logo

Γεωργίου Νικομηδείας

 

Λόγος Ι΄

«Ἐγκώμιον εἰς τούς ἁγίους καί θαυματουργούς ἀναργύρους Κοσμάν καί Δαμιανόν »

 

(Migne, Patrologia Graeca, t. 100, 1504D-1528A)

 

Τήν σήν, ὧ τῶν καλῶν ἐραστά, θαυμάζειν μέν ἐμοί, περί τήν εὐσέβειαν ὁρῶντι σπουδήν, ἐγγίνεται· ἐκπλήττεσθαί τε καί φρίττειν, τό τοῦ προστάγματος σκοποῦντι φορτικόν, προκρίνεται. Εἰς τοσοῦτον γάρ φιλοθεΐας εὐγνωμόνως διαναβέβηκας, ὡς καί τῶν μεγίστων τυχεῖν ἐφίεσθαι, καί τῆς ἀμηχάνου τούτων εὐφημίας, πολλούς ἐκκαλεῖσθαι πρός  ἀνάληψιν. Δεῖ δέ, μή τῆς τοῦ ἐπιτάττοντος τό ὑπερφυές ἡμῖν ἐννοοῦσιν ἀξιώσεως, τῆς πρός εὐσέβειαν αὐτοῦ τό ἧττον ἀπενέγκασθαι προαιρέσεως · παριστᾷν δέ τήν εὐγνώμονα γνώμην, εἰ καί πάντη τῶν κατ’ ἀξίαν λόγων τῆς παρούσης διαναβέβηκας, ὡς ἐκπίπτομεν ὑποθέσεως· ἀλλά τῆς γε τοῦ προτιθέντος αὐτήν μή ἀποδέειν προθυμίας. Ἔχει μέν γάρ καί αὐτή τό διάπυρον, ἔρωτι τῶν ἀγαθῶν ἐκκαιομένη, κατέχεται δέ, καί τῆς φλογός διαιρουμένης διύγρῳ τινί καθάπερ ὕλῃ, καί τό ἀδιεξόδευτον ἐπιπροσθούση τῷ τῶν πραγμάτων ὑπερόγκῳ τε ἅμα καί ὑπέρ δύναμιν· πειρᾶται δ’ ὀπῆς τινος λαβομένη, καί λίαν σπουδαίως, εἰς φανερόν τήν τῶν κατ’ εὐπορίαν λόγων ἐξενεγκεῖν ἀκτῖνα.

Σύ μέν οὖν ὁ πρός τούτους ἐπαλείφων, ἄριστε, τάχα τάς συνήθεις τῶν ἐγκωμίων …προθε… ἐπιζητήσεις αὐξήσεις, ἐπιδεικτικῇ τινι περιεργείᾳ ταύτας προσαπαιτῶν ἐξαίρεσθαι· οἱ δ’ εἰς ἐπαίνων ἀφορμήν προτιθεμένων, ὥσπερ τά πράγματα, οὕτω καί τά δι’ αὐτῶν ἀπωθήσονται περινοούμενα σεμνολογήματα. Οἷς γάρ προκειμένοις οὐκ ἐτέρφθησαν, λόγῳ καθυποδεικνυμένοις, νεμεσήσουσιν. Πῶς δ’ οὐκ ἄν καί εἰκότως τοῖς ἐκ πατρίδος ἀγαθῶν σεμνύνειν τούτους ἐπιχειρεῖν βουλομένοις ἐπιτιμήσειεν, αὐτοί πλούτῳ τῷ πλεονεκτοῦντι ταύτης, περιουσίᾳ τε καί μεγέθει κτήσεων πολεμίως διατιθέμενοι; Ἐροῦσι γάρ καί λίαν προσηκόντως, ἐπισκώπτοντές τε ἅμα, καί τήν περί ταῦτα τῶν πειρωμένων σπουδήν ἀνακόπτοντες· Μή τῇ τῶν ὁρωμένων τερπνῶν, καί ἡμῖν ἀπηγορευμένων ἐν λόγοις προτιμήσει, τήν τῶν νοουμένων, καί ἔργοις προτετιμημένων ἀγαθῶν, καθυβρίσειέν τις  μεγαλειότητα, μηδ΄ ἀποβολῇ τῇ δι’ ὧν τό εἰς αἰῶνας περίδοξον προσεγένετο κτήσασθαι, νομίσειε σεμνολογουμένην προσθήκην περιτιθέναι δοκούσης ἡμῖν εὐκλείας, ὁ ταῦτα βουλευόμενος. Ὕφεσιν γάρ αὐτήν, οὐκ αὔξησιν τῶν ἐν ἐπιθυμίᾳ προσόντων ἡγησάμενοι, καί τά ἐξ ἐκείνης ἀπωθούμεθα μεγαλαυχήματα. Οὐδέν ἡμῖν πόλεων καί κτιστῶν ἐκρίθη περιγάνεια·   οὐ γῆς εὐφορία καιρίοις καρποῖς ἐπιβρίθουσα, οὐ ποικίλων λειμώνων τερπνόητες, οὐ χῶροι ταῖς τῶν ἀέρων εὐδαιμονοῦντες εὐκρασίαις, οὐ πηγαί διειδεστάτοις ἀναστομούμεναι νάμασι, καί τῇ θέᾳ, πρό γεύσεως ἐντιθεῖσαι τό ἥδιστον. Οὐκ ἐξ ἀκρωρείας ποταμοί καταῤῥέοντες, κοιλάσιν τε καί πεδιάσι ἠρέμα τήν ἐκροήν ἐνιέντες, χλοεράς μέν ταύτας καί εὐανθεῖς ἀποφαίνουσιν τῷ τῆς ὥρας δέ λείῳ, πρός ἑαυτάς μεθ’ ἡδονῆς τούς θεωμένους ἐφέλκονται. Οὕτως ἡ ἐκ θαλάττης ἀγώγιμος ἀφθονία, ἀκτησίας περιουσίᾳ καταπεφρόνηται. Πεπάτηται χρυσός, τάς ψυχάς δουλούμενος, ἥττηται τυραννίς ἐκείνου τῶν ἄλλων κατακρατοῦσα, καί του ἁλόντας μονονουχί δίκην ἀνδραπόδων ἄγουσα πρός ἑαυτήν, καί ὑποτάττουσα.

