logo

Θεοφάνους Κεραμέως

Ὁμιλία Η΄ (Κυριακή Ε΄ Λουκᾶ)

Περὶ τοῦ πλουσίου καί Λαζάρου

(J.-P. Migne, Patrologia Graeca t. 132, 250B-272A)

 

Πάλιν  ἡ   τοῦ   Θεοῦ  ἐνυπόστατος σοφία καὶ δύναμις, ἡ μή κινούμενη  τοῦ  πρωτοτύπου σφραγίς, τὸ  ἀπαύγασμα  τοῦ  Πατρός,  ἡ   ἀπαράλλακτος ἐκείνου εἰκών, ὁ  τοῦ   Θεοῦ  Πατρὸς ὁμοούσιος Παῖς, ὁ Δεσπότης ἡμῶν Ἰησοῦς, μυστικῆς  ἡμῖν  διδασκαλίας προστίθησι κύλικα. Ἀρετῆς γάρ καὶ κακίας ποιούμενος σύγκρισιν, ἄσπλαγχνον τρυφήν καὶ πενίαν καρτερικήν παράλληλα τίθησι, περάνας τὸν λόγον ἐν  οἷς τά τῶν ἀμφοτε ρων κατε ληξεν. Ἄγε δή τῶν χρηστολέκτων αὐτοῦ βημάτων ἀκούσωμεν. Εἶπεν ὁ Κύριος ·

«Ἄνθρωπος τίς  ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς». Παρατηρήσας πᾶσαν τήν Ἁγίαν Γραφήν, ἥκιστα χρωμένην εὕροις αὐτήν ἐν  ἀγαθοῖς τῷ  πλουσίου ὀνόματι, ἀλλ’ ἐπὶ τῶν φαύλων ὡς μάλιστα τουτί ἐπίθετον τίθεται. Δίκαιον μέν γάρ πολυκτήμονα καί πληθυνθέντα ἐν ἀνδραπόδοις καὶ κτήνεσι μεμαθήκαμεν, ὥσπερ ὁ τὸν Ἀβραάμ, καί Ἰακώβ, καί Ἰώβ, ὧν τῶν οἰκοπέδων, καί τῶν κτηνῶν ἡ Γραφή ποιεῖται τήν ἀπαρίθμησιν, πλουσίους γέ μήν αὐτούς οὐκ ἐκάλεσεν. Εἰ δέ καί τὸν Ἀριμαθαῖον ἐκεῖνον ὁ Ματθαῖος ἐκάλεσε πλούσιον, οὐ διά χρημάτων δαψίλειαν, ἀλλ’ ὅτι  τὸν πολύτιμον μαργαρίτην διά παῤῥησίας ὠνήσατο. Ἐπεὶ δέ γε τῶν φαύλων, οἷόν τε γνώρισμα τῆς αὐτῶν κακίας, τοῦ πλουσίου τήν κλῆσιν τίθησιν. Ὅτε γάρ Ψαλμογράφος σφόδρα το[yτο κατηγορεῖ παραινῶν τῷ  δικαίω μή δεδίττεσθαι. «Μή φοβοῦ ὅταν  πλουτήσῃ ἄνθρωπος,»  Καί· Πλοῦτος ἐάν ῥέῃ, μή προστίθεσθε καρδίαν». Οἵ τε  πλούσιοι ἐπτώχευσάν» τοῦ κατ’ ἀρετήν πλούτου, « καὶ ἐπείνασαν» τῆς ζωῆς τόν ἄρτον οὐκ ἔχοντες. Καί· « Ὅτι ἐπήλπισεν ἐπί τῷ πλήθει τοῦ πλούτου» Καὶ ὁ Σωτήρ περί τίνος διαλεγόμενος ἄφρονος «Ἀνθρώπου τινὸς πλουσίου, φησίν, εὐφόρησεν  ἡ   χώρα. Ἀποφαίνεται δέ καί δύσκολον τὸν πλούσιον εἰσελθεῖν εἰς  τήν βασιλείαν τῶν οὐρανῶν. Καὶ περί