logo

Γρηγορίου Παλαμᾶ

Ὁμιλία ΜΓ΄

 

«Εἰς τόν ἐν ἁγίοις μεγαλομάρτυρα καί θαυματουργόν

καί μυροβλύτην Δημήτριον»

 

(J.-P. Migne, Patrologia Graeca, t. 151, 536Β-550D)

 

Ἐμοί δέ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, Θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαί αὐτῶν ”. Δαβίδ ἐκεῖνος φησιν, τῶν ἀπαἰῶνος ᾠδικῶν ἐνθεώτατος. Ἀρχαί δέ χοροῦ μέν ἀποστόλων οἱ κορυφαῖοι· καταλόγου δέ προφητῶν οἱ τῆς θεοπτίας ἐπωνυμοι· διδασκάλων δέ ἱερῶν καί τῆς τῶν ὁσίων ὁμηγύρεως πάσης οἱ μεγάλοι κληθέντες κατά τήν τοῦ κοινοῦ Σωτῆρος ἐπαγγελίαν· ὥσπερ καί τῶν Χριστοῦ μαρτύρων οἱ μεγαλομάρτυρες πάντως, οἷς ἐμπρέπει παριφανῶς ἀνέχων, καί τῶν πλείστων ἐξόχως μάλιστα σήμερον παρἡμῶν ὑμνούμενος καί τιμώμενος, αὐτόχθων ἡμῖν καί ἡμεδαπός πολιοῦχος, τό μέγα τῆς οἰκουμένης θαῦμα, τό μέγα τῆς ἱερᾶς Ἐκκλησίας ὡράϊσμα, πολύς τά πάντα καί θαυματουργός, καί μυροβλύτης Δημήτριος. Ἀλλά γάρ ἐν μάρτυσι μέν, οἷον ἐν ἄστρασι, φωστήρ ἐστιν οὗτος μέγας, ἀϊδίου λόγον ζωῆς ἐπέχων, καί θεαυγέσιν ἀκτῖσι διαφερόντως περιλαμπόμενος, καί ὑπερλάμπων τούς πλείστους, προφητικῆς δέ χάριτος οὐκ εὐμοίρησεν; προφητικῇ δυνάμει κατηγλαϊσμένος, ἀποστολικῆς καί διδασκαλικῆς ἀπηξιώται διακονίας καί προεδρίας; ταύταις ἔργῳ διακεκοσμημένος, ὁσίων ἀσκήσεως ἀπελείφθη, καί τῆς διά βίου κατά τούτους λαμπρότητος; Οὔμενον· ἀλλά τοῖς μέν ἑπόμενος, τοῖς δέ ἐξισούμενος, τῶν δέ προϊστάμενος, ἔστι δοὕς καί ὑπερβάλλων, οὐδέ κατά βραχύ, μόνος, πάνυ μετὀλίγων τά πάντα τελεῖ, καί μόνος ἐν ἑαυτῷ τά πάντων συλλαβών ἔχει (ὡς λόγος προϊών σύν Θεῷ παραστήσει), καί τάς ὀφειλομένας ἅπασιν εὐφημίας μόνος ἅμα καρποῦσθαι δίκαιος.

Ἡμεῖς οὖν, οἱ μηδέ πρός ἕνα  ἀρκοῦντες, οὐ λέγω χορόν, ἤ κατάλογον, ἀλλ΄ οὐδέ πρός ἕνα τοῦ καταλόγου, τί ἐροῦμεν, καί ταῦτα ἐν τοιούτῳ σχήματι τοῦ λόγου, πρός τόν τά πάντων ἁρμοσάμενον θείως εἰς ἑνός θειότητα βίου, καί διά πάντων ὄντα πρός ἀξίαν ἀπρόσιτον; Ὁ μέντοι πόθος ἐπαίρει λέγειν πρός δύναμιν, καί ὁ καιρός ἐπιζητεῖ τόν καίριον λόγον, καί τό χρέος βιαζόμενον οὐκ ἀνίησι μή σύν λόγῳ θαυμάζειν τό ὑπέρ λόγον ὑπάρχον μεγαλεῖον τοῦ μάρτυρος. Καί γάρ ἐφιλοτημήσατο ταῖς ὑπέρ λόγον ὑπηγγελμέναις παρά Θεοῦ ἀμοιβαῖς καί πολιτείαν, ἐφ’ ὅσον ἡ φύσις ἐχώρει, κατάλληλον, δηλονότι πάντα λόγον νικῶσαν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐνδείξασθαι, καί πάντα ἦν σχεδόν ἐκ παιδός ὁμοῦ, στήλη τις αὐθέδραστος καί ἀκαθαίρετος παντός, πάσης ἀρετῆς ἔμπνουν καί αὐτοκίνητον ἄγαλμα, θείων καί ἀνθρωπίνων χαρίτων ἐστία καί συστοιχία, βίβλος ζῶσά τε καί λαλοῦσα τά πρός δόξαν καί ὁδηγίαν τοῦ κρείττονος, εὔχαρί τε καί καινόν κρᾶμα πάντων καλῶν, καί κοινή παντός ἀγαθοῦ καί κοινωφελεστάτη φιλοτιμία, καί ἵν’ εἴπω τά τῆς Γραφῆς, καί φοῖνιξ, ὡς ἐκεῖνος ἀνθῶν, ἅτε δίκαιος καί ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, καί δένδρον παρά τάς διεξόδους τῶν ὑδάτων πεφυτευμένον τοῦ πνεύματος, πλήν ὅτι τό μέν, κατά τό ψαλμικόν, δίδωσι τόν καρπόν ἐν καιρῷ αὐτοῦ, ὁ δέ πάντα καιρόν, καιρόν ἀνθηφορίας ὁμοῦ καί καρποφορίας καί εἶχε, καί ἔχει, καί ὥσπερ τό ἐκείνου τοῦ δένδρου φύλλον οὐκ ἀποῤῥυήσεται ποτε κατά τό γεγραμμένον, οὕτω τούτου μετά τῶν φύλλων καί τό ἄνθος, καί ὁ καρπός ἀνεκλείπως τοῖς πιστῶς προσιοῦσι μεταδιδόμενα. Καί πρός μέν τό πάντα ἐνεγκεῖν ὁμοῦ, καί κατά τό Σολομώντειον ἔπος, ἐν ὁλίγῳ μακρά πληρῶσαι ἔτη, ῥάβδος ἡ τοῦ Ἀαρών ἐκείνη Δημήτριος, βλαστός εὖ μάλα τεθηλώς εὐσεβείας, πολυέραστον ἄνθος, καρπός εὐκλεής καί θεοειδής, μᾶλλον δέ Χριστοῦ τοῦ αἰωνίου ἀρχιερέως ῥάβδος καί σκῆπτρον θεῖον, εἰ δέ βούλει, καί ὄρπηξ ἀειθαλής καί θεοειδής ἡ Δημήτριος, οὗ Χριστοῦ τύπος Ἀαρών ἦν. Καί ὁ μέν Χριστοῦ τύπος, Δημητρίου δέ, τοῦ τά πάντα καλοῦ, σκήπτρου Χριστοῦ τελοῦντος, ῥάβδος  ἐκείνη τύπος, ὁμοῦ τε βλαστήσασα, καί ἀνθήσασα, καί τούς καρπούς προβαλομένη τε ἅμα, καί τελεσφορήσασα θείως. Διαφέρει δέ κἀκείνης, ὅσα καί τύπου, πρέποντως ἐπί τό κρεῖττον, οὔ τι μικρόν, ὁ πᾶν ὅ, τι τῶν καλῶν, κατόπιν ἑαυτοῦ ποιούμενος τῷ γενναίῳ καί τῇ μεγαλοπρέπειᾳ τῶν ἠθῶν, καί τῶν ἔργων, καί τῶν θαυμάτων Δημήτριος. Πρός γάρ τό ἀμειώτως  τε καί ἀνεκλείπτως περέχειν τοῖς προσιοῦσι τήν τῶν χαρίτων, ὡς εἰπεῖν, σύῤῥοιαν φωτοφόρον ἕοικεν εἶναι δένδρον, ἀκτίνων δίκην, τῶν καρπῶν ἀσχέτως, μεταδιδούς, καί παρέχων μέν εἰς κόρον τοῖς προσιοῦσι τά κάλλιστα καί θειότατα, πλήρης δέ ὤν αὐτός ἀεί τῶν τοιούτων, ὥσπερ τίς παντοδαπῆς εὐεργεσίας ἥλιος, ἤ πηγή χαρίτων ἀένναος, ἤ θαυμάτων πέλαγος ἀνεξάντλητον, ἤ ἄβυσσος τις ἀνεκδιήγητος ὁρατῶν καί ἀοράτων ἀγαθῶν.

Τοῖς μέν οὖν ἔξωθεν τόν οὕτω μέγαν ἀγάλλειν ἐπιχειρεῖν, καί τήν ἐνεγκοῦσαν τοῦτον ταυτηνί λέγειν, ὅτι κορυφή τις οἷον ἁπάσης Θετταλίας ἐστί, καί τοῦ κράτους ἐξ αὐτῶν τῶν πραγμάτων φερωνύμως ἐπώνυμος, ἔτι τε τῶν προγόνων τήν περιφάνειαν, καί τῶν γεννητόρων τήν εὔκλειαν, κἄν ἐκ περιουσίας αὐτῷ κἀντεῦθεν τό ἀξιάγαστον, περιττόν ὅμως. Οὗτος αὐτοῖς ἐστι μᾶλλον εἰς μέγα καύχημα. Δημητρίῳ δέ κόσμος ἐκ τούτων πῶς;  τῷ πᾶσαν τήν οἰκουμένην, πρός δέ καί τόν ἄνω κόσμον ἐπικοσμήσαντι; Τούτῳ δέ κόσμος τίς; Ἡ ἀκαθαίρετος πίστις, ἡ ἀπειρόδωρος χάρις ὁ θεῖος καί ἀναφαίρετος πλοῦτος τῶν θεοειδῶν ἀρετῶν, ὅς νῦν ἐστιν ἐντεθησαυρισμένος τοῖς οὐρανοῖς, προσθήκη τοῖς ἐκεῖ ταμείοις τῶν καλλίστων γενόμενος, μᾶλλον δέ ἀπό γῆς εἰς οὐρανόν φθάνει, καί περιών ἔτι τῷ βίῳ, καί γεγονώς ἐξανθρώπων, προσθήκη μεγίστη τοῖς ἀϊδίοις καλοῖς ὑπάρχων Δημήτριος, καί καλλονή παγκόσμιος τε ἅμα καί ὑπερκόσμιος. Τοῦτον ὁ Δαβίδ προλαβών ἐμακάρισε καί ἀνύμνησε, «Μακάριος, λέγων, ἀνήρ, ὅς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καί ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη». Οὐδέ γάρ ἐν νῷ ποτέ κατεδέξατό τι τῶν μή θεοσεβῶν, οὔτε πρός πρᾶξιν ὤδευσεν οὐ θεάρεστον· ἀλλά φυλάξας ἑαυτῷ τήν ἐκ τοῦ κατά Χριστόν βαπτίσματος θείαν χάριν ἀμίαντον, τῷ τοῦ Κυρίου νόμῳ συνᾷδον εἶχε τό θέλημα, Θεοῦ βίβλος οἷον καί θεαχάρακτός τις ὑπάρχων πυκτίς, καί πλάξ ἤ πίναξ δακτύλῳ γεγραμμένη Θεοῦ, καί προτεθειμένη τοῖς πᾶσιν εἰς κοινόν ὄφελος. Κατά γάρ τόν Ἡσαΐαν, πρίν ἤ γνῶναι τό