logo

Θεοφάνους Κεραμέως

Ὁμιλία I΄- (Κυριακή Z΄ Λουκᾶ)

 

«Περί τῆς θυγατρός τοῦ ἀρχισυναγώγου,

 καί περί τῆς αἱμοῤῥοούσης»

 

(J.-P. Migne, Patrologia Graeca, t. 132, 282C-292C)

 

 

Διπλήν ἡμῖν σήμερον ἀφηγήσατο θαυμάτων διήγησιν  τὸ  Ἱερόν Εὐαγγέλιον· μᾶλλον δὲ  κατὰ πολὺ τῶν προγεγονότων ὑπὸ  Χριστοῦ τεραστίων τοῦτο παραδοξότερον, ὅσον τοῦ  μογιλάλον θεραπευθῆναι, ἢ παρειμένον, ἢ ἀλαόν, ἢ παράφορον,  τὸ  ἐκ νεκρῶν ἀναβιῶναι θαυμασιώτερον. Νῦν δὲ πρώτως τῶν νεκρῶν θαυματουργεῖ τῇν ἀνάστασιν τῆς Ἰαείρου θυγατρὸς ἀπαρξάμενος, ταύτην τῇν παρθένον λαμβάνει πρωτόλειον, καὶ  τὸν Ἅδην αἰχμαλωτίζειν ἀρξάμενος, μάλα γὲ ἀκολούθως τοῦτο ποιῶν· ἐπειδὴ καὶ τοῦ θανάτου παρείσδυσις ἐκ τῆς παρθένου Εὔας ἐγένετο. Ἀλλά τῇν ἱεράν δέλτον ἀναπτύξαντες, αὐτῶν τῶν ρημάτων ἀκούσωμεν.

«Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, ὀνόματι Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς Συναγωγῆς, καὶ πεσών παρὰ τοὺς πόδας τοῦ  Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς  τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτριον μονογενὲς τῷ αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. «Ἔπεστι μοι θαυμάσαι ἀρχο-μὲνῳ τῆς ἐξηγήσεως, ὅσον ἀρχῆθεν οἱ ἐξ ἐθνῶν πεπιστευκότες τοὺς Ἰουοαίους ὑπερηκόντισαν. Ὁ μὲν γὰρ ἑκατόνταρχος ἐκεῖνος οὕτως ἐτεθαῤῥήκει πιστεύσας, ὡς καὶ ἀπών ὁ Σωτῇρ οὐκ ἀδυνατεῖ  τὸν ἀσθενοῦντα παῖδα τῷ λόγῳ ἴασασθαι · διὸ καὶ ἔλεγεν · «Εἰπέ λόγῳ, καὶ ἰάθήσεται ὁ παῖς μου.  Ὁ δὲ παρών Συναγωγῆς ἄρχων Ἰάειρος εἴσω τῆς οἰκίας εἰσελθεῖν  τὸν δεσπότην παρακαλεῖ, οἰόμενος μὴ ἄλλως δύνασθαι τῇ παιδὶ τήν θεραπείαν ἐπαγαγεῖν. Ἦν γὰρ τῷ Ἰαείρῳ θυγάτριον μάλα καλόν,  τὸ  τῆς παρθενίας ἄνθος ἄχραντον φέρουσα, ὡς ἐν κάλυκι τηρούμενον ἄθικτον. Πολλὰ ἐν ὀλίγοις ὁ εὐαγγελιστής, περιέλαβε θρῆνον ὑφάνας τῷ διηγήματι «μονογενὴς φησὶν, ὑπῆρχεν ἡ παῖς> Ὁρᾷς  τὸ  βάρος τῆς συμφορᾶς, ὡς ἐν ὀλίγοις ὁ λόγος  τὸ  πάθος ἐξετραγῴδησε; τί γὰρ ἐν τούτοις ἐδήλωσεν ; Οὐκ ἦν ἐκείνης θανούσης εἰς ἕτερον τοὺς γονεῖς ἀπιδεῖν παιδίον, καὶ στῆσαι  τὸ  δάκρυον· μονογενὴς γὰρ ὁ τόκος · ἄλλα καὶ τὸ  δωδεκαετῆ τῇν παῖδα εἰπεῖν, αὐτὸ   τὸ  τῆς ἡλικίας ἐμφαίνει  τὸ  χαριέστατον · ὅτε  τὸν ὑμέναιον αἱ κὸραι φαντάζονται· καὶ νυμφίον ὡραῖον, καὶ παστάδα γαμήλιον, πολλαὶ δὲ  καὶ περὶ κάλλους ἐρίζουσαι τῇ φυσικῇ ὥρᾳ καὶ κομμωτικὰ τινὰ προστιθέασιν, ὡς ἂν τοῖς ὁρῶσιν ὀφθῶσι καλαί. Τάχα ποὺ καὶ μνηστῆρες ἐφοίτων πολλοί, καὶ ἅμιλλα ἦν τούτοις οὐκ ἀγεννής, τὶς ἂν προκριθεῖς γένοιτο τῆς παρθένου ἀνηρ· καὶ προμνήστριαι ἀμοιβαδόν εἰσιοῦσαι, καί ἄλλη ἄλλον νυμφίον ἐπὶ μέγα ἑξαίρουσα  τὸ  κῆδος ἔσπευοεν. Ἀλλά τὰς ἐπὶ τῇ κόρῃ ἐλπίδας ἡ νόσος διαδέχεται ἀπειλοῦσα  τὸν μετ' ὀλίγον ἔσεσθαι θάνατον.Ἴεται οὖν ὁ πατήρ τὰ σπλάγχνα τῷ πάθει φρυγόμενος, καὶ ζεούσῃ καρδίᾳ προσάγων τῷ Σωτήρι τῇν δέησιν. Δέχεται τήν ἱκεσίαν ὁ ἐπὶ σωτηρίαν τοῦ  κόσμου, παραγενόμενος. Ἒργῳ γὲ μήν τοῦ  ἀρχισυναγώγου τῇν ἀπιστίαν ἐπανορθούμενος δίδωσιν σχολήν ἑαυτῷ κατά τήν ὁδόν τῆς αἱμοῤῥοούσης τήν  ἴασιν, ὡς ἂν ἐπ' ἀδείας τοῦ  θανάτου τῆς κόρης κατακρατήσαντος, γένηται  τὸ  θαῦμα παραδοξότερον.

