logo

Θεοφάνους Κεραμέως

Ὁμιλία Θ΄- (Κυριακή ΣΤ΄ Λουκᾶ)

 

Εἰς τό «Ἐλθόντι τῷ Ἰησοῦ

εἰς τῇ ν χώραν τῶν Γαδαρηνῶν ὑπήντησεν αὐτῷ ἀνήρ τις

ἐκ τῆς πόλεως,  ὅς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν»

(J.-P. Migne, Patrologia Graeca, t. 132, 272Α-282Β)

 

 

Ἐνέχει μου τήν γλῶτταν  ἡ  νόσος τοῦ σώματος, λύει δέ ταύτην  ὁ  πόθος τοῦ τῆς Ἐκκλησίας πληρώματος.  Οἱ  πόνοι σιγᾷν ἀναγκάζουσι, τὸ φίλτρον λαλεῖν ἀναπείθει μέ, καί μοί παρηγορία τῆς νόσου  ἡ  πρὸς ἡμᾶς ὁμιλία καθίσταται. Τοιοῦτον  ἡ  ἀκραιφνής ἀγάπη · τῶν μέν ἔξωθεν προσπιπτόντων ὑπερφρονεῖ, πρὸς  δέ τὸ φιλούμενον ἀφορῶσα  ἡδύνεται. Ἀλλ’ ἐπειδή οὐκ ἔστιν εἰς  κόρον τῷ  πόθῳ χαρίσασθαι  καὶ τοσούτοις μεθ’ ὑμῶν ἐντρυφῆσαι λόγοις ὅσον  ἡ  προθυμία βούλεται, κἄν ὀλίγα τινά φθεγξώμεθα, καὶ τῇ νόσῳ, καὶ τῇ ἀγάπῃ χαριζόμενοι τήν μέν τῇ  μακρηγορία μή καταξαίνοντες, τήν δέ μά-κροτέρα σιγῇ μή ἀμβλύνοντες. Ἔστω δέ τῆς  πρὸς   ἡμᾶς  ὁμιλίας λαβή σήμερον  ἡ  ἀναγνωσθεῖσα τοῦ Εὐαγγελίου φωνή.

 «Τῷ  καιρῷ ἐκείνῳ ἐλθόντι τῷ Ἰησοῦ εἰς  τήν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ  ἀνήρ τις ἐκ τῆς πόλεως, ὅς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν. Καὶ Μᾶρκος  ὁ  θεῖος, καὶ Ματθαῖος συνεγραψάτην ἄμφω τὸ θαῦμα τουτὶ ἀλλήλοις δέ διαπεφωνήκατον, ὡς δοκεῖ. Συνῃδέτην δέ παντῇ  Μᾶρκος τέ καὶ Λουκᾶς. Ματθαῖος μέν  ἐν  Γεργεσηνοῖς τὸ θαῦμα τοῦτο γενέσθαι καὶ δύο τούς κορυβαντιῶντας φησι. Μᾶρκος καὶ Λουκᾶς  ἐν  Γαδαρηνοῖς,  ἕνα δέ τῶν  ὑπὸ  δαιμόνων παράφορον. Ἀλλ'  ἡ  δοκοῦσα διαφωνία θορυβησάτω μηδὲν τὀν ἀκροατήν. Ἥτε γάρ χώρα τῶν Γεργεσηνῶν, καί ἡ τῶν Γαδαρηνῶν ἡ αὐτή ἐστιν, ὡς ἀπό τοῦ  διά τούτων σημαινόμενου μανθάνομεν.