κακόν, ἐξελέξατο τό ἀγαθόν, καί ἐν αὐτῷ τῷ τῆς νεότητος ἄνθει τήν τῆς παρθενίας ὥραν ἀσπάσατο, καί ὅλος τῆς κτήσεως ταύτης ἦν, πάντα πράττων, ὥστε παρθένος εἶναι καί τό σῶμα καί τήν ψυχήν, καί δι’ αὐτοῦ τό πολίτευμα ἐν οὐρανοῖς ἔχειν, καί τοῖς ἀσωμάτοις ἐξ ἐφαμίλλου χωρεῖν μετά σώματος, καί πρός τοῦτο συμμάρχους τάς ἄλλας πάσας ἀρετάς εἶχε καί πρό τῶν ἄλλων τήν τῆς σοφίας σπουδήν. ἵνα συνέσει καί καθαρότητι τελειωθείς ἐν ὀλίγῳ τήν ἐπαινουμένην πολιάν ἐν τῇ νεότητι φέρῃ· πολιά γάρ ἐστι κατά Σολομῶντα σύνεσις ἀνθρώποις, καί ἡλικία γήρως, βίος ἀκηλίδωτος. Ἦν οὖν νεανίας ἀπαλός, εὖ μάλα καλός ἰδεῖν, οὐ τόν ἔξω καί ὑπ’ αἴσθησιν μόνον ἄνθρωπον, ἀλλά πολλῷ μᾶλλον τόν ἔνδον καί μή ὁρώμενον, ὅν ἰδών ὁ βλέπων εἰς καρδίαν Θεός, ἐπί τοσοῦτο ἥλω τοῦ νοεροῦ καί ἀθεάτου κάλλους, ὡς ἐνσκηνῶσαι εὐδοκῆσαι τούτῳ καί ἕν πνεῦμα μετ’ αὐτοῦ τελέσαι, καί ἐξ ἐκείνου τά πάντα ἐπεργάσασθαι θεῖον. Εὗρε γάρ τόν μέν Δαβίδ ἄνδρα· Δημήτριον δέ μηδ’εἰς ἡλικίαν ἀνδρῶν παραγγείλαντά πω, νέον δέ ἔτι κομιδῇ, κατά τήν καρδίαν εὗρεν ἑαυτοῦ ἐργάτην ἀνεπαίσχυντον, πληρωτήν τῶν ἐνταλμάτων αὐτοῦ· εὗρε σκεῦος ἐκλογῆς, κατά  Παῦλον, τοῦ βαστάσαι τό ὄνομα αὐτοῦ ἐνώπιον ἐθνῶν καί βασιλέων· εὗρεν ἔσοπτρον ἀκηλίδωτον, δεκτικόν καί δεικτικόν τῆς ὑπερανῳκισμένης καί ἀποῤῥήτου καλλονῆς. Ἐγώ καί τῆς φωνῆς ἐκείνης ἐπ’ αὐτόν ἀκούω μυστικῶς ἐνεχθείσης, Ἰδού ὁ παῖς μου, ὅν ᾐρέτησα, εἰς ὅν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τό πνεῦμα μου ἐπ’ αὐτόν καί κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ, καί τούς μέν μετασκευάσεις καί κατασκευάσει ἀξίους ἐξ ἀναξίων, ἵν, ᾖ αὐτός στόμα ἐμόν· τούς δέ ἐλέγξει καί καταισχθνεῖ καί ἀποδείξει κατηρτισμένους ὄντας εἰς ἀπώλειαν. Εἰ γάρ καί περί Χριστοῦ ταῦτα γέγραπται, ἀλλά καί ὡς δι’ ἐκείνου τοῖς κατ’ ἐκεῖνον ἀκριβῶς βιοῦσι χαρισθησόμενα. Ἦν οὖν καί διδάσκαλος καί ἀπόστολος τοὐντεῦθεν Δημήτριος, ὁ σοφός καί παρθένος καί ὅσιος καί ὡς εἰπεῖν πάγκαλος τε καί παναμώμητος, καί φύσει καί σπουδῇ καί χάριτι λαμπρυνόμενος καί Δημητρίῳ τότε, κατά τό εἰρημένον περί τοῦ Αὐσίτου Ἰώβ, οὐκ ἦν ὅμοιος ἐπί τῆς γῆς, μᾶλλον δέ τούτῳ τῷ πάντα θείῳ, οὐδ’ αὐτός ἦν ὁ Ἰώβ ὅμοιος ἐν ἀνθρώποις οὐκ ἦν. Ἄμεμπτος γάρ, δίκαιος, εὐσεβής. Καί ὁ Ἰώβ πρότερον ὡς καί Δημήτριος ἀνεπέφηνεν ὕστερον· τόν δέ ἐκ τῆς παρθενίας αἶνον ἐκεῖνος οὐκ εἶχε· παρθενίας, ἤ στεφανίτην ἐκ νέου, καί τῆς φύσεως κρείττονα, καί τοῖς Θεόν ἀγγέλοις ἐφάμιλλον ἀνέδειξε τόν Δημήτριον. Καί τό σῶμα μέν ἐκεῖνος ἐπλήγη πληγῇ βαρείᾳ, τῇ ἀντιθέτῳ προσπαλαίων κακίᾳ. Οὗτος δέ, καί μέχρις αἵματος εἰς τέλος ἀντικατέστη πρός τήν κακίαν ἀγωνιζόμενος. Ἀλλ’ οὐδέ τήν περί λόγους παιδείαν ὁ Ἰώβ μεμαρτύρηται, ἥν εἶχεν οὗτος μετά τῆς τοῦ Πνεύματος χάριτος κερασθεῖσαν, καί ὅπλον καί ἀμυντήριον ἀνυπόστατον, καί οἰκοδομικόν ἐργαλεῖον, καί γεωργικήν σκαπάνην καί ἄροτρον, εἰ δέ βούλει, καί δόνακ γραφικόν, καί ἁλιευτικήν σαγήνην, καί εἴ τι τοιοῦτον ἕτερον· νῦν μέν τόν ἀμπελῶνα Κυρίου καλλιεργῶν, καί τά οὐράνια καταβαλλόμενος εἰς γῆν σπέρματα, ἤ τά ῥήματα