Τοιαῦτα δή μετ’ εὐλόγου τῆς παῤῥρησίας, ἤ καί προστάξεως, οἱ πρός τήν τῶν δοκούντων καλῶν οὕτω διατεθέντες ἐροῦσι τερπνότατα. Σύ δέ καί ταῦτα παρέντας, θαυμάσιε, βραχέα δέ τῆς τούτων φροντίσαντας ἐκφράσεως, πρός τήν τῶν πατέρων εἰκόνα διανοούμενος παρορμήσεις τήν διήγησιν. Καί εὖγε τοῦ βουλεύματος. Δεῖ γάρ τούς κοινωνούς, μᾶλλον δέ, τῶν καλῶν τούς ἐξ ἑαυτῶν ἀρχηγούς γεγενημένους, καί τῆς τῶν ἐπαίνων μετέχειν δόξης. καί ὥσπερ τῇ φύσει καί τοῖς ἔργοις τό γνήσιον ἔχειν ηὐτύχησαν, καί τῆς τῶν λόγων μή ἀποξενοῦσθαι κοινωνεῖν, καί λίαν εἰκότως, εὐκληρίας. Οὕς γάρ ὁ τρόπος συνῆψεν, τούτους ὁ ἐπαινέτης λόγος οὐ διίστησιν. Πατρός μέν γάρ τῶν προκειμένων εἰς εὐφημίας ἀφορμήν ἁγίων, οἱ φύντες ἐξ αὐτοῦ δηλοῦσιν εὔκλειαν. Οἷς γάρ παιδαγωγηθέντες, εἰς ὕψος μέν ἀρετῆς ἀναβεβήκεσαν. Θεῷ δέ πάντων ἐξῃρημένῳ προσπελάσαι κατηξίωνται, τούτοις τούς παιδαγωγούς ἀνακηρήττουσιν, καί τήν κατάλληλον αὐτοῖς τῶν σφῶν ἀγαθῶν ἐπιμαρτυροῦσιν μέθεξιν.

Πατήρ τοίνυν τῶν μεγαλωνύμων Ἀναργύρων, ἐν ὁδῷ πολιτείας τῆς ἐνθέου, καί βίου τούτους ἐπιστήσας τοῦ σεμνοτάτου. Τῇ μητρί μέν τήν εἰς πέρας χειραγωγίαν παραχώρησεν, εἰς οὐρανίους σέ σκηνάς, ὑπεχώρησεν. Ἡ δέ λαβοῦσα ῥημάτων τῶν ἐπί σκήψει, καί ἐλπίδων τῶν ἐν ἀδήλῳ μᾶλλον τάς ἐκβάσεις, ἤ κατά προσδοκίαν, ἐπιμελείαις ἐμμόνοις, ἐν τοῖς καταλειφθεῖσιν ἐξενεχθῆναι παρεσκεύασεν. Θεοδότη γάρ ἦν, ἔργοις τήν κλῆσιν ἐπισφραγίζουσα. Τό τῆς προσηγορίας εὐκλεές αὐτοῖς ἐπιβεβαιοῦσα, τοῖς πράγμασιν, ἡ τῶν χαμαιζήλων μέ ἀνῳκισμένη, ὑπερτέρα δ’ αἱρομένη τῆς φύσεως, οὐχ ὁρωμέναις πτέρυξιν, καθαρότητι δέ καί λογισμῷ διαβαίνουσα σώφρονι.

Θεοδότη, δῶρον μέν, ἡ δεδομένη θεόθεν, ἀντιδοῦσα δέ σύν ἑαυτῇ τῷ δεδωκότι, καί τήν ἐκ νηδύος καρποφορίαν. Ἡ διττήν αὐτῷ προσφοράν κομίσασα, καί τήν Ἀβραάμ τούτοις πλεονεκτήσασα. Ἡ θυσίαν ὁλόκληρον τῷ ὑπέρ ἀνθρώπων τυθέντι προσαγαγοῦσα, καί τῆς παρ’ ἐκείνου κρείττονος ἀποδοχῆς ἀξιωθεῖσα. Οὐ μάχαιραν ἐν ταύτῃ παραθήξασα. Οὐ βωμόν ἐγείρασα, οὐχ ὑπεκκαύματα συναγείρασα. Οὐ πῦρ ἀνάψασα, οὐδέ καπνῷ καί κνίσῃ τόν ἀέρα συγχέασα, ἀλλά μάχαιραν μέ τοῖς σπενδομένοις προτειναμένη τήν τιμητικήν τῶν παθῶν ἐγκράτειαν. Βωμόν δέ διδασκαλίας διαναστήσασα, τό τῆς ψυχῆς ἐκείνων ἁγνότατον ἐνδιαίτημα, ἐν ᾧ πῦρ, τό τοῦ θεϊκοῦ διαναρθέν πόθου, τήν θυσίαν μέν ἐτελεσιούργησεν, εὐώδη δέ ταύτην τῷ ποθουμένῳ, καί μάλα δεκτικήν ἐνήνεγκεν.

Οὕτωω τοίνυν οἰκείαν ὀρθῶς διελομένη προσφοράν, ὀρθῶς ἀνανεχθῆναι, γνώμῃ τῇ τῶν προσαγομένων αὐθαιρέτῳ παρεσκεύσεν. Αὕτη μέν γάρ,  τά τῶν ἀγαθῶς ἐν τοῖς παισί καταβάλλετο σπέρματα. Οἱ δέ, εἰς πολύχουν τά καταβληθέντα καρποφορεῖν ἐδοκίμασαν. Καί ἅπερ εὖ ἔχειν ἔκριναν, ταῦτ’ εἰς ἔργον ἐξήνεγκαν· ἀγάπην Θεοῦ πάντων ἐρασμίων ἄλλων προκρίνοντες· πίστιν τηροῦντες ἀνόθευτον· τό τοῦ συνειδότος διαπαντός ἀνατλῶντες μαρτύριον· τῇ πρός τούς πλησίον ἀδιασπάστως ἀγάπῃ συνδεσμούμενοι· τῶν ἐμπαθῶν ἠδονῶν ἀποῤῥηγμένοι · ἀνδρείας κατ’ αὐτῶν ἐνδεικνύμενοι · μέλη νεκροῦντες τοῦ σώματος · ψυχῆς δυνάμεις ἀναῤῥωνύντες · καί σπουδῇ, δι’ ἧς τά μέγιστα κατώρθουν ἐν ἡλικίας ἀκμῇ, τήν ἐσομένην αὐτοῖς τῶν χαρισμάτων ὑπέφαινον καινότητα, οὐ μόνον μεγέθει τῶν τελεσθησομένων, ἀλλά καί πλήθει τό παρόδοξον καταγγέλουσαν.

Οὕτω Κοσμᾶς καί Δαμιανός, τοῖς ἐν νεότητι σώματος ἀρδευθέντες τε ἅμα καί ἀναδιδόμενοι, καθάπερ εὐγενῆ στελέχη κατορθώμασιν, εἰς ἄπειρον ἀρετῶν καί χαρισμάτων ἀνέδραμον ὕψος. Κοσμᾶς καί Δαμιανός, οἱ ψυχάς μέν ἐνθέοις κοσμήσαντες πράξεσιν· κοσμηθέντες δέ ὑπό τούτων, ὅλων κοσμήτορες ταῖς πολυφώτοις τῶν θαυμάτων λαμπρότησιν· οἱ λόγοις μέν εὐσεβείας, τάς τῶν ἀνθρώπων διανοιάς κοσμήσαντες· σωμάτων δέ κόσμος, τῇ τῶν ἀκόσμων παθῶν ἀποσοβήσει παρασχεθέντες.

Οὗτοι τοίνυν, ἐπί τῆς τελεωτάτης ἀρετῆς τε καί πράξεως, τήν κρίσιν ἀσφαλῆ καί ἀνόθευτον θειοτέρᾳ τῇ ἐπινοίᾳ προσειλήφασιν· τήν τῶν ἐναντίων μέν ἁπάντων αἰτίαν, τῶν ἀγαθῶν δέ πολεμίαν, ἐβδελύξαντο φιλαργυρίαν. Ἔμαθον γάρ πείρᾳ, ταῖς τοῦ θεσπεσίου Παύλου προστοιχειωθέντες ῥήσεσιν, ὡς ἀληθῶς ῥίζα τοῦ ὅλου τῶν κακῶν αὕτη καθέστηκε καταλόγου. Δι’ αὐτήν ἔριδες καί μάχαι, καί ἄσπονδοι συγκροτοῦνται πόλεμοι. Δι’ αὐτήν καί γένη προσεχῆ κατ’ ἀλλήλων ἐκπολεμοῦνται· πατήρ θ’ υἱόν νεμεσᾷ, καί παῖς πρός πατέρα δολερά βουλεύεται. Δι’ ἔρωτα ταύτης, φύσεως δεσμόν ἀδελφοί διαλύουσιν, καί χείριστα πολεμίων κατά ταύτης ἐπιμηχανῶνται. Δι΄ αὐτήν, ἐπαναστάσεις οὐ μόνον ὑπερορίων, ἀλλά καί ὁμόρων ἐθνῶν ἐξαρτύονται. Δι’ αὐτήν ὠμόταται τυραννίδες καθάπερ ξίφη παραθήγονται, καί κατά εὐνομούσης καί εὐσεβοῦς καί θεόθεν τό κράτος ἐχούσης βασιλείας προσακοντίζονται. Δι’ αὐτήν Δι’ αὐτήν ὁμοφύλων φόνος, καί πανωλεθρίαι κατατολμῶνται δήμων. Διά ταύτης, ἀδίκων ὑπερισχύουσι χεῖρες καί φόνος περιοιδαίνει, καί ὑπερπλήθει πλεονεξία, καί πενία καί ἀπορία τούς πλεονεκτημένους κατάγχει.