Ἀμφοτέρα γάρ οἶκον προαστείων σημαίνουσι, μεταμειβομένης τῆς Ἑβραΐδος εἰς  τήν Ἑλλάδα φωνήν. Tὸ δέ δύο τούς δαιμονῶντας εἰπεῖν τὸν Ματθαῖον,  ἕνα δέ τούς λοιπούς, ἐναντιοφωνίαν οὐδεμίαν ἐνδείκνυται. Ὁ μέν γάρ ὑποστάσεις τῶν πεπονθότων  ἠκρίβωσεν, δέ τὸ ταὐτὸν τῆς φύσεως συναγαγόντες εἰς  ἕν περὶ τὴν τοῦ ἀριθμοῦ ἀκρίβειαν οὐκ ἐφρόντισαν. Οὕτω καί  ἐπὶ τῶν ἰαθέντων τυφλῶν  ἐν  τῇ  Ἱεριχῷ. Ὁ μέν Ματθαῖος δύο λέγει τούς ἀλαούς,  ἕνα δέ ὁ Μᾶρκος, καί ὁ Λουκᾶς. Καί καινόν οὐδέν, οὐδέ ἄπορον. Καὶ γάρ καὶ ὁ κοινὸς τῆς ἐλευθερίας λόγος τοιαύτην πολλάκις ἔχει συνήθειαν ἑνικῷ ἀριθμῷ πλῆθος σημαίνεσθαι. Φαμέν γάρ, ὡς ἦλθεν ὁ  Θεὸς  σῶσαι τὸν ἄνθρωπον, καί τὸ ἀπολωλὸς ἐζήτησε πρόβατον, διά τῆς ἑνικῆς σημασίας τήν ὅλην φύσιν τῶν ἀνθρώπων σημαίνοντες. Εἶχε μέν  οὖν  ὁ ἄθλιος ἄνθρωπος ἐφ' ἱκανοῖς ἔτεσι τά δαιμόνια, καὶ ἱμάτιον οὐκ ἐνεδίδυσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ' ἐν τοῖς μνημεῖοις. Ἄθρει δέ πόση τοῦ κακοῦ  ἦν  ἡ ἐπίτασις. Ἦρκει μέν γάρ δαιμόνιον ἕν κατατρέχειν τὸν δείλαιον, τὸ δέ καί πολλά κατοικεῖν,  ἐν  αὐτῷ καθάπερ  ἐν  σίμβλῳ τά σμήνη τῶν μελισσῶν, ποίαν  οὐχ  ὑπερβέβηκε συμφοράν ; τὸ δέ καί λεγεῶνα εἰπεῖν, ἄλλην προσθήκην κακοῦ· λεγεών γάρ  ἡ  ἐπίλεκτος λέγεται στρατιά · δηλοῖ δέ τούς ἀπηνεστέρους δαίμονας, καί κομιδῇ πονηρούς. Περιστροβοῦντες  οὖν  ἤλαυνον τὸν ἄθλιον ἄνθρωπον  ἀπὸ  τῆς πόλεως εἰς τάς ἐρήμους, καὶ εἰς  τά χαρώνεια γυμνοῦντες τῆς ἀμπεχώνης τά δεσμά διαῤῥήσσοντες, ὡς ὀργάνοις χρώμενοι ταῖς ἐκείνου κατ' ἐκείνου χερσίν. Ἄλλα τί δή περισκοποῦντες  οἱ  δαίμονες εἰς  τά μνημεῖα τούς ἄνθρωπους ἐλαύνουσιν, ἀναγκαῖον ἴδειν.  Οἱ  τῇ  σοφίᾳ τῆς πλάνης, καὶ ταῖς ἐξ αὐτῆς φλυαρίαις ὥσπερ καρηβαρήσαντες, οὐδέ τοῦτο εἰπεῖν κατωῤῥώδησαν, ὡς αἱ τῶν κατοιχομένων δαίμονες γίνονται.

Ταύτην  οὖν  τήν δυσσεβῆ δόξαν βεβαιοῦν  οἱ  δαίμονες σπεύδοντες, τούς ἀπ' αὐτῶν κορυβαντιώντας εἰς  τά χαρώνεια συνελαύνουσιν.

< Ἰδών δέ τὸν Ἰησοῦν, καὶ ἀνακράξας φωνῇ μεγάλη εἶπε · Τί ἐμοὶ  καὶ σοί, Υἱέ τοῦ Θεοῦ τοῦ ὑψίστου; μή μέ βασανίσῃς. Ἄξιον ἀπορῆσαι, πόθεν τοῖς δαίμοσιν  ἡ  πρόγνωσις προσεγένετο · οὐ γάρ πιστευτέον ἔχειν αὐτούς ταύτην οἴκοθεν της θείας δόξης ἀποῤῥαγέντας, καὶ σκότος ἀντί φωτὸς χρηματίσαντας. Ἤ πάντως κατ’ οἰκονομίαν τινά σοφήν, καὶ εὐμήχανον, ὡς ἄν καί ἐκ τῆς τῶν ἐχθρῶν μαρτυρίας τὸ μεγαλεῖον τῆς τοῦ Θεοῦ δόξης ὀφθῇ· θεία γάρ τις ἀοράτως τούς μαστιγίας ἐδάμαζε δύναμις, ἡ καὶ ταῦτα λέγειν καταναγκάζουσα.