καταγράφων τῆς αἰωνίου ζωῆς, οὐκ ἐν πλαξί λιθίναις, ἀλλ’ ἐν πλαξί καρδίαις σαρκίναις, ταῖς γε ἀξίαις τῆς τοιαύτης καταγραφῆς, ἤ τῇ σαγήνῃ τοῦ λόγου περιλαμβάνων Θεσσαλονίκην, Ἀττικήν, Ἀχαΐαν μᾶλλον δέ ὅσην νῦν περιβάλλει, καί εἰς ὅσην φθάνει διά τῶν μύρων, καί τῶν θαυμάτων, καί τῆς ἐν πᾶσιν ἀφθονίας τῆς χάριτος. Ἦν γάρ καί τότε τῇ οἰκουμένῃ θαῦμα ἐν λόγοις θείοις Δημήτριος, εὐωδία Χριστοῦ κατά Παῦλον ὤν, ἔν τε τοῖς σωζομένοις καί ἐν τοῖς ἀπολλυμένοις· καί τοῖς μέν ὀσμή θανάτου εἰς θάνατον, τοῖς δέ ζωῆς εἰς ζωήν. Ταύτης τῆς εὐωδίας ἀμοιβήν μέν ἀποχρῶσαν οὐκ ἔχω λέγειν τά παρά Θεοῦ δεδομένα μύρα καί θαύματα τῇ σορῷ τοῦ μεγαλομάρτυρος· τί γάρ τά παρόντα, κἄν ᾖ μεγάλα καί θαυμαστά, πρός τά ἐν οὐρανοῖς παρά Θεοῦ καί δεδομένα τούτῳ καί ἀποκείμενα; καί τῇ ὑπερβολῇ τῆς δόξης, κατά Παῦλον εἰπεῖν, οὐ δεδοξάσθαι τό δεδοξασμένον· δεῖγμα δέ ταῦτα πάντως τοῖς πᾶσι περιφανέστατον, ὅπως ἐκεῖνος ἔτι τῷ βίῳ περιών ὑπῆρχε Χριστοῦ εὐωδία, καί ὀσμή ζωῆς τοῖς ὑπακούειν προαιρουμένοις. Νῦν μέν οὖν οὕτω γεωργῶν ψυχάς ἀνθρώπων, ἤ ζωγρῶν τούτους κατά τήν τοῦ Χριστοῦ πρός Πέτρον ἐπαγγελίαν, τόν λόγον ὄργανον εἶχε πρός καλλιέργειαν καί θήραν σωτήριον· νῦν δέ οἰκοδομῶν τῷ Θεῷ ναόν ἐκ λίθων ζώντων καί ὄντως τιμίων, ὡς ἐργαλεῖον εἶχε τόν λόγον κατάλληλον. Ὅτε δέ πρός τούς ἀντικειμένους τῷ Χριστῷ συνεκρότει τόν πόλεμον, καί μάλιστα τούς διά τῶν ἀοράτων ἐνεργουμένους ὁρατούς τῷ Θεῷ πολεμίους, πάντα ἦν ὁ λόγος αὐτῷ, θείῳ πνεύματι καί χορηγούμενος, καί κινούμενος, καί τονούμενος, ῥυθμιζόμενος τε καί μετασκευαζόμενος πρός τό χρήσιμον. Καί οὕτω κατά τό γεγραμμένον περί τοῦ πρωταγωνιστοῦ τῶν μαρτύρων, οὐδείς εἶχαν ἀντιστῆναι τῇ τοῦ Δημητρίου σοφίᾳ, καί τῷ πνεύματι, ᾧ ἐλάλει. Ἐγώ καί τήν στρατιωτικήν στολήν, καί τόν ἐν τῇ χειρί δακτύλιον, καί τόν ὑπατικόν ὡρατίωνα, ὅν ὁ μάρτυς ἀνεδεῖτο, παρά τοῦ τηνικαῦτα βασιλέως τό σχῆμα λαβών, σύμβολα τελέσαι λογίζομαι τῆς παρά τοῦ ὄντως βασιλέως μυστικῶς δεδομένης διδασκαλικῆς ἀξίας καί προεδρίας τῷ μάρτυρι. Διό καί ἡ τοῦ Θεοῦ θεία χάρις οὐκ ὀλίγα δι’ αὐτῶν τεθαυματούργηκεν ὕστερον.Ἔδει δέ πάντως τόν ἐξαρχῆς ἀπατεῶνα σοφῶς ἠπατῆσθαι, ἵνα μή πρό καιροῦ τόν θάνατον συσκευάσῃ τῷ μάρτυρι, καί ὁ τῆς αἰωνίου ἀποθήκης καρπός, μήπω πεφθείς εἰς τέλος, ἐκτρυγηθῇ, καί πεσών διά τοῦ σώματος εἰς τήν γῆν, οὐκ ἐνέγκη καρπόν πολύν διά τήν ἀκαιρίαν τοῦ πτώματος. Ἀλλ’ ἥνικα τῶν συμβόλων ἐκείνων τήν ἔκβασιν ὁ αὐτόχρημα φθόνος, οὐκέτι φέρειν οἷος τε ὤνμ ἐκμαίνει κατά τοῦ ἀντιπάλου τῆς πλάνης τούς ὑπηρέτας τῆς πλάνης καί τῷ βασιλεῖ τῆς ἀπάτης, Μαξιμιανός, οὗτος ἦν, κρατήσαντες ἀπάγουσι τόν τῆς ἀπάτης διώκτην, καί οὕτω πρός τό τοῦ μαρτυρίου στάδιον ἀποδύεται Δημήτριος, ὁ χαρίτων ἀῤῥήτων ἐκ παιδός ἔμπλεως, καί τά πάντα σοφός, καί δίκαιος, καί ὅσιος, καί ἀπόστολος, καί παρθένος, καί πάναγνος, οὐ πολύ δέ εἰπεῖν, ὅτι καί ἠγαπημένος τῷ Χριστῷ μαθητή, ἤ παῖς, ἤ φίλος ἄκρος καί οἰκειότατος, μᾶλλον δέ πανθ’ ὁμοῦ, ὡς καί διά πάντων ἐλθών τῶν Θεῷ φίλων, καί λογισμῶν, καί λόγων, καί πράξεων.

