντων ὄφεων, οὐχ ὡς τύπος δέ τοῦ ὑπέρ ἡμῶν παθόντος, ἀλλ' ὡς ἀντίτυπος. Ἐπειδή μέν ὁ χαλκούς ὄφις ἐκεῖνος τῶν ὁμοειδῶν ὄφεων ἀμβλύνων τόν ἰόν τούς ἀλλοτριοειδεῖς ἀνθρώπους ἔσωζεν · ὁ δέ Σωτήρ

ἡμῶν ἐν σταυρῷ ὑψωθείς, τῶν μέν ἀλλοτρίων δαιμόνων τήν ἰσχύν κατέῤῥηξε, τούς δέ οἴκειους καί ὁμοειδεῖς ἀνθρώπους ἔσωσεν, εἰκότως αὐτόν ὁ Πατήρ εἰλῆφθαί φησιν ὡς ἀντίτυπον. Κατά δέ τόν σοφώτατον Μάξιμον, ὁ κρεμασθείς ὄφις τοῦ θανάτου ἦν σύμβολον, οὗ πρόξενο; ὁ ὄφις ἐγένετο · τό δέ σημεῖον ἐφ’ ᾧπερ ἀνύψωτο, εἰκόνιζε τόν σταυρόν· ἡ θέα δέ τῶν δακνομένων ἡ ὁμολογία τῶν πιστευόντων ἐστίν. Ὁ τοίνυν ὁμολογῶν θεοπρεπῶς τόν θάνατον τοῦ Χριστοῦ, ἔχει ζωήν αἰώνιον.

Οὕτως ὑψωθῆναι δεῖ τόν Υἱόν τοῦ ἀνθρώπου, διττόν ὠδίνει τόν νοῦν· τήν τέ εἰς ὕψος ἀνασκολόπισιν, ἥν δι' ἡμᾶς κατεδέξατο· καί γάρ ἔδει, ἁγιασθείσης τῆς γῆς ὑπό τῶν ἀχράντων αὐτοῦ ποδῶν διά βαδίσματος, καί τῆς θαλάσσης διά τῆς ἐπί τῶν κυμάτων πεζεύσεως, ἁγιασθῆναι καί τόν ἀέρα διά τῆς ἐν σταυρῷ ἀνυψώσεως · δηλοῖ δέ καί τήν δόξαν, ἥν ἐδοξάσθη διά τοῦ σταυροῦ κατά τό ἀνθρώπινον. Ἐν ᾧ γάρ ἔδοξε κατακριθῆναι, ἐν αὐτῷ κατακρίνει τόν κοσμοκράτορα, κρείττων ὀφθείς τῶν παθῶν ὑφ' ὧν ὁ ἄνθρωπος ἐκεκράτητο · τάδ' ἦσαν λύπη καί ἡδονή.

Ὧν τήν μέν ἡδονήν ἐν τῷ ὄρει νενίκηκε, μήτε τούς λίθους ἀρτοποιήσας, μήτε ἐν ταῖς ἄλλαις συμβουλίαις πεισθείς τῷ πειράζοντι· λύπης δέ κρείττων ὤφθη μᾶλλον κατά τόν τοῦ πάθους καιρόν, τοῦ ἀντιπάλου κάτ’ αὐτοῦ πάντας ἐκπολεμώσαντος. Προδότης ὁ μαθητής, φυγάδες οἱ μαθηταί, ἔξαρνος ὁ Πέτρος, μάχαιρα, καί δάδες, καί φάσγανα, σιαγόνες

ῥαπιζόμεναι, πρόσωπον ἐμπτυόμενον, νῶτος πληγαῖς ἐκδιδόμενος, μάρτυρες ψευδεῖς, κριτήριον ἀσεβές, ἀπόφασις ἀπηνής, στρατιῶται κατατρυφῶντες τῆς σκυθρωποῦ ἀποφάσεως ἐν χλευασμοῖς, καί εἰρωνίαις,

καί ὕβρεσι, ταῖς ἐκ καλάμου πληγαῖς, ἧλοι, καί χολή, καί ὄξος, καί τελευταῖον σταυρός. Τίς οὖν κατά τῶν ταῦτα ποιούντων ἡ ἄμυνα; « Πάτερ, συγχώρησον αὐτοῖς, οὐ γάρ οἴδασι τί ποιοῦσιν. Οὕτω καί τήν λύπην μακροθυμία νικήσας καταστρατηγεῖ τόν ἀντίπαλον, τῆς κάτ’ αὐτοῦ νίκης τόν τρόπον ὁδοποιήσας ἡμῖν. Τῇ γάρ τῶν ἡδονῶν ἀποχῇ, καί τῇ πρός τούς λυποῦντας πραότητι, καί μακροθυμία, μιμηταί τοῦ Δεσπότου γινόμεθα, καί τῆς ἐκ τοῦ πονηροῦ νίκης ἔπαθλον κομιζόμεθα τήν βασιλείαν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἐπιτυχεῖν χάριτι

τῆς ὑπερφώτου Τριάδος, ᾗ πρέπει πάσα δόξα εἰς

τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.