Ταύτης ὁ ἐνηδόνως ἐντρυφῶν, ἀλλοτριοῦται πάντως τῆς τῶν ὄντως ἀγαθῶν ἐντρυφήσεως· πλουτεῖ τἀναντία· πρός ἡδονάς καθέλκεται· μανικῶς πρός τούς πλησίον διατίθεται· ὀφρῦς ἀνασπᾷ· ἀλαζονικόν ὁρᾷ· μέγα φρονεῖ καί ἔκνοον· ἀγνοεῖ σχεδόν οὐ μόνον ταπεινότητα φύσεως, καί διάλυσιν σώματος, ἀλλά καί δικαιωτήρια μένοντα, καί κριτοῦ δικαίου δίκην ἀπαραίτητον.

Ἀλλά καί οὕτω συννοίᾳ τῆς φιλοχρηματίας, πρός τε τούς πλησίον καί τήν οἰκείαν διατιθεμένος σωτηρίαν, οἰκετῶν ἀθλίων χαλεπώτερον διανύει βίον, ὑποταττόμενος ταύτῃ καί δουλόμενος, κάι μηδ΄ ἀναπνεῖν ἐλευθερίως συγχωρούμενος. Ταλαιπωρεῖσθαι γάρ δι’ αὐτήν καί τρύχεσθαι, καί μυρίας ἀναδέχεσθαι φροντίδας καταδέχεται· νύκτας τε ἀΰπνους διανύει, περί τῆς ἐπιδόσεως αὐτῆς καί αὐξήσεως ἐμπορίας ἐπινοούμενος· ἀπεμπολήσεις καί καταλλαγάς τῶν ἄλλοις εὐφορουμένων μηχανώμενος · καί πόσου μέν ὁ οἶνος, πόσου δέ τά βοσκήματα, ἤ καί τά ἔρια πιπράσκεται. Ἔστι δ’ ὅπη μέχρι χόρτου τούς λογισμούς ἐπαφίησιν, καί τοῦτον χρυσοῦ καταλλάττειν φαντάζεται. Τίς ἡ ἀδάπανος αὖθις τῶν ἐπινοηθέντων ἐμπορία, καί τίς ὁ ταύτης ἐγγυητής, καί τῶν ἀζημίων ἐμπορευμάτων ἐπάξιος, ἐπιπονώτερον ἐκμελετᾷ. Εἰ δέ που ἀδημονῶν ὕπνου λεπτοτάτου καί οὐχ ἡδέως τύχοι, χρυσόν ὀνειροπολεῖ συλλέγειν, καί ἐν βαλαντίοις ἀποτιθέναι· ὅν ἡ ἐγρήγορσις δοκοῦντα, καί ἐκ δοκούσης ἀφελομένη χειρός, ἀληθῆ τήν δι’ ἀποτυχίαν αὐτῷ καθάπερ βέλος ἐνέπειρε  λύπην.

Καί ταῦτα μέν ἡ νυκτερινή φαντασία καί μελέτη· τά δέ μεθ’ ἡμέραν ἀνιαρά· τραπέζης φημί Λακωνικῆς παρασκευήν · ἑκουσίαν τε σιτίων σπάνιν, καί οἰκετῶν λιμαγχονήσεις, καί πενήτων πρός τῷ μή εὖ πεπονθέναι, δεομένων, μεθ’ ὕβρεως καί αἰκίας ἀποσοβήσεις· ταχ’ ἄν αὐτός κατ’ ἀξίαν διηγήσατο, ἤ καί ἐπιδείξειεν ἔργοις αὐτοῖς, τήν οἰκείαν παριστῶν μοχθηρίαν. Ἡμῖν γοῦν, καίτοι ταύτην ὡς οἷόν τε μελέτῃ καθυποδεικνύειν βουλομένοις, ἡ ἐν χερσίν ὑπόθεσις παρακελεύεται, περί τήν οἰκείαν νύσσαν πωλικόν ἐκτρέχοντα τόν λόγον ἄγειν, καί πρός τόν ἐκείνης τοῦτον ἀπευθύνειν δρόμον· ὅς καί ἀνυπερθέτως τοῖς ἐφεξῆς αὐτῆς ἐφέψεται.

 

Τήν φιλαργυρίαν τοίνυν τήν τῶν λίχνων ἀνθρώπων δουλουμένην φύσιν, οἱ τῆς ἀληθείας ἐρασταί, καί τῆς χρυσῆς ἀρετῆς ἔμποροι, μάλα σαφῶς ἐγνωκότες Ἀνάργυροι, ἐκ τῶν οἰκείων ψυχῶν πρόῤῥιζον ἀνείλκυσαν, καί τόν ἐσμόν τῶν κακῶν συνανείλκυσαν, ἐπιθυμίαν παράλογον· θυμόν θηρθιώδη· ἡδονῶν τυραννίδα, συνέκοψαν κενοδοξίας φύσημα, φιλαυτίας προσπάθειαν, πλεονεξίας ἀδίκημα, μανικήν ὑπερηφανείας οἴδησιν, ἀσπλαγχνίας ἀντιτυπίαν. Ἀντί δέ τῶν παραφυομένων καί ἀναδιδομένων, καί τῇ ῥίζῃ τῶν κακῶν συνεκκοπέντων κλάδων, τῇ τῆς ἀναργυρίας ἐμφυτεύσει, τά εὐγενῆ τῆς ἀκτησίας στελέχη συνεβλάστησαν, πολιτείαν ἰσάγγελον, βίον ἀνθοφοροῦντα καθαρότητα, σωφροσύνην κομῶσαν ἁγιότητα, ἐπιεικίας μητέρα ταπείνωσιν, ἀγάπην οἴκτου γεννήτριαν, ἐλέου πηγήν ἀνεξάντλητον, ἀγάπην δι’ ἥν Χριστοῦ μέν τό φιλάνθρωπον ἐπεμιμήσαντο, παρ’ αὐτοῦ δέ τῷ εὐεργετεῖν τήν χάριν ὑπεδέξαντο.