Ἐν δὲ  τῷ ὑπάγειν αὐτὸν, οἱ ὄχλοι συνέθλιβον αὐτὸν · καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπό ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον  τὸν βίον, οὐκ ἴσχυεν ἀπ’ οὐδενός θεραπευθῆναι. Σκόπει δὲ ὅσος ὄχλος παρείπετο, ὡς καὶ θλίβειν αὐτὸν στενουμένων τῶν ἀγυιῶν. Ἐν οἷς ἦν καὶ γύναιον αἵματος ἀμέτρου κεκακωμένον φορᾷ, ἡ τὰ προσόντα τοῖς ἰατροῖς ἀναλώσασα, καὶ κέρδος εὑραμένη μηδὲν ἦν γὰρ  τὸ  πάθος ἀνθρωπίνοις ἐπινοίαις ἀνήκεστον. Ἀπηρεικυῖα πρὸς πάντα βουλὴν βουλεύεται συνετῇν, προς  τὸν ἄμισθον ἰατρὸν ὀτραλέως δραμεῖν, ὡς ἁδρὸν μάλα μισθὸν τήν πίστιν κομίζουσα. Ἔλεγε γάρ, ὡς ἄλλος φησὶ εὐαγγελιστής, ὅτι, «Κἄν τῶν ἱματίων αὐτοῦ μόνον ἅψωμαι, σωθήσομαι. «Ἀλλά τίνος χάριν οὐ πρόσεισι φανερῶς, ὡς ἡ Χαναναία καὶ ἡ συγκύπτουσα ; Ἐπίσημος ἦν αὕτη καὶ γνώριμος τοῖς πᾶσιν, ἦν δὲ  τῷ νὸμῳ ἀκάθαρτος ἡ κατεχομένη αἱμάτων ῥοῇ, καὶ οὐκ ἦν αὐτοῦ θεμιτὸν ἐπιθιγγάνειν τινὸς ἱεροῦ. Φησὶ γὰρ ὁ νόμος· «Γυνὴ ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας, πᾶς ὁ ἁπτόμενος ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται. Δεδοικυῖα τοίνυν ποδῶν ἀχράντων ἐφάψασθαι, καὶ ἅμα κρύπτειν ἐθέλουσα, ἃ σωφρονοῦσαι γυναῖκες ἀνακαλύπτειν αἰσχύνονται, κλέπτειν τῇν σωτηρίαν ἐπινοεῖ. «Καὶ προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Ὢ τοῦ θαύματος! καινὸν τι τοῦτο θαυματουργίας εἶδος ὁ Δεσπότης ἐνδείκνυται, μήτε τῆς νοσούσης ἁψάμενος, μήτε λόγῳ θεραπεὺσας τῇν κάκωσιν, ἀλλά τῇ πίστει ἐπιμετρήσας  τὸ ἔλεος · προσῆλθε μετὰ πίστεως, καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτεν. Ὡς καλὸν ἡ πίστις ἰσχύειν παρασκευάζουσα ἐν ἡμῖν τῇν θεόδοτον χάριν ·  τὸ  δὲ  διψυχεῖν ἐπιζήμιον. Εἰ γὰρ καὶ ἱερὸν ἦν τοῦ ἀχράντου χιτῶνος  τὸ  ἱερώτατον κράσπεδον, ὡς θεοῦ σαρκὸς ἐφαπτόμενον, ἀλλ’ ἡ τῆς γυναικὸς πίστις προξενός τῆς χάριτος γέγονεν. Ἥψαντο γὰρ τῶν ἱματίων οἱ στρατιῶται κατά τὸν τοῦ πάθους καιρὸν  τὸν Ἰουδαϊσμὸν αὐτῶν κληροποιούμενοι, ἀλλ' οὐκ ὀνήσιμος ἡ πρόσαψις γέγονεν. Ἐξεταστικώτερον