Ποθεῖτε πάντες, εὖ οἶδα, καί τόν τρόπον τῆς κατασχέσεως, ὅπη τε καί ὅπως ὑπό τῶν δημίων ἥλω ζητούμενος. Στοά τις ἐστίν ὑπόγειος ἐν τῷ ναῷ τῆς ἀειπαρθένου καί Θεομήτορο, ἧς καταφυγή τό ἐπώνυμον ὅθεν ἔθος  ἐστί παλαιόν τῆς τῦ μεγαλομάρτυρος πανηγύρεως τήν ἀρχήν δι’ ἔτους ποιεῖσθαι, κἀκεῖθεν διά τῆς λεωφόρου μεθ’ ὕμνων τῶν πρός αὐτόν ἀνιόντας, ἐνθάδε ταύτην ἀνύειν καί εἰς τέλος ἄγειν τήν ἑορτήν. Τῆς οὖν ἀσεβείας ἐπικρατούσης, ἐπεί τά τῆς εὐσεβείας χώραν οὐκ εἶχεν ἐμφιλοχωρῶν ὁ μάρτυς τοῖς ὑπογείοις ἐκείνοις μετεδίδου τοῖς προσιοῦσι τῆς οὐρανίου διδασκαλίας, καί τοῖς ἀπό τῆς εὐσεβείας, οἱονεί τινος πολυκυμάντου κλύδωνος, ἐπ’ αὐτόν καταφεύγουσι, τόν ὄντως εὔδιον λιμένα τῆς εὐσεβείας, μετ’ ἀδείας τά Χριστιανῶν ὑπετίθετο καί ἐτέλει. Καί οὕτω καταφυγή μέν ὁ θειότατος ὑπῆρχε τηνικαῦτα μάρτυς πάντων τῶν εὐσεβεῖν αἱρουμένων. Καταφυγή δέ καί τόπος ἐντεῦθεν ἐκλήθη. Τοῦτο μαθόντες οἱ παρά Μαξιμιανοῦ τῦ Ἑρκουλίου καταστάντες ῥινηλατεῖν τούς συνηγόρους τῆς εὐσεβείας, διδάσκοντι τῷ μάρτυρι τόν λαόν ἐπιστάντες ἐκεῖ, καί πολύ πλέον μανέντες, ἅτε τό συνειλεγμένον πλῆθος ἰδόντες, ὡς Θεοῦ φωναῖς, τοῖς τοῦ Δημητρίου λόγοις προσέχοντας, κατ’ αὐτοῦ χωροῦσιν, ὡς προεστηκότος, τό πλῆθος διασκεδάσαντες. Κρατήσαντες δέ, διά τῆς λεωφόρου ἄγουσι ταύτης καί τῷ Μαξιμιανῷ παριστᾶσιν, ἐνταῦθά ποι διατριβόντι, καί ταῖς τοῦ Λυαίου ἀνθρωποκτονίαις μεθ ἡδονῆς ὅτι πλείστης προσέχοντι. Ὁ δέ δυσαποσπάστως ἔχων τῆς τέρψεως, ἐνταῦθα κατάκλειστον γενέσθαι προστάττει τόν ἅγιον, οὗ καί τό μαρτύριον ἤνυσε. Ταῦθ’ ἡμεῖς εἰκονίζοντες κατ’ ἔτος εἰκότως, ἐκεῖ μέν τῆς πανηγύρως ποιούμεθα τήν ἀρχήν, ὧδε δέ τήν τελείωσιν, ἐπεί καί ὁ μάρτυς οὕτως εἶχεν, ἑλκόμενος εἰς σφαγήν τηνικαῦτα διά Χριστόν, ὡς εἰς ἑορτήν καί θυμηδίαν τήν μεγίστην καλούμενος. Ἡ μέν οὖν τοῦ ἀρχεκάκου διαβόλου σπουδή, τοτάχος ἐξ ἀνθρώπων τηνικαῦτα γενέσθαι Δημήτριον. Οὐ γάρ ἔφερε τοῦτον ἐπί γῆς ἔτ’ εἶναι, καί ὁρᾶσθαι, καί προσλαλεῖν ἀνθρώποις, καί ὅλως ἀκούεσθαι· ὁ δέ Θεός ἐβούλετο καί προφήτην ὄντα παραστῆσαι τόν μετά μικρόν ἐσόμενον πρό τοῖς ἄλλοις πᾶσι καί οἰκεῖον μεγαλομάρτυρα, καί μή μόνον ἔνοικον ἔχοντα τήν μαρτυρικήν χάριν, ἀλλά καί τοῖς ἄλλοις παρέχειν ἔχονταμ ἐκ τῆς πρός αὐτόν ἄκρας ὑπερφυοῦς συνεφείας οἷα τινα πηγήν ὑπερφυᾶ γεγονότα τῆς χάριτος. Καί τί δεῖ λέγειν, τοῦ καιροῦ μακρά μή συγχωροῦντος ; Ἴστε τήν ἀναβολήν τοῦ τυράννου, καί τήν κάθειρξιν Δημητρίου, καί τόν Νέστορα ἐπί