Ταύτην γάρ τῇ ἀναργυρίᾳ, μᾶλλον δέ φάναι, τῇ παντελεῖ ζεύξαντες ἀκτημοσύνῃ, καί οἰονεί πύρινον ἅρμα κατασκευάσαντες· ξένην τε διφρείαν διανύσαντες, Θεῷ μέν ὡς ἐγχωρεῖ νοητῇ τινι γενητοῖς οἰκειώσει προσωμίλησαν· τῶν παρ’ αὐτοῦ δέ δωρεῶν, ὑπέρ ἅπασαν ἀπέλαυσαν διάνοιαν. Μόνον γάρ αὐτόν κόρουν μή προσγενομένου ποθήσαντες, καί τούς πλησίον ὑπέρ ἑαυτούς, κρεῖττον εἰπεῖν, ἤ ὡς ἑαυτούς ἀγαπήσαντες, ἔργοις αὐτοῖς, τήν πρός ἐκεῖνον ἀγάπην παριστᾷν, ἐκομίσαντο. Ἐντεῦθεν αὐτοῖς αἱ καταράκται τῶν οὐρανίων χαρίτων ἠνοίγησαν· ἐντεῦθεν ἄβυσσος ἡ τῶν ἀγαθῶν αὐτοῖς ἐκκέχυται οὕτω πλοῦτος αὐτοῖς ὁ τῶν κρειττόνων δωρεῶν ἐπλεόνασεν· πλοῦτος, ὅν ἀπεκύησεν πενία· ὅν ἀκτημοσύνη συνέλεξεν· ὅν ἀναργυρία συνεκόμισεν· ὅν ὑπεροψία τῶν παρόντων ἐταμιεύσατο· ὅν ὁ εἰς Θεόν ἐπηύξησε πόθος, καί ἡ πρός ὁμοφυεῖς ἀγάπη συνήθροισεν. Οὗτος ὁ ἐν αὐτόπταις καί ὑπηρέταις τοῦ Θεοῦ Λόγου πλεονάσας· οὗτος, ὁμοτρόποις ἔργοις καί λόγῳ γεγενημένοις αὐτῶν, ὑπερέβρισεν. Τούς ἐκείνων γάρ ἀγῶνας εὐψύχως διεδέξαντο· τούς ὑπέρ ἀληθείας πόνους· τάς περιηγήσει· τάς ὑπέρ εὐεξίας ψυχῶν φροντίδας· τάς ὑπέρ θεραπείας σωμάτων ἐπιμελείας· τήν ἀδάπανον σπουδήν· τούς ἀμισθί καταβαλλομένους δρόμους· τήν οὐκ ἀπέριττον μόνον, ἀλλά καί πάντη δέουσαν τῶν ἐν χρείᾳ ζωήν· τήν τῶν παρόντων γύμνωσιν· τόν ἐσταυρωμένον βίον, δι’ ὅν, κοινωνοί μέ τῆς τοῦ πεπονθότος ἀναστάσεως ἐγένοντο· ἀνθρώπων δέ τάς δι’ὑπερβάλλοντα πάθη νενεκρωμένας ἐλπίδας, ὑπ’ αὐτοῦ τοῦ ἀναστάντος, καί τούς νεκρούς συναναστήσαντος, ἀναζωπυρεῖν εἰλήφασιν.

Καί τίς ἄν τά ἐκείνων οὐχ ὡς μεγέθους καί πλήθους ἔχει διηγήσαιτο λόγος, ἀλλά καί ποσῶς τῆς αὐτῶν προσάψαιτο μεγαλειότητος; Ὅσαι γλῶσσαι; οὐδ’ εἰ μύριαι· οὐδ’ εἰ τούτων πολυπλασίονες· οὐδ’ ὅσαι τοῖς καθέκαστον ἐν τοῖς νῦν ἐνεργοῦσιν ἀνθρώποις, εἰ πειραθεῖεν τῆς αὐτῶν ὑφηγήσεως προσῆκόν τι εἰπεῖν ἐξισχύσαιεν. Ὑπέρ γάρ, οὐ μόνον ἔκφρασιν, ἀλλά καί διανόησιν ταῦτα γεράιρεται· ἀκατανοήτου Θεοῦ θαυμάσια τυγχάνοντα, ἀνερμηνεύτως δοξάζεται· χαρίσματα καινοτομούμενα παραδόξως ὄντα, ἀνεκλαλήτως θεσπίζει θαυμάζεσθαι. Οὐκ ἐννοεῖται λογισμῷ· οὐκ ἐμφαίνεται λόγῳ· οὐχ ὑποπίπτει μέτρῳ· οὐ χρόνῳ περιορίζεται· Δι’ ὅλου γάρ καί καθ’ ἑκάστηντελούμενα, πρός ἄπειρον μέν ἐκτείνει τήν ἀπαρίθμησιν· εἰς περιμάχητον δέ τοῖς ἑκατέροις ἐγγγίνεται χρόνοις. Φιλονικεῖ γάρ ὁ παρῳχηκώς, τά ἐν αὐτῷ προκεκαιτονομημένα προβαλόμενος, ἀνάριθμόν τε τήν τούτων φοράν δεικνύμενος, τῇ τ’ εὐτυχίᾳ μᾶλλον τοῦ μετ’ ἐκεῖνον θαυμάζεσθαι, καί δι’ ἀρχαιότητα τῶν πεπραγμένων κληροῦσθαι τό αἰδέσιμο· ἀντιφιλονεικεῖ δ’ ὁ παρών, αὐτόν τε πλεονεκτεῖν ἐν τοῖς προσυνεστῶσιν, καί τοῖς ἄρτι καινοτομουμένοις τῷ ἀσυγκρίτῳ γεραίρεσθαι. Καί ὁ μέν, τά ἐν ὑποβλήμασιν παραδεικνύς ἐγκαλλύνεται· ὁ δέ σύν τοῖς οὕτω τήν μνήμην παρατείνουσιν, καί τά ἔναγχος καί μᾶλλον εἰς φανερόν  προτιθείς, συμνύνεται. Ἀλλά μέγα φρονοῦντες ἀμφότεροι, τό καταδεέστερον ἐν τῇ ἀπαριθμήσει τῶν τεθαυματουργημένων ἐπίσης ἔχουσιν. Ὥσπερ γάρ οὐκ ἐννοῆσαι, ἤ λόγῳ διασημᾶναι, οὕτως οὐδέ χρόνῳ τοῦθ’οἷόν τέ ἐστιν περιγράψαι.