«Καὶ παρεκάλουν αὐτὸν,  ἵνα  μή ἐπιτάξῃ αὐτοις εἰς τήν ἄβυσσον ἀπελθεῖν·»  ᾕδεσαν, γάρ, ὡς, οὕς ἐκ τῶν ἄλλων ἀπήλασε δαίμονας, εἰς  τήν ἄβυσσον τῷ παναλκεῖ λόγῳ παρέπεμψεν. Ὡς  οὖν  ἑτέρων ἤδη προαποσταλέντων τὸ πράγμα καταπεφρίκασι καὶ τήν  ἡτοιμασμένην αὐτοῖς βάσανον ἄκοντες ἐμαντεύσαντο, κἀκείνης προκρίνουσι τήν εἰς τούς χοίρους εἰσέλευσιν.

« Ἦν γάρ ἐκεῖ, φησί, ἀγέλη βοσκομένων χοίρων, καί παρεκάλουν αὐτὸν  ἵνα  ἐπιτρέψῃ αὐτοῖς εἰς  ἐκείνους εἰσελθεῖν · καὶ ἐπέτρεψεν αὐτοῖς. » Ἐπάξιον τῆς αὐτῶν οὐσίας ἐζήτησαν οἰκητήριον · ὡς γάρ δυσώδεις ὄντες τὸ χαῖρον τῇ  δυσωδίᾳ ζῶον  ἠγάπησαν.Ἐπισημήνασθαι οὖν κἀκεῖνο εἶναί που χρήσιμον ὡς οὐδέ ζώων ἀλόγων καταξουσιάζειν ἐστί τούτοις ἀλκή, μή τῆς θείας ψήφου ἐπινευούσης.  Ἀλλ’  οἱ  τῇ ματαίᾳ σοφίᾳ κατασαπέντες, καὶ καθ' ἡμῶν τάς ἑαυτῶν γλώσσας ὡς μάχαιραν θίξαντες, καί ταῖς ἑαυτῶν εὐγλωττίαις συνηγοροῦντες  τῷ  ψεύδει, καὶ τήν ἀπάτην κατακαλλύνοντες, ἀνατρέψαι τὸ θαῦμα τοῦτο ἐπιχειρήσαντες, εἰς  ἄτοπον τὸ τῆς ἱστορίας ἐμβαλεῖν ἐπειράθησαν. Φασί γάρ " Πῶς ὁ Ἰησοῦς τῶν δαιμόνων ἐχθρῶν ὄντων ἐπλήρου τήν ἀντιβόλησιν ἐπιτρέψας αὐτοῖς τήν εἰς τούς χοίρους εἰσέλευσιν; ποῦ δέ καὶ συῶν ἀγέλη κατά τήν Ἰουδαίαν ἐγένετο  τοῦ  Μωσαϊκοῦ νόμου μηδέ ἐπιθιγγάνειν χειρὶ χοίρων, ὡς ἀκαθάρτων κελεύοντος ; Κἄν δῶμεν φέρειν τήν Παλαιστίνην συβώσια, εἰς  ἀντιπαράστασιν τὸ τῆς ἐνστάσεως μεταφέροντες, πῶς οὐκ ἦν ἄδικόν τούς δεσπότας τῶν χοίρων τῶν ἰδίων στερίσκεσθαι; Ἔστι τά τῆς ἀπορίας κομιδῇ γέλωτος ἄξια. Ταύτῃ τοι καὶ μάλα εὐφρόνως ἡμεῖς τήν συκοφαντίαν ἀποκρουόμενοι τοῦτό φαμεν · ὡς εἰ μή ἐπέτρεψεν εἰς  τούς χοίρους εἰσδύναι τούς δαίμονας, ἄδηλον  ἦν τοῖς πολλοῖς ὅπη μετέστησαν, καὶ τοῖς κατηγόροις τῆς ἀληθείας λέγειν ἐδέδοτο, ὡς οὐκ εἰς τήν ἄβυσσον ᾤχοντο, ἄλλ' ἴσως εἰς  ἕτερον ἄνθρωπον, καὶ οὐδεμία  τοῦ  θαύματος ὄνησις. Καὶ ὥσπερ ἄν εἰ τίς λωποδύτης ἐκ λόχου τινός διωχθείς ἄπεισιν,  ἐν ἑτέρῳ λόχῳ τά τῆς ληστείας ἐπιδειξάμενος. Δηλοποιεῖ γοῦν ἐκ τούτων, ὡς  οὐχ  οἷοί εἰσιν ἀντιστῆναι τῷ ἐπιτάγματι. Ὅτι δέ  ἐν  Ἰουδαίᾳ  ἦσαν ἀγέλαι συῶν, δῆλον ἐκ  τοῦ  πᾶσαν εἶναι τήν Παλαιστίνην Ῥωμαίοις ὑπόφορον. Τοῖν γάρ Ἡρώδοιν ἀμφοῖν  τῷ τέ υἱῷ, καὶ τῷ  υἱωνῷ Ἀντιπάτρου τοῦ Ἕλληνος τῆς Ἰουδαίας τήν ἀρχήν ὁ Καῖσαρ ἐνεχείρησε, καὶ τὸν Ἕλληνα Πιλάτον ἡγεμόνα, καὶ δικαστήν ἐξαπέστειλεν. Ἀκόλουθον τοίνυν νοεῖν, ὡς ἦσαν Ῥωμαϊκοῦ στρατοῦ τά συβώσια,  ἥκιστα στοιχούντων ἔθεσιν Ἰουδαϊκοῖς. Ἀλλ’ οὐδέ τούς δεσπότας τῶν χοίρων ἠδίκησε · τήν δέ ἀδικίαν ἐκόλασεν, ἔργῳ διδάξας μή καταχραίνειν τήν Ἰουδαίαν ζώοις μιαροῖς, οἷς καὶ τό  ἐφάψασθαι ὁ νόμος ἀπείπατο. Τιμᾷ γάρ τέως τά παλαιά,  ἵνα  μή δόξῃ τοῦ Μωύσεως ἀντίθετος.