τούτοις, καί τήν πρός αὐτόν τοῦ μεγαλομάρτυρος προφητείαν, καί τήν κατ’ αὐτήν ἐκείνου κατά Λυαίου νίκην καί τό μαρτύριον. Ἀλλ’ ὡς εἶδεν ὁ ἀρχέκακος ὄφις παρατεινομένην τήν ἀναβολήν τοῦ τυράννου, αὐτός δέ οὐκ ἔφερεν ἔτι ζῶντα βλέπειν ἐπί γῆς, τόν καί πρός τῆς τελειώσεως τοῦ μαρτυρίου μέγαν Δημήτριον, σκορπίον ὑποδύς, προσβάλλει τῷ μάρτυρι, οὐχ ὡς ἀπατήσων ἤ θέλξων, καθάπερ ποτέ διά τοῦ ὄφεως τῆς πρώτης ἐκείνης ξυνωρίδος τῶν προπατόρων τήν μέν ἐξηπάτησε, τόν δέ δι’ ἐκείνης ἔθελξεν. ᾞδει γάρ διά πείρας ἀνεξαπάτητον ὄντα Δημήτριον, καί γενναῖον ἐπικεικῶς, καί γεγυμνασμένον πρός διαίρεσιν τοῦ βελτίονος. Οὐχ ὡς ἀπατήσων οὖν διά σκορπίου προσβάλλει, ἀλλ’ ὡς πλήξων καιρίως, καί θανατώσων ὡς τάχιστα, καί ἀπαλλάξων ἑαυτόν ἀντιπάλου τοσούτου τήν ἀρετήν καί τή δύναμιν. Ἀλλά φθάνει τό τάχος ἐκείνου καί τήν σπουδήν ἡ ἐνοικοῦσα τῷ Δημητρίῳ χάρις αὕτη καί δύναμις. Ἐπικλήσει γάρ καί σφραγῖδι θείᾳ διά τῆς οἰκείας χειρός ὁ μάρτυς χρησάμενος νεκροῖ τό τῆς νεκρώσεως ὄργανον, καί καταισχύνει τόν ὑποδύντα, καταργήσας αὐτοῦ τήν ἐνέργειαν, καί δείκνυσιν ἐντεῦθεν ὡς, εἰ μή αὐτός ἑκών ὑπῆλθε τό πάθος, οὐδ’ ἄν ὅλως ἔπαθε, παρά τῆς τοῦ Χριστοῦ χάριτος καί δυνάμεως φρουρούμενός τε καί δυναμούμενος, θέλων δέ παραδίδοται, καί περικλείεται, καί χερσί κρατεῖται δημίων, καί ὑπό τῶν κακούργων πάσχει τά τῶν κακούργων, τόν ὑπέρ ἡμῶν παθόντα μιμούμενος. Διά τοῦτο καί τοῖς λογχοφόροις ἐπιστᾶσι φονῶσιν, ὑπό τοῦ τυράννου πεμφθεῖσιν, ἀναπεπταμέναις ἀγκάλαις, ὡς καιρίως πληχθησομέναις, δέχεσθαι τήν τελευταίαν πληγήν, μᾶλλον δέ τάς πληγάς, διά πάντων ἰούσας, τῶν τε σπλάγχων, καί ὀστῶν, καί σαρκῶν, ὡς ἑκατέραν τῶν πλευρῶν, τήν μέν ἔξωθεν δέξασθαι τάς ἐκ τῶν αἰχμῶν διατρήσεις, τήν δέ, ἔνδοθεν, καί οὕτω διπλασιάζει, μᾶλλον δέ πολυπλασιάζει, τό τῆς σωτηρίου πάθος πλευρᾶς, τά ὑστερήματα κατά Παῦλον ἀναπληρῶν τοῦ Χριστοῦ, καί οὕτως ἐρᾷ τῆς σφαγῆς καί οὕτως ἐρᾷ τοῦ τό ἴδιον αἷμα χεῖν ὑπέρ τῆς δόξης τοῦ Χριστοῦ, πάνυ πολλάκις καί διηνεκῶς, εἴπερ ἦν, ὡς καί παρά τοῦ γινώσκοντος τόν περιόν αὐτῷ καί ὑπερβάλλον τοῦ ἔρωτος πηγήν λαβεῖν ἐν τῷ σώματι μύρων, ἵνα τοῦ αἵματος ἐπιλιπόντος, αὕτη καί εἰς τόν ἑξῆς πάντα χρόνον ἀντί αἵματος ἐκ τοῦ σώματος χέηται εἰς δόξαν Χριστοῦ, ὅν οὗτος καί διά ζωῆς καί διά θανάτου, καί μετά θάνατον οὐκ ἐδόξασε μόνον, ἀλλά καί δοξάζει διηνεκῶς· παρ’ οὗ καί ἐν γῇ καί ἐν οὐρανῷ καί ἀντεδοξάσθη, καί δοξάζεται, καί δοξασθήσεται θείως.