Τίνα γάρ ὑμῶν, ὦ τῶν παραδόξων ταμίαι θαυμάτων, ἐξαρκέσειέν τις χρόνος ἤ λογισμός ἀποθαυμάσαι τά θαύματα; μήτι γε γράψαιμ, ἤ ἐνάρθρῳ διαγορεῦσαι φωνῇ, τά ἐν ψυχικαῖς ἐπισκέψεσιν συνιστάμενα· τά τῶν πυρπολούντων παθῶν κατασβέσεις, τήν τῶν ἀγριουμένων καί κυμαινόντων παθῶν καταστόρεσιν· τῶν νοουμένων τήν ἀντιπαράταξιν· τῶν ὁρατῶν τήν ἀποσόβοσιν· τήν τῆς σωφροσύνης φυλακήν. Οὕτως ἡ ἐν σώμασιν ὑμῶν διάφορος ἐπίσκεψις ποικίλας τάς εὐεργεσίας ἐνδείκνυται. Οὕτως ὁ μόνος θαυμαστότατος Κύριος, ἐν ὑμῖν τήν οἰκείαν ἐθαυμάστωσεν δύναμιν. Τοῖς ἁγίοις γάρ, φησίν ὁ Ψαλμῳδός ἐθαυμάστωσεν. Οὐκ Ἐθαυμαστώθη, ἔφη·

ἀλλ’  Ἐθαυμάστωσεν. Φύσει μέν γάρ ἐκεῖνος θαυμαστός, φησίν, καί οὐδεμιᾶς τῶν θαυματουργουμένων προσθήκης ἐπιδέεται τοῦ θαυμαστωθῆναι· θαυμαστοῖ δ’ ἐν τοῖς ἁγίοις τάς οἰκείας εὐεργεσίας· θαυμαστοῖ τά δι’ αὐτῶν ἐπιτελούμενα τεράστια· θαυμαστοῖ τήν ἰδίαν ἐν τούτοις ἰσχύν, καί τά δι’ αὐτῶν καινοτομούμενα παράδοξα. Καί τήν αἰτίαν τῆς θαυμαστώσεως, μάλα σαφῶς διέξεισιν. Τίς δε αὕτη καί οἵα; Ἅπαντα γάρ, φησί, τά θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἑν τούτοις τάς δωρεάς θαυμαστοῖ, ἐν οἷς τά αὐτοῦ πληροῦται θελήματα· ἐν οἶς ἀνυπερθέτῳ γνώμῃ τά τούτου διανύεται προστάγματα· ἐν οἷς πίστις ἀνόθευτος, καί νόμοι διαφυλάττονται σωτήριοι· ἐν οἷς αὐτός καί ὁ Πατήρ προκαθαρθεῖσί τε καί ἁγιασθεῖσιν ἁγίου Πνεύματος ἐπιδημίᾳ μονήν ποιοῦνται παραγενόμενοι.

Οὕτως ἐν ὑμῖν τά ἐκείνου δείκνυται σαφῶς διά τῶν ἀντιδόσεων πεπληρῶσθαι προστάγματα· καί τοσοῦτον, ὅσον αἱ ἀμοιβαί παριστῶσιν τοῖς πράγμασιν. Δωρεαί μέν αὗται καί τυγχάνουσιν, καί γεραίρονται· σπουδῇ δέ καί προαιρέσει τῶν ταύτας ἐπισπωμένων, καί κατ’ ἀξίαν ὑποδεχομένων, καί μετροῦνται καί παρέχονται. Οὐκοῦν τῇ ἀφθόνῳ τούτων μεταδόσει, καί ὑμῶν τῶν εἰληφότων ἤ τε φιλόθεος προαίρεσις, καί ἡ δι’ ἔργων προπαρασκευή συμμετρουμένη, καί δηλοῦται, καί εἰς ἔργον τοῖς ἐξετάζειν βουλομένοις προτίθεται· Τίς γάρ τῇ τῶν θαυμάτων οὕτω πλουτισθείς, τῶν νῦν ἤ τῶν παλαιοτάτων, χάριτι, ᾧπερ ταῖς ὑμῶν δωρεαῖς ἀντιπαρατιθεμένῳ, οὐχ ἡ τῆς ἀρετῆς ἐφίεται μεγαλειότης.