 Ἐξελθόντα δέ τά δαιμόνια  ἀπὸ  τοῦ ἀνθρώπου, εἰσῆλθον εἰς  τούς χοίρους, καί ὤρμησεν  ἡ  ἀγέλη κατά τοῦ κρημνοῦ εἰς  τήν λίμνην, καὶ ἀπεπνίγη. Ἡ μέν  οὖν  ἀγέλη ἐξοιστρηθεῖσα, καί κατά τοῦ κρημνοῦ κυβιστήσασα, γέγονεν ὑποβρύχιος ·  Οἱ  δέ συβῶται ᾤχοντο  πρὸς  τήν πόλιν, αὐτάγγελοι  τοῦ  δράματος γενησόμενοι. Ἡμεῖς δέ ἀποχρώντως τά τῆς Ἱστορίας ἀφηγησάμενοι, τῶν αὐτῆς ἀδύτων εἴσω γενώμεθα. Ὑπογράφει  οὖν  ἡ  τῆς ἱστορίας ἀφήγησις τήν τοῦ πρωτοπλάστου παράβασιν, καὶ τήν εἰς τήν ἁμαρτίαν κατάπτωσιν, καὶ τήν τῶν δαιμόνων μετά τῆς κακίας ἐξάλειψιν. Τήν συμβουλήν γάρ ἐκεῖνος  ἐνασμενίσας  τοῦ  δαίμονος, ἀπελαύνεται μέν, ὡς οὗτος ὁ  δαιμονῶν τῆς μακαρίας πόλεως τῆς Ἐδέμ, ἐκδύεται δέ τῆς ἀφθαρσίας τὸ ἄμφιον, καί  ἧν  ἐν  μνήμασι κατοικῶν, θνητὸς δηλονότι γενόμενος. Διέῤῥηξε καί τάς πέδας τῶν ἁλύσεων ἀλογῶν, τὸν γάρ τοῦ Θεοῦ νόμον, καὶ τάς δοθείσας ἐντολάς κατά διαφόρους καιρούς εἰς  σωφρονισμὸν τῆς φύσεως, ὡς μή ἐφάλλοιτο  πρὸς  ἀτάκτους ὁρμὰς διαῤῥήσσων ὁ ἄνθρωπος πρὸς  τάς ἐρήμους τῆς ἀσεβείας ἀλᾶται, ἵνα περ  ἦσαν αἱ χοιρώδεις νομαί. Ἀλλ’ ᾤκτειρε τὸ ἐξ ἀμελείας πτῶμα ἐξ ἐμφύτου γαληνότητος  ἡ  πανάγαθος φύσις, τήν ἐπί τὸ χεῖρον μεταβολήν τῆς λογικῆς φύσεως ἐλεήσασα, καὶ τήν ἡμετέραν ὑποδύσα πτωχείαν,  ἠφάνισε τήν ἐκ τῶν δαιμόνων παραφοράν, ἵνα  μηκέτι νομίζωνται Θεοί τά δαιμόνια. Καί  ἡ  μέν δυσώδης ἁμαρτία,  ἧς σύμβολον  οἱ   τῷ  βορβόρῳ χαίροντες χοῖροι μετά τῶν δημιουργῶν αὐτῆς δαιμόνων ἀποπνίγεται  τῷ  ὕδατι τοῦ βαπτίσματος. Ἡ δ’ ὑπ’ αὐτῶν ἐκβακχευθεῖσα φύσις σωφρονοῦσα τήν πρώτην ἀπολαμβάνει καθαρῶς ὀλβιότητα. Ἀλλά τί πρὸς  τά κοινά βαδίζω τῆς φύσεως; Δεῦρο δή ἕκαστος ἡμῶν, ὅσοι καθάπερ  ὑπὸ  δαιμόνων τῶν παθῶν τυραννούμεθα εἰς  ἑαυτούς τήν ἱστορίαν ἐπισπασώμεθα.  Ἀληθῶς γάρ λεγεῶνι δαιμόνων συνέχεται ὁ πλήθει ἁμαρτιῶν βαρυνόμενος, ἀμέλει καί  ὑπὸ τῆς συνηθείας τῶν φαύλων πράξεων ἐλαυνόμενος τῆς μέν τῶν ἀρετῶν ἐξάγεται πόλεως, ὑπερπηδᾷ δέ τήν οἰκίαν ἡμῶν, τήν Ἐκκλησίαν φημί, καὶ καθάπερ δεσμούς ἀποτίθεται τάς τοῦ  Θεοῦ ἐντολάς τῶν τῆς σωφροσύνης ἀμφύων ἀποδυόμενος, καὶ γυμνὸς, οἴμοι, πράξεων ἀγαθῶν ἀσχημόνως ἐφάλλεται, τῇ  ἀπραξίᾳ τῶν ἐναρέτων ἔργων, ὡς  ἐν  μνήμασι κατοικῶν, νεκρὸς τῆς κατά Θεόν πολιτείας γενόμενος