Ἐπέρχεται δέ μοι νῦν λέγειν αὑτοῦ, ὅπερ ὁ θεῖος Παῦλος φησί περί τοῦ Χριστοῦ. Συνίστησι γάρ τήν εἰς ἡμᾶς ἀγάπην καί ὁ μέγας Δημήτριος, ὅτι ἔτι ἀσεβῶν ἡμῶν ὄντων, οὗτος κατά καιρόν ὑπέρ ἀσεβῶν ἀπέθανε· κατά χάριν μέντοι τοῦ Δεσπότου καί μίμησιν· καί πᾶσα ἡ πόλις αὕτη κατηλλάγημεν τῷ Θεῷ διά τοῦ θανάτου αὐτοῦ. Ποῦ γάρ τό πλήρωμα ἐκεῖνο τῆς ἀσεβείας, ἐν ᾧ καί πολλούς εἶναι τῶν ἡμετέρων προγόνων οὐκ ἀπεικός; Ποῦ ὁ ἐπ’ εὐσεβείᾳ φόβος, καί αἱ διά τοῦτον ποθειναί καταδύσεις; Ποῦ οἱ τήν  τῶν  θηρίων παραλάσαντες ἀγριότητα τῇ κατά τῶν εὐσεβούντων μανία; Πάντα λέλυται τά δεινά, πάντα προσεγένετο τά χρηστά. Δημητρίου τῆς εὐσεβείας προκινδυνεύσαντος. Καί ναοί μέν εὐμεγέθεις, καί περικαλλεῖς, καί μόνῃ τῇ θέᾳ πάντας πρός ἑαυτούς ἐπιστρέφοντες, ἐπί τῶν καταδύσεων ἐκείνων ἐστήκασι· βασιλεῖς δέ τῇ εὐσεβείᾳ μᾶλλον, ἤ τῇ βασιλείᾳ κοσμούμενοι, συμπαραστᾶσιν ἡμῖν, καί συνεπικροτοῦσιν εὐφημοῦντος τάς ἀριστείας τοῦ μάρτυρος· πᾶσα δέ ἡ πόλις παῤῥησιαζόμεθα τήν εὐσέβειαν, ἐπί τῷ μαρτυρίῳ τοῦ μεγάλου Δημητρίου καυχώμενοι. Καί γάρ ἐξέχεε τήν ἑαυτοῦ ἀγάπην οὐκ ἐπί τάς καρδίας ἡμῶν μόνον, ἀλλά καί ἐπί τά σώματα, διά τῶν μύρων, ὧν εἰς ἡμῶν εὐρωστίαν ἀνίησιν ἐκ τοῦ σώματος· ὧν ἄρα ἡ εὐωδία πανταχόθεν τῆς πόλεως ἀπήλασε τήν ἀσέβειαν, καί πόλιν ἀνέδειξε ταύτην Θεοῦ, ἤ παράδεισον ἄλλον, εἰ μή τι καί πλέον, ἀρδομένην καί γαννυμένην ποταμῷ μύρων, ἀλλ’ οὐχ ὑδάτων· καί μύρων, ἐν οἷς καί ἐξ ὧν ἐστι πάντων διά τοῦ Πνεύματος ἡ χάρις τῶν ἰαμάτων, τά ἐνεργήματα τῶν Δυνάμεων, ὡς ἔχειν ἡμᾶς λέγειν πρός τόν μέγαν Δημήτριον, ὁ περί τῆς ἐν ἀφθαρσίᾳ νυμφευθείσης τῷ Θεῷ ψυχῆς ἐν τοῖς τῶν ᾀσμάτων ᾄσμασιν ἀναγέγραπται· ὡς ἱματίων σου ὑπέρ πάντα τά ἀρώματα. Ἱμάτιον δέ τῆς μαρτυρικῆς ψυχῆς νοήσεις τό σῶμα οὗ καί αἱ σιαγόνες, κατ’ ἐκεῖνο πάλιν εἰπεῖν τό ᾆσμα, Ὡς φιάλαι μύρων, καί οἱ δάκτυλοι ὡς κρίνα στάζοντα εὐωδίαν. Πολλῷ μᾶλλον ἡ λογχευθεῖσα πλευρά, ἥτις οἷον ἀναστομωθεῖσα ταῖς λόγχαις, οὐκέτι ὡς φιάλη κατέχει παρ’ ἑαυτῇ τά μύρα, οὐδέ ὡς κρίνα σταλαγμούς εὐώδεις ἀφίησιν, ἀλλά πηγήν ἀναδίδωσιν ἀένναον καί ἀνέκλειπτον, ὡς εἶναι μή κατά τό ψαλμικόν ἡμᾶς λέγειν ὅτι ὁ ποταμός τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων, ἀλλ’ ὅτι ἡ τοῦ Θεοῦ κρήνη, αὕτη δέ ἐστι τό μαρτυρικόν σῶμα, πεπλήρωται μύρων καί θαυμάτων καί ἰαμάτων, καί τό τούτων ἔτι θαυμασιώτερον, ὅτι καί κατά κρουνούς ῥέουσα τό πλῆρες οὐκ ἀποτίθεται. Καί, ὡς ἕοικεν ἐκείνους εἶπε τούς λόγους πρός Θεόν ἐκ τοῦ σώματος ἀνιοῦσα ἡ μαρτυρική καί θεία ψυχῇ, οὕς καί ἡ τῷ Θεῷ νυμφευθεῖσα φησίν ἐν ἐκείνοις τοῖς ᾄσμασι. Τίνας τούτους; Ἐξεγείρου, βοῤῥᾷ, καί ἔρχου, νότε. Διάπνευσον κῆπόν μου, καί ῥευσάτωσαν ἀρώματά μου. Καί οὕτω τόν μέν ἀπό τῆς ἐπιπνοίας τοῦ νοητοῦ βορέου τρύχοντα τηνικαῦτα τήν πόλιν χειμῶνα τῆς ἀσεβείας ἀπήλασε καί δέλυσεν· ἐπανήγαγε δέ ἡμῖν τήν νοητήν ἀλέαν τῆς εὐσεβείας, ἥν ἡ εὔπνοια δίδωσιν ἐκείνου τοῦ νότου, ὅς κατά πρύμναν καθάπερ εἰσβάλλει τοῖς ἀναπλεῖν αἱρουμένους πρός τήν ἀνατολήν τοῦ τῆς δικαιοσύνης ἡλίου, καί τῷ κήπῳ τῶν ἀρετῶν καί τῶν χαρίτων, οὗτος δέ ἐστι τό σῶμα τό μαρτυρικόν, πηγάζειν ἔδωκε τά μύρα καί τά