δὲ  ὁ ἱερὸς Μὰρκος ἐπεξηγησάμενος  τὸ  διήγημα · «Ἔγνω, φησί, τῷ σώματι, ὅτι ἰάθη ἀπὸ τῆς μάστιγος, « Τί τοῦτο δηλῶν ; Ὡς αἱ τοῦ  σώματος κακώσεις, οἷὰ τινες μάστιγες, ὡς ἐπίπαν ἐπάγονται ταῖς ἀτακτοῦσαις ψυχαῖς. Ὅτι δὲ ταῦτα ἀληθῆ, ὁ λόγος δείξει ἀμογητί · τῷ τὲ γὰρ θεραπευθέντι ἐν τῇ πενταρίθμῳ τοῦ Σολομῶντος στοᾷ, οὕτω φησὶν ὁ Χριστὸς · «Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ τι χεῖρον εἰς σὲ γένηται. »Καὶ τοῖς κεχραμμὲνῳ συνειδότι δεχομένοις τὰ ἅγια, φησίν ὁ Ἀπόστολος · Διὰ τοῦτο  ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς, καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί.> «Καὶ εἶπεν Ἰησοῦς · Τίς μου ἥψατο; Ἀρνουμένων δὲ  πάντων, εἶπεν ὁ -Πέτρος, καὶ οἱ σὺν αὐτῷ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σέ, καὶ ἀποθλίβουσι, καὶ λέγεις · Τίς μου ἥψατο; «Οὐκ ἔλαθε  τὸν καρδίας καὶ νεφροὺς ἐμβατεύοντα ἡ τῆς γυναικὸς ἐπαινουμένη κλοπή, οὔτε μὴν καλύπτει ταύτην σιγῇ." Πῶς οὖν ἄλλους μὲν θεραπεύων ἐχεμυθεῖν ἀπέστελλε, καὶ ἥκιστα λέγειν τινί, ἐνταῦθα δὲ  καὶ θριαμβεύει τὸ  γεγονὸς ; Λίαν προσηκόντος τοῦτο ποιεῖ · ὁμοῦ τε γὰρ δείκνυσι τῇ γυναικὶ ὡς οὐκ ἔλαθε  τὸν τήν ἴασιν παρεχόμενον, καὶ ἅμα τοῖς ἑπόμενοις φανεροῖ τῆς πίστεως αὐτῆς  τὸ  διάπυρον. Ἀλλά μοι σκόπει τὸ  τῶν μαθητῶν ἀτελές. Ὁ μὲν γὰρ ἤρετο ; Τὶς ὁ προσεγγίσας, καὶ ἁψάμενός μου τῇ πίστει; Οἱ δὲ τῇν κατ’ αἴσθησιν ἁφήν ὑπετόπαζον. Τί δὲ  ἔστι  τὸ  ·Ἔγνων τήν δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ; Μή τις ἐλάττωσις ἐν τοῖς θεραπευομένοις ἐγένετο σκιδναμένης αὐτοῦ τῆς δυνάμεως; Ἄπαγε ! ὥσπερ γὰρ ἀπό μιᾶς λαμπάδος, κἄν μυρίας ἄλλας ὑφάψης, αὐτή τε μένει ὁλόκληρος, καὶ πάσαις τοῦ φωτισμοῦ μετσδίδωσιν· οὕτως ἡ τοῦ θεοῦ ἀκὰματος δύναμις· πᾶσι χορηγοῦσα τῶν ἰαμάτων τήν χάριν, ὁλόκληρος ἦν. Εἰ δὲ  βούλει, ὥσπερ αἱ ἐπιστῆμαι τοῖς διδασκομένοις μεταδιδόμεναι παρὰ τοῖς διδασκάλοις ὁλόκληροι μένουσιν, οὕτως ἡ τοῦ θεοῦ χάρις μεριζομένη τοῖς δεχομένοις, οὐδ’  ἡντιναοῦν ὑφίσταται μείωσιν.