τῆς αἰώνιου ζωῆς ἐρωτήσαντα, καὶ πωλῆσαι προσταχθέντα πάντα τά ὑπάρχοντα καὶ δοῦναι πτωχοῖς, καὶ λυπηθέντα τῷ ῥήματι, διά τοῦτο λελυπῆσθαι λέγει τὸ  Εὐαγγέλιον, ἦν γάρ πλούσιος σφόδρα. Ἀμέλει καὶ ἐργωδέστερον εἶναι λέγει πλούσιόν τῆς οὐρανίου βασιλείας τυχεῖν,  τοῦ  κάμηλον διά τρυπημαλιᾶς ῥαφίδος εἰσελθεῖν. Καί πότε πλουσίοις διαλεγόμενος «Οὐαί ὑμῖν  τοῖς πλουσίοις, φησίν , ὅτι  ἀπέχετε τήν παράκλησιν ὑμῶν. «Λέγει δέ που καὶ Ἡσαΐας «Ἀτιμασθήσεται  ἡ   δόξα Μωάβ ἐν  παντὶ πλούτῳ αὐτοῦ.» Προοίμιον τοίνυν τῆς τοῦ ἀνδρὸς σκαιότητος πρoτάττει τὸ  πλούσιον. Ὥσπέρ γάρ τὸν μακάριον Ἰώβ, καίτοι τυγχάνοντα πολυκτεανώτατον οὐκ ἐκάλεσε πλούσιον  ἡ   Γραφή ἀλλ’ οἷον ὁριζόμενη τήν αὐτοῦ ἀρετήν, δίκαιον αὐτὸν ὀνομάζει, καὶ ἄμεμπτον, καὶ θεοσεβῆ, ἀπεχόμενον ἀπὸ  παντὸς κακοῦ καὶ πονηροῦ, ὁποῖον εἶναι δεῖ τὸν ἀληθῶς ἄνθρωπον ὑπογράφουσα· οὕτω καὶ τὸν φαῦλον ἀντὶ πάσης αὐτοῦ τῆς κακίας ὁρίζεται πλούσιον, καὶ μάλα εἰκότως. Εἰ γάρ μακάριοι οἱ πτωχοὶ, κατά τήν τοῦ Κυρίου φωνήν, ἄθλιοι δηλονότι οἱ πλούσιοι. Πλήν πλοῦτος, καί πενία οὐκ ἐν  χρήμασιν, ἀλλ' ἐν  προαιρέσει γνωρίζεται.

«Καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον». Τὸ τῶν ἐνδυμάτων διάφορον σημαίνει μέν καὶ τὸ  τῆς βλακείας περιττὸν, καὶ ἀνόνητον, ὅπερ εἴωθεν ἐφευρίσκειν τρυφῶσα ψυχή, καὶ ποικίλαις βρενθυομένη βαφαῖς. Δηλοί δέ καί τὸ  τοῦ  τρόπου ποικίλον καί ἀνελεύθερον. Τά μέν γάρ παλαιά διατάγματα οὐχ ἐπιτρέπουσιν ἱμάτιον ἐκ δυοῖν ὑφασμένον ἀμπεχεσθαι, τήν  τοῦ  τρόπου διπλόην ἀποτρεπόμενα. Οὗτος δέ πρὸς τῇ Σαρδαναπάλῳ τρυφῇ, ᾗ ὁσημέραι προσέκειτο, οἷον τι περίβλημα εἶχε τὸ  ἀνελεύθερον, καί τοι ἀνδρὶ μέν πένητι συγγνωστὸν ἴσως τούτῳ τὸ κακόν· πλούτῳ δέ βρίθοντι τὸ κρυψίνουν εἶναι αἶσχος ἀπαίαιον. «Καί ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον.» Τούς κῶμοις καὶ μέθαις προσέχοντας ἀνάγκη πὰσα ἐπιθυμίας καί θυμοῦ ἥττονας γίνεσθαι. Ὅ δή κατ’ ἄμφω δείκνυσι τὸ  τῶν ἐνδυμάτων διάφορον. Καὶ διά μέν τῆς πορφύρας τήν ζέσιν περικαρδίου αἵματος ἐδήλωσεν, ὅ δή θυμὸν ὁρίζουσιν οἱ περὶ τά τοιαῦτα δεινοὶ, διά δέ τῆς βύσσου τὸ λεῖον της ἡδονῆς. Ἤ ἐπειδή προσέχων  ἦν τρυφῇ καί χλιδῇ, περί τήν λιχνείαν ἐπτοημένος τῶν τήν ὑπερῴαν εὐφραινόντων, καὶ τὸν λαιμόν· ταῦτα δέ αὐξητικά αἵματός τε, καὶ πιμελῆς, ἐδήλωσε διά τῆς βύσσου καί τῆς πορφύρας ἀμφότερα. Πτωχὸς δέ τίς ὀνόματι Λάζαρος , ὅς ἐβέβλητο πρὸς τὸν πυλώνα αὐτοῦ  ἡλκωμένος. Τί δήποτε οὐδ’ ἐν μιᾷ τῶν παραβολῶν ὄνομα κύριον τεθεικώς, ἐνταῦθα Λάζαρον καλεῖ τὸν πτωχόν; Ἐπειδή  ἦν τίς πτωχὸς καί ἀγύρτης ἐν  Ἱερουσαλήμ τῷ τότε καιρῷ ἐκ προσαιτήσεως τήν ἐφήμερον μαστεύων τροφήν, ὀνομαζόμενος Λάζαρος, ἀφ' οὗ λαβόμενος ἀφορμῆς ὁ Σωτήρ τήν παροῦσαν παραβολήν συντάττει τῷ  ἱστορικῶς γενομένω, δραματικὸν συμπλέξας διήγημα. Τάχα δέ καί πᾶς πτωχὸς ἅτε βοηθείας ὑπὸ τῶν ἐχόντων δεόμενος Λάζαρός ἐστι· τὸ  γάρ ὄνομα τοῦτο προσβοηθούμενος ἑρμηνεύεται. Ὅς ἐβέβλητο πρὸς τὸν πυλώνα αὐτοῦ  ἡλκωμένος. Καὶ τοῦτο μείζων κατάκρισις τῆς βδελυρᾶς τοῦ πλουσίου ψυχῆς, τὸ  καθ’ ἑκάστην ὁρᾷν ἐν  τῷ πυλώνι βεβλημένον τὸν πένητα τροφῆς καί σκεπάσματος ἐνδεῆ, τῶν ἐκ τῆς πολυχλιωδοῦς τραπέζης ψιχίων μετασχεῖν ὀρεγόμενον. Τὸ  δέ καὶ  ἡ  ἡλκωμένον εἶναι ἄλλης συμφορᾶς μείζονος πρόσθεσις. Τί γάρ ἔστι τὸ  λεγόμενον; Οὐκ  ἦν αὐτῷ  δύναμις θύραν ἐκ θύρας ἀμείβειν, καί τά ἀναγκαῖα πορίζεσθαι. Ἠσθένει γάρ, οὐδ' εἴσω πυλώνων τις αὐτὸν ὑπεδέχετο·  ἥλκωτο γάρ. Ἴστε  δέ πάντως ὅπως φορτικόν τί καὶ δύσοιστον  ἡλκωμενων καὶ μυδώντων σώματα ἐφάπτεσθαι. Τούτων γάρ καὶ ἀπερείδειν τὸν ὀφθαλμὸν εἰώθασιν οἱ πολλοί, καὶ βλοσυρόν τί καὶ ἀτενές ἐνορᾷν. Πανταχόθεν οὖν τῇ ἀπορίᾳ συνείχετο, δαπανώσης ὥσπερ ὅλην αὐτοῦ τήν φροντίδα τῆς ἀγοητεύτου πενίας. «Ἄλλα καί οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τά ἕλκη αὐτοῦ».  