Ἀβραάμ μέν γάρ ὁ δίκαιος, τῶν κατά καιρόν ἁπάντων διεθρυλλήθη προκρινόμενος· ἀλλ’ ἐνδέων τῷ πλείστῳ τῶν ὑμῶν χαρίτων ὀφθήσεται, δι’ ὧν βίος σεμνότατος, καί ἀρετῶν ὑπερβολή, τό ὑμῖν παριστῶσιν ἀσύγκριτον. Τόν τῶν ὅλων μέν γάρ Θεόν ἐκεῖνος ἠγάπησεν, ὑπερηγαπήσατε δέ τοῦτον ὑμεῖς,  ἀσαρκίαν δι’αὐτόν καί ἀγγελικήν ἀνῃρημένοι πολιτείαν. Καί Θεῷ μέν ἐκεῖνος, τόν ἐξ ὀσφύος καρπόν θυσίαν ἀνήνεγκε προστάγματι τοῦ δεχομένου παθυπηρετούμενος· σώματα δ΄ ὑμεῖς αὐθαιρέτως ἀνηνέγκατε· μαχαίρᾳ θείου πόθου, καί πυρί ταῦτα τῆς ἐγκρατείας ὁλοκαυτοῦντες. Καί κριόν μέν ἐκεῖνος τοῦ προσαγομένου λύτρον ἐδέξατο· ὑμεῖς δ’ ἀνενεγκότες ἐπείσατε, καί ἀνταλλάγματος οὐκ ἐδεήθητε. Καί ἅπαξ, ἐκεῖνος μέν προσήνεγκε· δι’ ὅλου δ’ ὑμεῖς τοῦ βίου προσήχθητε, σταυρούμενοι τῷ κόσμῳ καί νεκρούμενοι, καί διά πάσης ζωῆς ἀποθνήσκοντες.

Καί ἐν φιλοξενίᾳ μέν ἐκεῖνος θαυμάζεται· καί γάρ ἐπάξιον τό ἔργον θαύματος, καί τῆς ἐκείνου μεγαλοφυΐας γνήσιον· ἀλλ’ ἐκ περιουσίας αὕτη τῶν ἐνόντων καί προεχεῖτο, καί εἰς τούς παρατυγχάνοντας διενέμετο· ἐν τάξει δ’ ὑμεῖς ξενιζομένων ἐθελουσίῳ, καί οὐκ ἀβουλήτῳ πενίᾳ καταστάντες, ξενοδοχίᾳ τῇ κρείττονι τούς ἐπιδεεῖς ἅπαντας ἐξενίσατε· φιλοφρονούμενοι τούτους ψυχαῖς τε καί σώμασιν, καί ἀναῤῥωννύντες, οὐκ ἐν χρόνῳ ἤ τινι τόπῳ τήν φιλοξενίαν, ἀλλά πανταχοῦ γῆς καί θαλάττης ἐφαπλοῦντες· νοητῶς ἐκτρέφοντες· αἰσθητῶς τούς τακέντας ἀνακτώμενοι, καί εἰς κόρον τήν ἀσιτίαν, ἐπιθυμία τῶν ἐδωδίμων μετασκευάζοντες.

            Ἐξένισεν ἐκεῖνος ἐν ἀγγέλων ἅπαξ προσχήματι, μή περιγραφομένην φύσει θεότητα, τήν τῆς Τριάδος δε τυποῦσαν, ἐν ἀνθρώποις ὀφθησομένην· δι’ ὅλου δ’ ὑμεῖς τοῦ βίου, τῆς ἐλλάμψεως αὐτῆς ἐναπολαύοντες, φωστῆρες μέν οἰκουμένηης ἐχρημάτισε· τήν ἀνελλιπῆ δ’ ἐκείνης εὐεργεσίαν, ἐν παραδοξουμέναις θεραπείας καθυπεδείξατε· καί οὐ παρόντες μόνον, ἀλλά καί μεταστάντες τάς ἀφθόνους αὐτῆς δι’ ἔργων ὑποφαίνετε δωρεάς, καθαρῶς καί θεολογοῦντες, καί εἰς συνεργίαν ταύτην ἐπισπώμενοι.