Ὅτι δέ τά πάθη ἐκβακχεύει τὸν ἄνθρωπον, καὶ ποιεῖ αὐτὸν μαίνεσθαι, ἐννόησον τούς  ὑπὸ  φθόνου τηκομένους, τούς τῶν ἀλλότριων δεμνίων δριμεῖς, καὶ λυσσώδεις ἔρωτας. Τὸ δέ τῆς ὀργῆς πάθος, καὶ τῶν θυμουμένων ἀσχημοσύνη, ἀτέχνως τῶν δαιμονώντων οὐκ ἀπολείπεται. Εἶδον ἐγώ πότε θυμούμένον ἄνθρωπον πέρα  τοῦ  δέοντος, καί τήν φύσιν ἡμῶν ἐταλάνισα. Ὀφθαλμοί μέν γάρ ὑπέρ τήν τῶν βλεφάρων περιγραφήν ἐξωθοῦντο, ὕφαιμόν τι, καί δρακοντῶδες δεδορκότες  πρὸς  τὸν λυπήσαντα, ἄσθματι δέ πυκνῷ τά σπλάγχνα συνείχετο· διοιδοῦσαι δέ ὁρῶντο  τοῦ  αὔχενος αἱ φλέβες, καὶ ἡ  γλώσσα δεινῶς, ἐπαχύνετο, καὶ ἡ  φωνή στενουμένης τῆς ἀρτίας ὀξύνετο, καί τά χείλη τῇ  ὑποσπορᾷ τῆς χολῆς ἐπήγνυτο πελιδνούμενα, ὡς μηδέ τὸ ἐν τῷ στόματι σύελον περί κρατεῖν δύνασθαι, ἀλλά τὸν ἀφρὸν συνεκβάλλειν ταῖς ὕβρεσι. Χεῖρες δέ καί πόδες ἄστατοι,καὶ βρασμός ὅλος  τοῦ  σώματος. Ἄρα οὐ κοινά ταῦτα τῶν δαιμονώντων καί τῶν θυμουμένων; Δεηθῶμεν οὖν  τῷ  πάντα δυναμένῳ Θεῷ ἀπαλλάξαι  ἡμᾶς, τῶν τοῖς δικαίοις ἐπηγγελμένων ἀγαθῶν, ὧν γένοιτο πάντας  ἡμᾶς  ἐπιτυχεῖν  ἐν  Χριστῷ  Ἰησοῦ τῷ  Κυρίῳ  ἡμῶν, ᾧ  ἡ  δόξα εἰς  τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.