Ὡς πολύ  τοῦ  λογικοῦ οἱ κύνες  ἦσαν φιλανθρωπότεροι, καὶ τοῦ δῆθεν καθαροῦ οἱ ἀκάθαρτοι! Ὁ μέν γάρ οὐδέ ψιχίων μετεδίδου τῷ  πένητι, οἱ δέ παρηγοροῦν τά τραύματα τῇ σφῶν γλώττῃ σαίνοντες τά ὑπώπια. Τάχα δέ τοιοῦτον καὶ νῦν ἐν τοῖς πολλοῖς ἔστιν ἰδεῖν. Ἡμῶν γάρ πολλάκις παραβλεπόντων τούς πένητας, οἱ ἔξωθεν  τοῦ  μυστηρίου τῆς πίστεως, οὕς κύνας ἐκάλεσε διά τὸ  ἀκάθαρτον, ἐπιμελείας ἀξιοῦσι φυσικῷ νόμῳ πειθόμενοι. «Ἐγένετο δέ ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ  τῶν ἀγγέλων εἰς  τὸν κόλπον τοῦ  Ἀβραάμ.» Ὁ μέν οὖν τῆς ὑπομονῆς ἀθλητής, ἐν  δυσμαῖς  τοῦ  βίου γενόμενος, τῆς ἐντεῦθεν μετέστη ζωῆς εἰς τούς Ἁβραμιαίους κόλπους ἀχθείς. Αὕτη τῆς ὑπομονῆς  ἡ   ἀντίδοσις, οὗτος ὁ τῆς κακοπαθείας καρπὸς, οὗτος τῆς ἐπαινουμένης πτωχείας ὁ στέφανος, τὸ γενέσθαι  τοῦ  πατριάρχου ἐγκόλπιον. Ἀλλά μή τίς τῶν συνειλεγμένων οὕτως  ἡ   παχύς τήν διάνοιαν, ὡς σωματικῶς τὸν  τοῦ  Ἀβραάμ κόλπον, καί τούς δικαίους ἐν τούτῳ ἑδράζεσθαι, ὥσπερ ἐν τοῖς κόλποις τῶν τιθηνῶν τά βρεφύλλια. Ἀπόπληκτον γάρ κομιδῇ τό τῇδε νοεῖν, ἀλλά τήν ἀγαθὴν κατάστασιν τῆς ψυχῆς, ἐν   ᾗ   τούς δικαίους ἀναπαύει ὁ Λόγος, κόλπον Ἀβραμιαῖον ὠνόμασε. Πρῶτος γάρ οὗτος ὁ πατριάρχης διά πίστεως τῆς ἐλπιζομενης εὐκληρίας μετά τήν πολλήν κακοπάθειαν ἔτυχε. Τήν γοῦν τῶν ἀμετρήτων ἀγαθῶν ἔνδειξιν τῷ τοῦ κόλπου διασημαίνει ὀνόματι, ᾧ πάντες δι’ ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπάρωσιν, ὡς ἐν  ἀκλύστῳ  λιμένι τάς ψυχάς ἐνορμίζονται. Γένοιτο δ’ ἄν  ἡμῖν ἀκόλουθον κἀκεῖνο ἐπαπορῆσαι, ἐπειδή οὐδέν τῶν ἀπροαιρέτων ὑπάρχει μακαριστὸν, πῶς ὁ Λάζαρος ἀκουσίως πενόμενος τῆς μακάριας ἔτυχεν ἀπολαύσεως; Οὔτε γάρ ἄν καὶ πάντες οἱ πενόμενοι τῶν ἴσων αὐτῷ  τεύξονται ἀμοιβῶν. Φαμέν οὖν, ὡς ἐπαινουμένη μέν ἔστιν ἔνδεια  ἡ   ἑκούσιος,  ἥν μακαρίζει ὁ Κύριος πλήν ἀλλ’ ὁ ἐχέφρων λογισμὸς δύναιτ’ ἄν μεταγαγεῖν εἰς ἀρετὴν καί τὸ  ἀκούσιον ἀγαθὸν, τήν ἑκούσιον ὑπομονήν τῷ  συμβάντι ἀκουσίῳ συγκερασάμενος. Πολλοί μέν γάρ πτωχοί τῇ περιουσίᾳ, πλεονεκτικότατοι δέ τῇ προαιρέσει τυγχάνουσιν, οἷς οὐδεὶς ἔπεστι τῆς ἐνδείας μισθός.  