Ἱδοῦσα δὲ  ἡ γυνή, ὅτι οὐκ ἦλθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι’ ἥν αἰτίαν ἥψατο αὐτοῦ, ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ  ὡς ἰάθη παραχρῆμα. Ἡ μὲν οὖν, φησὶ, γυνὴ δειλιῶσα, καὶ τρέμουσα, μὴ πὼς οὐκ εἰς καλόν ἡ κλοπὴ αὐτῇ γέγονε, προσπεσοῦσα ὁμολογεῖ  τὸ  ἀποῤῥητον · ὁ δὲ καὶ τήν πίστιν αὐτῆς ἐπαινεῖ, καὶ θυγατέρα καλεῖ οἰκειωθεῖσαν διὰ τῆς πίστεως. Ὡς μακαρία μὲν ἡ ἀοίδιμος αὕτη γυνή, καὶ τῆς ὑγείας ἀμοχθί ἀπολαὺ-σασα, καὶ εἰς τήν τοῦ θεοῦ εἰσαχθεῖσα συγγένειαν, ὡς θυγάτηρ κληθεῖσα τοῦ  Ἰησοῦ. Μακαρία δὲ  καὶ ἡ κατ’ ἐκείνην ψυχή, ἡ ὄπισθεν ἑπομένη τῷ Ἰησοῦ, καὶ ἁπτόμενη τοῦ κρασπέδου αὐτοῦ, διδάσκοντος διὰ τῆς ἱστορίας τοῦ Πνεύματος, ὡς ὅσον τις ὀπίσω βαδίσει Χριστοῦ διά τῆς, ὡς ἐφικτὸν ἀνθρώπῳ, μιμήσεως, καὶ δι’ ἀρετῆς προσεγγίσει θεῷ, ἔτι τοῦ κρασπέδου μόνον ἐφήψατο, διὰ  τὸ  ἄπειρον της ἀρετῆς καὶ ἀόριστον.

 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ, ὅτι τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε  τὸν διδάσκαλον.  «Τοσαύτης γεγονυίας κατὰ τήν ὁδοιπορίαν τριβῆς, ὁ θάνατος ὑπερισχύει τῆς μείρακος, καὶ ὑπαγγέλλεται τῷ πατρὶ τῆς παιδός μὴ παρασχεῖν τῷ διδασκὰλῳ κόπον ἀνόνητον · ᾤοντο γὰρ μέχρι τότε εἶναι τήν ἰσχὺν αὐτοῦ ἐνεργόν, ἕως ἡ ψυχὴ τῷ σώματι σύνεστι. Ταυτὶ καὶ Μάρθα φρονεῖν ἐξ ὧν φθέγγεται, φαίνεται εἰ ἧς ὧδε, οὐχ ἄν ἀπέθανέ μου ὁ ἀδελφός.  Οὕτω δυσχερὲς ἐδόκει  τὸ  ἀναβιῶναι νεκρόν. Τί οὖν πρὸς αὐτὸν ὁ Σωτήρ; «Μὴ φοβοῦ μόνον πίστευε, καὶ σωθήσεται» Τάχα τοῦ προγεγονότος σημείου ὑπομιμνήσκει αὐτὸν, ὡς πίστει μόνον κατορθωθέντος. Ἡ μὲν οὖν νεάνις ἐτεθνήκει, οἱ δὲ  περὶ τήν οἰκιαν, ἔκλαιον, ὡς εἰκός, καὶ ἐκόπτοντο, καὶ θροῦς ἦν συμμιγής, συνδρομῇ συγγενῶν, κωκυτὸς οἰκετῶν, ὁλολυγμὸς γυναικὼν, οἰμωγὴ ἀνδρῶν, πάντα θρήνων, καὶ δακρύων ἀνάμεστα. Διὰ τί δὲ  τοὺς ἄλλους ἐκβαλών τῆς οἰκίας, μόνους εἰσάγει τούς γονεῖς τῆς παιδός, καὶ τοὺς τρεῖς μαθητάς ; Ἵνα μὴ τις νομίσῃ τῷ θορύβῳ τῶν κοπτομένων γενέσθαι κάτοχον αὐτήν, οὐ μὴν καὶ ἀποθανεῖν.Τοὺς θορυβοῦντας οὖν ἐμβολών, μάρτυρας μόνους εἰσάγει τοῦ θαύματος, πρὸς μὲν τοὺς μαθητάς, τήν κορωνίδα τῶν φοιτητῶν, πρὸς δὲ  τὸ  πλῆθος, τοὺς οἰκειοτάτους τῆς μεί ράκος. Ὁ δὲ  Ἰησοῦς εἶπε · Μὴ κλαίετε · οὐ γὰρ ἀπέθανεν, ἀλλά καθεύδει. Καὶ κατεγέλων αὐτοῦ εἰδότες, ὅτι ἀπέθανε τήν μετ' ὀλίγον ἀνάστασιν αὐτῆς ἐπισταμένος, Ὑπνώττει, φησίν, οὐκ ἀπέθανεν ἅμα δεικνύς, ὡς ὕπνος ἐστίν ὁ παρ’ ἡμῶν θρυλλούμενος θάνατος. Ἅπτεται οὖν τῆς χειρὸς τῆς παιδός, καὶ λὸγῳ δεσποτικῷ καθάπερ ἐξ ὕπνου διανίστησι πάλιν εἰς τήν ζωὴν  τὸ  κοράσιον. Ἅπτεται δὲ  τῆς παιδός, δεικνύς, ὡς ἡ θεία καὶ ἄχραντος αὐτοῦ σὰρξ ἐξ αὐτῆς δημιουργηθεῖσα ἑνώσεως τῶν τῆς θεότητος αὐχημάτων μετέλαβε, ζωῆς γεγονυῖα παρεκτικῆ,