ἰάματα. Τοσούτους ἀναδείξαντα τούς κρουνούς ὁπόσαι γεγόνασιν αἱ παρα΄τῶν λογχευσάντων διατρήσεις τοῦ σώματος. Τά γάρ στόματα τῶν λύκων, ὧν ἐν μέσῳ κατά τό Εὐαγγέλιον τόν οἰκεῖον μαθητήν Δημήτριον ὁ Κύριος ἔπεμψε, τοῖς δήγμασι πηγάς ἀνεστόμωσε, τῷ μέν τοῦ Χριστοῦ ποιμνίῳ θυμηδίαν ἐμποιούσας μεγίστην, καί πολλάς συμφερούσας εὐεργεσίας, πολλούς δέ καί τῶν λύκων, καί κατά μικρόν πάντας, μετασκευάζουσας εἰς ἄρνας. Καί οὕτως αἱ πύλαι τοῦ ᾅδου, αἵτινες εἰσι τά τῶν τυράννων ἐκείνων στόματα τάς θανατηφόρους ἀποφάσεις ἐξάγοντα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καίτοι προκειμένης εἰς δήξεις, οὐ μόνον οὐ κατισχύσουσιν, ἀλλά πρός τῇ οὐρανίῳ καί ἀϊδίῳ δόξῃ καί τήν ἐπί γῆς δόξαν προξενοῦσι τοῖς πάσχουσι. Βούλεσθε κἀκεῖνο μαθεῖν, τί βούλεται τό σήμερον ἀναγνωσμένον ἐν τῷ τοῦ Κυρίου Εὐαγγελίῳ πρός τούς ὑπ’ αὐτοῦ πεμπομένους ἐν μέσῳ τῶν λύκων παράγγελμα, Γίνεσθε φρόνιμοι, ὡς οἱ ὄφεις, καί ἀκέραιοι, ὡς αἱ περιστεραί ; Φυλακτικός ἐστιν ὁ ὄφις ἑαυτοῦ, ἀλλά καί λυμαντικούς ἑτέρων, ἀμυντικήν καί κακοποιόν ἔχων ὁρμήν καί δύναμιν. Ἡ δέ περιστερά, ἄκακός ἐστι καί ἀφύλακτος. Παραγγέλει οὖν τοῖς οἰκείοις ὁ Κύριος, μήτε κακοποιούς εἶναι κατά τούς ὄφεις, μήτε ἀφυλάκτους κατά τάς περιστεράς, ἀλλά τό φυλακτικόν τῷ νουνεχῶς ἀκάκῳ συνετῶς συνάψαντας, ἐνστατικούς μέν εἶναι πρός φυλακήν τῆς οἰκείας καί εὐσεβείας καί ἀρετῆς, ἀκάκως δέ πρός τούς ἐπηρεάζοντας ἔχειν ἐπί τοσοῦτον ὡς καί ὑπερεύχεσθαι τούτων. Οὕτω γάρ καί αὐτοῖς τοῖς ὑπό τοῦ νοητοῦ θανατωθεῖσιν ὄφεως ἴαμα γενήσονται πρός ζωήν. Καθάπερ γάρ τήν σάρκα τοῦ ὄφεως, οἱ τῶν ἰατρῶν παῖδες ἀπολαβόντες, καί τοῦ ἰώδους ἀποκαθάραντες καί τισιν ἐδέσμασι μίξαντες, διά ταύτης τούς ὀφιοδήκτους ἰῶνται, οὕτω καί ὁ τοῦ ὄφεως φρόνιμον καί φυλακτικόν ἐν καιρῷ πειρασμῶν τῇ τῆς περιστερᾶς ἀκακίᾳ κεράσας οὐχ ἑαυτόν μόνον ἀνώτερον τῆς ἐκ τοῦ ὄφεως βλάβης πεποίηκε, δηλονότι τῆς ἐκ τοῦ διαβόλου ἀπάτη, ἀλλά καί τούς ὀφιοδήκτους, τουτέστι, τούς πεπλανημένους ἰᾶται, καταργῶν τήν κακίαν τοῦ ὄφεως, ἥτις ἐστίν ἡ ἁμαρτία καί ἡ ἀσέβεια.  Καί ὁ μάρτυς ἐγγύς, ὁ μέγας οὗτος μάρτυς Δημήτριος. Τόν γάρ δρόμον τελέσας, καί τήν πίστιν τηρήσας, καί πρός φυλακήν τῆς εὐσεβείας ἐνστάς μέχρις αἵματος, τοσοῦτον ἀπέσχεν ἀμύνασθαι τούς ἐπηρεάζοντας, ὅτι καί ὑπέρ αὐτῶν εὐξάμενος πρός τόν Κύριον, τῶν μέν ἔστησε τήν κακίαν, τῶν δέ μετεποίησεν, ὡς μηδέ λείψανον εἶναι  τῇ πόλει ταύτῃ τῆς δυσσεβείας ἐκείνης, ἀλλά συνίστασθαι καί διαμένειν τήν πόλιν, ἐν ᾗ καί ἐξ ἧς ὁ θεῖος μάρτυς ὑπέστη τόν βίαιον θάνατον, ταῖς αὐτοῦ πολυτρόποις κηδεμονίαις καί πολυειδέσιν εὐεργεσίαις, καί πρός τόν Θεόν ἀδιαλείπτοις πρεσβείαις. Ὅ καί ἡμεῖς ἐνδεικνύμενοι μᾶλλον ἤ ἀμειβόμενοι· τίς γάρ ἡμῖν ἰσχύς πρός ἀντίδοσιν; Πολυπλασιάζομεν αὐτῷ τήν πανήγυριν, αἰτοῦντες ἀξιωθῆναι διά τῆς αὐτοῦ πρός τόν Θεόν ἱκεσίας, καί τῆς ἀϊδίου τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς πανηγύρεως, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμή καί προσκύνησις, σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ παναγίῳ Πνεύματι, νῦν καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.