καί πόθεν ἄν, φησί, γνώριμος γένοιτο  ἡ   τοῦ Λαζάρου προαίρεσιςς οὐδέν γάρ περί τούτων ὁ λόγος  ἡμῖν ἐσήμανε · καὶ μήν ἐξ αὐτῶν τῶν Εὐαγγελικῶν ῥημάτων τοῦτο ῥᾴδιον συνιδεῖν. Ἕλκεσι γάρ καὶ γυμνητεία, καὶ λιμῷ τετρυχωμένος, καὶ τοῦ πλουσίου τήν τρυφήν ὁσημέραι ὁρῶν, οὔτε τῆς βύσσου καί τῆς πορφύρας ἐν  ἐπιθυμίᾳ ἐγένετο, οὔτε περὶ τήν ποικιλίαν τῶν ἐδεσμάτων φαίνεται λιχνευσάμενος, ἄλλ’ ἐκ τῶν ψιχίων μόνον ἐπεθύμει δοῦναι τὸ  ἀναγκαῖον τῆς φύσεως ὄφλημα. «Ἀπέθανε δέ καί ὁ πλούσιος, καὶ ἐτάφη. ᾮχετο καὶ διόλωλεν ὁ λαμπρός τε  καί ἁβροδίαιτος, ὁ ἐν βύσσῳ καί πορφύρᾳ ὡραϊζομενος, ὁ ἐσθίων ἐρίφους ἐκ ποιμνίων, καί μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά. Ταῦτα δέ τά προφητικά · «Ὁ πίνων τὸν διϋλισμένον οἶνον, καὶ τά πρῶτα μύρα χριόμενος.» Σκόπει δέ, ὡς ἐπί μέν τοῦ πένητος, οὐκ ἐμνήσθη ταφῆς, ἐπί δέ τοῦ πλουσίου καί ταύτην συντέ ταχεν, ἀκολούθως  τοῦτο ποιῶν. Τὸ  μέν γάρ Λάζαρον εἰκὸς ἀκηδέστως ῥιφῆναί που ἄταφον. Τίς γάρ ἄν προσηκούσης ὁσίας  ἠξίωσε, τὸν μηδέ ψιχίων ἄξιον νομιζόμενον ; Τῷ  πλουσίῳ πολλοὶ μέν οἱ ἐπί τῇ ἐκφορά προπομπεύοντες, πολλαὶ δέ θρηνῳδοὶ τάς οἰμωγάς ἐπιτείνουσαι· λάρναξ δέ τὸν νεκρὸν ἐπικρύπτουσα, καὶ  ἡ   κηδεία λαμπρά, καὶ τὸ  τοῦ Δαβίδ εἰς  τὸν αἰῶνα.» Καί ἐν  τῷ  ᾅδη ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ ὑπάρχων ἐν  βασάνοις, ὁρᾷ τὸν Ἀβραάμ ἀπὸ  μακρόθεν, καὶ Λάζαρον ἐν  τοῖς κόλποις Ἀβραάμ, καὶ Πάτερ Ἀβραάμ,  ἐλέησον μέ, καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ  ἄκρον τοῦ δακτύλου ὕδατος, καί καταψύξῃ μου τήν  γλώτταν, ὅτι  ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτη, «Ἐνταῦθα τῷ λόγῳ γενόμενος, ὥσπερ ἀπό τινος σκοπιᾶς ὑψηλῆς πολύν ὁρῶ δογμάτων βυθὸν, πρὸς