Τὰ μὲν οὖν τῆς ἱστορίας ὧδε τετέλεσται, φέρε δὴ καὶ τὰ τούτων δηλούμενα κατοπτεύσωμεν. Ἡ τῆς Ἱστορίας τῆς διπλῆς ταύτης ἀφήγησις, τῆς Συναγωγῆς ἥν, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας προτύπωσις. Προηγουμένως μὲν γὰρ εἰς τήν θυγατέρα τοῦ ἀρχισυναγώγου ἦλθεν ὁ Κύριος, ἐνηργήθη δὲ κατὰ πάροδον τῆς αἱμοῤῥοούσης ἡ ἴασις, δεικνύντος οἶμαι, τοῦ πράγματος, ὅτι κυρίως μέν, οὐχὶ τοῖς ἔθνεσιν ὑπεδήμησεν, ἀλλά τῷ Ἰσραήλ, ὡς ἐκεῖνος φησιν ·  «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα, τὰ ἀπολωλότα οἴκου Ἰσραήλ · τοῦ δὲ  Ἰσραὴλ ἀπιστήσαντος, ἡ σωτηρία τοῖς ἔθνεσι γίνεται ἀκολουθήσασι τῷ κηρύγματι, καὶ τῆς εὐαγγελικῆς φωνῆς, καὶ διδασκαλίας ἁψάμενοις, ὡς ἱματίων δεσποτικῶν καὶ οὕτω στάσις γέγονε τῆς ῥοώδους ἁμαρτίας, καὶ φοινικῆς, τῆς δι’ αἵματων χύσεως παρασκευαζούσης τοὺς ἀνθρώπους λατρεύειν τοῖς δαίμοσι. Κἀκεῖνο δὲ  δήπου τῇ θεωρία ἀκόλουθον,  τὸ  πάντα καταναλῶσαι τοῖς ἰατροῖς, καὶ μηδὲν ὠφεληθῆναι τήν πάσχουσαν. Ἐπειδὴ καὶ τῇ νόσω τῆς ἀσεβείας κεκρατημένη τῶν ἀνθρώπων ἡ φύσις, πᾶσαν τήν ἐνοῦσαν αὐτῇ φυσικῶς δύναμιν ἐν τοῖς τοῦ κόσμου σοφοῖς ἀναλώσασα, ἤκιστα τῆς δεισιδαιμονίας ἀπήλλακτο. Ἴσον δὲ  καὶ  τὸν χρόνov ὅρων τε τῆς τοῦ κορασίου ζωῆς, καὶ τῆς νόσου τῆς γυναικός, εἰς ἐνιαυτοὺς μετρούμενον δύο καὶ δέκα, οὐ ξενιζόμεθα πρὸς τὸ  ἀκόλουθον βλέποντες. Καθ’ ὅσον γὰρ χρόνον ἡ συναγωγὴ ἔζη, ἡ τῶν ἐθνῶν Ἐκκλησία τῇ νόσῳ τῆς ἁμαρτίας συνείχετο· ἐκείνης πεπαρῳνηκυίας πρὸς  τὸν Ἐμμανουήλ, καὶ ἀποθανούσης τῇ ἀπιστίᾳ, αὕτη τοῦ νοσήματος λέλυται. Ἀλλά καὶ ὁ τῶν ἐτῶν ἀριθμὸς τῶν περὶ αἰσθήσεως ἐστι, καὶ χρόνου δηλωτικος, ἐν οἷς κατεκράτει τῆς φύσεως τῆς ἀσεβείας  τὸ  νόσημα· ἑβδομαδικός γὰρ ὁ χρόνος, πενταοδικὴ δὲ  ἡ αἴσθησις· εἰ δὲ  καὶ μετὰ τῆς ἀκαθάρτου τήν θεραπείαν ἡ τεθνηκυῖα ἐγείρεται, οὐδὲ τοῦτο τῇ θεωρία τῶν ἐξητασμένων ἐστὶν ἀνακόλουθον «Καὶ τὸ  κατάλειμμα σωθήσεται,» κατὰ  τὸν Ἀπόστολον, «εἰσελθοντος τοῦ πληρώματος τῶν ἐθνῶν.  Ἀλλά τι πρὸς κλῆσιν ἐθνῶν, καὶ Ἰσραηλιτικον βαδίζω κατάλειμμα; καὶ τὰ ἔξω περισκοπῶν, ἐμαυτὸν οὐχ ὁρῶ τῷ διηγήματι ζωγραφούμενον; Δεῦρο δή, ὡς ἐν κατόπτρῳ, τῇ ἱστορίᾳ ἐνατενίσωμεν, ἵνα εὕρωμεν ἕκαστος τήν τῆς ἑαυτοῦ ψυχῆς ἀθλιότητα · ἡ αὐτὴ γὰρ ψυχή, καὶ αἱμοῤῥρους, καὶ κόρη ἐστίν. Ὡς μὲν αἱμόῤῥους, ὅτι τήν δοθεῖσαν αὐτῇ δύναμιν εἰς γένεσιν λόγων εὐσεβῶν, καὶ πράξεων ἀγαθῶν εἰς τήν ῥοώδη τῶν παθῶν ὕλην κακῶς ὑποσύρασα, καὶ ἄγονον ἀρετῆς ποιήσασα, καὶ ἐξίτηλον μόνην τήν τῆς ἁμαρτίας ἀκαθαρσίαν ἐκυοφόρησε· κόρη δὲ  ἡ αὐτή ψυχὴ διὰ τήν παρθενίαν, κα ὶκαθαρότητα, καὶ τήν προς  τὸ  ἀκήρατον ἀγαθὸν ὁμοιότητα, τελεία οὖσα πρὸς  τὸν ἄχραντον γάμον, καὶ τὴν τοῦ νοητοῦ νυμφίου συνάφειαν. Αὕτη τῇ πρὸς κακίαν παρατροπῇ κλινήρης ἐγεγόνει ἐν τῇ οἰκίᾳ τοῦ σώματος τῇ τῶν ἁμαρτωλῶν ἀῤῥώστίᾳ πυρέττουσα· κατακρατήσαντος δὲ  τοῦ κακοῦ, τῆς κατ' ἀρετὴν ζωῆς ἀπεστέρηται. Τὶς οὖν ἔστι σωτηρίας ἐλπίς; θρηνείτω ὁ νοῦς, ὡς ὁ τῆς κόρης πατήρ· συναλγείτω ἡ αἴσθησις οἷα σύνοικος τοῦ  νόος, ἵνα ὁ τῶν ψυχῶν ἰατρὸς ἀναστήσῃ ταύτην τοῦ πτώματος, καὶ χαρήσονται ἐπὶ τούτῳ αἱ οὔρανιαι στρατιαί. «Χαρὰ γὰρ γίνεται ἐν οὐρανῷ ἐπὶ ἐνὶ ἁμαρτωλῷ μετανοοῦντι, καὶ ἐπιστρέφοντι εἰς Θεὸν * ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.