ὅν διανήξασθαι τέθηπα, δεδοικώς μή τῷ τῶν νοημάτων ἀπεράντῳ  ἡ  ἀδρανής ἡμῶν  διάνοια ὑποβρύχιος γένηται. Ταῦτα δέ φημι πρὸς  ἐκεῖνο βλέπων, τίς οὗτος ὁ θρυλλούμενος ᾅδης, παρά τε  τῆς θείας Γραφῆς, καὶ τῶν ἔξωθεν· πῶς δέ ὑπῆρχεν ἐν  βασάνοις ὁ πλούσιος πρὸ τῆς κοινῆς ἀναστάσεως, τίς δέ  ἡ   τοῦ ὕδατος σταγών  ἧς ἐπιδεής ὀδυνώμενος γίνεται. Ποίους δέ ὀφθαλμούς ἐπαίρει ἐν  τῷ  ᾅδῃ ὁ πλούσιος,  ἤ  ποίαν γλώσσαν καταψυχθῆναι διά τῆς ἐπιστάξεως τῆς σταγόνος ἐπεθύμει, τῶν τῆς σαρκὸς αὐτοῦ μελῶν φθειρομένων ἐν  τῷ  τάφῳ * πῶς δέ τῆς φλογὸς ἐπῃσθάνετο τὸ  ἀσώματον * πῶς δέ, φησίν ὁ Ἀβραάμ , ὅτι  « Ἀπέλαβες τά ἀγαθά σου ἐν  τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τά κακά, «ὥσπερ χρεωστουμένων  ἡμῖν ἀγαθῶν καὶ κακῶν. Καί τί τὸ χάσμα ἐκεῖνο τὸ  διεῖργον τὸ  ἀγαθὸν ἐκ τοῦ χείρονος, καὶ κωλύειν ἰσχῦον τήν τοῦ ἀσωμάτου διάβασιν. Ταῦτά ἐστι πρὸς  ἅ βλέπων ὁ νοῦς ἰλυγγιᾷ, καί τῆς ἰδίας νωθείας καταψηφίζεται. Ὅμως τῷ  κυβερνήτῃ Θεῷ τὸ  τοῦ ἡμετέρου λόγου πηδάλιον ἐγχειρίσαντες, καὶ συνεργούς τάς ὑμετέρας λαμβάνοντες εὐχάς,  τοῦ  πελάγους κατατολμήσωμεν. Φαμέν οὖν ἐπακολουθοῦντες τή δόξη τῶν ταῦτα προεξετασάντων Πατέρων, ὡς σωματικώτερον μέν ὁ Σωτήρ ἐκτίθεται τὸ  διήγημα, πολλάς δέ ἐγκατα σπείρει δογμάτων ὑψηλῶν ἀφορμάς τοῖς προσέχουσιν ἐξεταστικώτερον. ᾏδης μέν λέγεται  ἡ   ἐκ τοῦ ὁρωμένου πρὸς  τὸ  ἀειδές, καὶ ἀθέατον κατάστασης τῆς ψυχῆς. Οὐδέν γάρ ἄλλο οἱ παρά τε τῶν ἔξωθεν, καὶ τῆς θείας Γραφῆς σημαίνει τό ὄνομα τοῦτο, ἐν ᾧ τὴν ψυχὴν γίνεσθαι λέγουσιν ἀπολυθεῖσαν τοῦ σώματος. Διά δέ τῶν ἑξῆς μέγα τὸ δόγμα ἕοικεν ὑποδεικνύειν τὸ  Εὐαγγέλιον · προειπών γάρ πρὸς τὸν πλούσιον ὁ πατριάρχης, «Ἀπέλαβες τά ἀγαθά σου ἐν  τῇ ζωῇ σου, καὶ Λάζαρος τῶν κακῶν μετουσίαν, εἴτα ἐπαγαγών περί τοῦ διατειχίζοντος, χάσματος, τοῦτο ἕοικεν ὑπογράφειν τῷ  λόγω. Ἐπειδή τῆς μονοειδοῦς καὶ μακάριας ζωῆς τῆς ἐν  μόνῳ τῷ καλῷ θεωρούμενης ἀπολισθήσας ὁ ἄνθρωπος τοῦ συνθέτου ξύλου ἐνεφορήθη, καὶ θάνατος τῇ λαιμαργίᾳ ἐπηκολούθησε, καὶ διπλή γέγονεν ἡμῶν   ἡ   ζωή, ἥ τε  ὐκύμορος αὕτη, καὶ ἀΐδιος, ἀκολούθως ὀφείλομεν μετασχεῖν τοῦ λυποῦντος ἐν  μέρει, καὶ εὐφραίνοντος. Ὅσοι μέν οὖν διαχριτικῷ τε  καί σώφρονι λογισμῷ τήν ἑαυτῶν ζωήν διεξάγουσιν, ἐν  τῷ βραχεῖ τούτῳ  βίῳ τὸ τῆς ἀρετῆς ἐπίπονον ἐκλεξάμενοι, τῷ  ἐφεξῆς αἰῶνι τὸ  ἀγαθὸν ταμιεύονται. Οἱ δέ τὸ   ἡδὺ κατά τήν ἐπικηρόν ταύτην ζωήν ἑλόμενοι, καὶ μετανοία τήν ἀβουλίαν μή θεραπεύσαντες, ἄβατον ἑαυτοῖς μετά ταῦτα τήν τῶν ἀγαθῶν μετουσίαν ἐργάζονται, καθάπερ τί βάραθρον ἀχανές τε, καὶ ἀπαρόδευτον ἑαυτοῖς διαῤῥήξαντες. Τοῦτο ἐστι τὸ  χάσμα, ὅπερ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ’ ἡ παρά τὸν βίον κρίσις πρὸς  τάς ἐναντίας προαιρέσεις διασχισθεῖσα ποιεῖ. Διά τοῦτο δεόμενος ὁ πλούσιος μικρᾶς ῥανίδος ἐλέους τυχεῖν, οὐκ εἰσακούεται, οὐχ ὅτι  ζημίαν ἔφερεν  ἡ   μία σταγών τῇ μεγάλη τοῦ παραδείσου πηγῇ, ἀλλ’ ὅτι   ἡ   τῆς ἀρετῆς ῥανίς, ἀμίκτως ἔχει πρὸς  τήν τῆς κακίας ῥοπήν · «Τίς γάρ κοινωνία φωτὶ πρὸς  σκότος;» Οὕτω νοητέον καὶ τήν διασμήχουσαν φλόγα τὸν πλούσιον. Ἡ γάρ στέρησις τῶν ἀγαθῶν ὧν κατατρυφῶσιν οἱ δίκαιοι τοῖς ἁμαρτωλοῖς φαινόμενη φλὸξ γίνεται τήν ψυχήν ὑποτύφουσα, ῥανίδος τινὸς ἐκ τοῦ πελάγους τῶν τούς δικαίους περικλυζόντων ἀγαθῶν δεομένην, καὶ  οὐ τυγχάνουσαν. Ὀφθαλμῶν δέ καὶ γλώττης μνησθείς καὶ δακτύλου, ἐπειδή μέλλει  ἡ   ψυχή τοῖς καθήκουσι χρόνοις τὸ  ἴδιον σῶμα λαβεῖν (ἐπιγινώσκειν δέ καὶ νῦν ἑκάστην ψυχήν τὸ  ἴδιον σῶμα λέγεται. Κἄν εἰς  τά στοιχεῖα, ἐξ ὧν συνέστηκε λέλυται), τὸ  δυνάμει μέν ὄν, ἐνεργείᾳ δέ γενησόμενον προσεδήλωσε. Λείπεται οὖν ἡμᾶς ἐκεῖνο ζητήσαντας μαθεῖν, πῶς ὁ ἐν  τῇ τοιαύτῃ σμηχόμενος συμφορᾷ, φροντίδα ποιεῖται τῶν ὑπὸ  γῆς κατά γένος προσηκόντων αὐτῷ · φησι γάρ πρὸς  τὸ ν πατριάρχην. Ἐρωτῶ σε, Πάτερ, ἵνα πέμψης αὐτὸν εἰς  τήν οἰκιάν τοῦ πατρός μου,  ἔχω γάρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μή καί αὐτοί ἔλθωσιν εἰς  τὸν τόπον τῆς βασάνου,» Καὶ Ἀβραάμ εἰπόντος, ὡς ἀρκεῖ τούτοις  ἡ   ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν χειραγωγία · «Ἔχουσι γάρ, φησί, Μωσέα καὶ τούς προφήτας.  «Ἔτι προσελιπάρει πειθανώτερον γενήσεσθαι αὐτοῖς λέγων, τήν τοῦ νεκροῦ ἀναβίωσιν. Τὶ οὖν ἐν τούτοις δόγμα μανθάνομεν; Ἐπειδή ὁ μέν Λάζαρος, ὡς ἐν λιμένι καθορμισθεὶς ἄσχολος  ἦν πρὸς  οὐδέν τῶν ἐν  τῇ γῇ ὅλως ἐπιστρεφόμενος;  τίνος γάρ ἄν καὶ ἐμνήσθη μηδενὸς ἀπολαύσας τῶν κατά τὸν βίον ἡδέων; Ὁ δέ πλούσιος τῇ τρυφῇ ἐναποθανών ἔτι καθάπερ τινὶ κόλλῃ τῇ σαρκίνῃ ζωῇ, καί μετά θάνατον ἴσχετο · ἔτι γάρ αὐτῷ διά φροντίδος  ἦν  ἡ   ἠδυπάθεια τῆς σαρκὸς, καί τοῦ αἵματος. Δι' ὧν γάρ τῶν καθ’ αἵμα προσωκειωμένων ἐμνήσθη, δῆλος  ἦν μήπω τῆς σαρκίνης ἀπολυθείς προσπαθείας. Διά τοῦτο γάρ φησι καί πέντε εἶναι τούς κοινωνοῦντας αὐτῷ  τοῦ γένους ὡς διαιρούμενης πενταχῆ τῆς αἰσθήσεως. Δείκνυσι τοίνυν διά πάντων ὁ Κύριος, ὡς εἴ τις ὅλως δι’ ὅλου ἀποσαρκωθείῃ τῇ διανοίᾳ πάσαν ψυχῆς κίνησιν, καὶ ἐνέργειαν ἐν  τοῖς θελήμασι τῆς σαρκὸς ἀσχολῶν, ὁ τοιοῦτος οὐδέ τῆς σαρὸδς ἔξω διά θανάτου γενόμενος, τῶν κατ’ αὐτήν παθημάτων χωρίζεται, ἀλλ’ ὡς ἰξῷ τινι τῇ τῆς ἡδυπαθείας συνηθείᾳ ἐνίσχεται. Διά τούτων οὖν παιδευθέντες, ἀγαπητοί, σπουδάσωμεν διά τῆς κατ’ ἀρετὴν ζωῆς χωρίζεσθαί πως, καὶ ἀπολύεσθαι τῆς πρὸς  τά γήϊνα σχέσεως, ἵνα μετά θάνατον μή φέρωμεν τά λείψανα τῆς σαρκώδους ζωῆς, οἷά τινα γλυώδη πηλὸν καί ἐχέκολλον, ἀλλά καθάπερ τινὸς δεσμοῦ περιῤῥαγέντος  τοῦ  σώματος, κοῦφος, καί ἄνετος τῇ ψυχῇ ὁ πρὸς  τὸ  ἀγαθὸν γένηται δρόμος, οὐδέ μιᾶς αὐτήν σαρκίνης ἀχθηδόνος πρὸς ἑαυτήν ὑφελκούσης, καί οὕτως ἔσται διά παντὸς δυνάμει μέν συνημμένῃ τῷ  ἀγαθῷ Θεῷ, ᾧ πρέπει δόξα, καὶ αἴνεσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.