Καί τί δεῖ τούς ἐκ τοῦ πατριάρχου φύντας, ἤ καί μετ’ αὐτούς δικαίους ἀντεξετάζειν ὑμῖν τε, καί τοῖς θεόθεν δεδομένοις χαρίσμασιν· αὐτοῦ τῇ ἀντιπαραθέσει προσεξαρκέσαντος· καί οὐχ ὕφεσιν δήπου τῆς οἰκείας ἐντεῦθεν ὑποστάντος ἀρετῆς, τῆς ἐν χάριτι δέ παρεχομένης δωρεᾶς τοῦ ἀσυγκρίτου τε ἅμα καί ἀπεριορίστου, ὡς διά λόγων αὐτῷ καί δι’ αὐτῶν ἐμφαινομένου τῶν ἔργων. Ἀλλά γάρ καί τῶν ταύτης ὑπηρετῶν καί κηρύκων μιμηταί γενόμενοι, τῶν ἴσων χαρισμάτων ἀπελαύσατε. Οἷς γάρ οἱ ἀγῶνες ἐφάμιλλοι, τούτοις ἐπίσης αἱ δωρεαί διανέμονται.Κατ’ ἴχνος γάρ ἐκείνων ἰόντες, πόνους μέ τούς διά τό σωτήριον ἀνεδέξασθε κήρυγμα· τοῦ ἴσου δε τούτοις οὐκ ἀπελείφθητε δρόμου· λόγοις πρός εὐσέβειαν τάς τῶν ἀνθρώπων ψυχάς ἐπαλείφοντες· τά τῶν ζιζανίων ἐπισποράς ἐκτίλοντες· τά καθαρά τῆς θεολογίας ἐμφυτεύοντες δόγματα· βίον ἀσκοῦντες ἀκτήμονα· πλουτοῦντες δωρεαῖς ταῖς τοῦ Πνεύματος· πρός τό πολυπαθές τῶν σωμάτων ἀνθοπλιζόμενοι· τά μυρία τούτων καταπολεμοῦντες καί ἀποσοβοῦντες πάθη· δωρεάν τήν χάριν κααβαλλόμενοι, τούς τε λόγους ἐπληρώσατε καί τήν φιλανθρωπίαν τοῦ δεδωκότος ὡς ἐνῆν ἐμιμήσασθε·

Ἔδει γάρ ὑμᾶς, τάς τοῦ δωροδότου δεξαμένους εὐεργεσίας, καί προῖκα τόν τούτου κληρωσαμένους πλοῦτον, τό τέ φιλάνθρωπον τοῦ παρασχομένου, καί τήν κατάλληλον ἀποστόλοις ἐκλογιζομένους χάριν, διά τῆς τῶν εὐεργετουμένων ἐπισκέψεως, τόν εὐεργέτην ἀπομιμήσασθαι. Οὐ γάρ οἰκείας φιλοτιμίας, ἀλλά τῆς ἐκείνου δόξης  ἕνεκα, τούτοις τε καθυπηρετεῖτε, καί τῆς δωρεᾶς τό μέγεθος ἀνακηρύττεσθαι παρασκευάζετε.

Ἔδωκεν γάρ, φησίν, τοῖς αὐτόπταις καί μύσταις, ὁ θεσπέσιος εὐαγγελιστής, ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε αὐτά ἐκβάλλει. Ἅπερ οὖν ἐκείνοις δι’ ὑποσχέσεως δέδοται, ταῦτα δι’ αὐτῶν ὑμῖν παρεσχέθη τῶν ἐκβάσεων. Δέδοται κατά πνευμάτων ἀκαθάρτων ὑμῖν ἐξουσία, οὐχ ὥστε φρίσσειν ὑμᾶς ὡς Θεοῦ θεράποντος, καί δεδιέναι ταῦτα καί τρέμειν μόνον· ἀλλά καί ἐλαύνεσθαι, καί ἀποσοβεῖσθαι, καί τόπον μη κληροῦσθαι κατασκηνώσεως. Θεραπεύειν δέ πᾶσαν νόσον, φησί· οὐ τήν μέν ὡς τό ῥᾴδιον ἔχουσαν τῆς ἰάσεως, θεραπεύειν· τήν δε ὡς τό δυσχερές ἐμφαίνουσαν, παρατρέχειν· ἀλλά πᾶσαν εἰπών, καί τῶν ἀνιάτων ὑπονοουμένων, ῥᾴστην ὑμῖν τήν τοῦ θεραπεύειν δεδώρηται δύναμιν. Κἄν χρονία τύχοι τις οὖσα καί ἀπηγορευμένη τοῖς περί τούτων διανοουμένοις, καί κρίνειν τοῖς ὁρωμένοις δοκοῦσι τά ἐκβησόμενα· κἄν πρός αὐτόν βλέπει τόν θάνατον. Οὕτω γάρ ἔχει τό ἀψευδές τῆς ὑποσχέσεως. Πᾶσαν γοῦν εἰπών, καί διαστολήν τινα τῶν θεραπευθησομένων μή προσθείς νόσων, καί τάς πρός πέρας ἀφορώσας διεσήμανεν, δεικνύς ὡς ἐκ θανατηφόρων παθῶν τε καί νόσων ῥύεσθαι ταῖς πρός Χριστόν ἡμῶν ἱκεσίαις τήν παῤῥησίαν εἰλήφατε.

Ἐπεί οὖν παρ’ αὐτοῦ μέν ταύτην ἐκομίσασθε· τοῦ δεδωκότος δ’ ἐν μιμήσει τῆς φιλανθρωπίας γινόμενοι, τό, τούς ἐνδεεῖς εὐεργετεῖν ἀμόχθως ἔχετε, ταῖς νῦν τῶν δεομένων ἐπικάμφθητε παρακλήσεσιν· ῥημάτων ἐκ βάθους ἀναπεμπομένων καρδίας ἐπακούσατε· κατωδύνους ἐνωτίσθητε στεναγμούς. Ἔχετε τήν ἀφθονίαν μέν τῶν ἰαμάτων εἰληφότες ἄνωθεν· ἔχετε δ’ ἀπόνως καί τό τοῖς ταῦτα παρακαλοῦσιν νέμειν, εἰ μη τι τῶν ἐμποδών παρακαλοῦντας ἀποκλείοι τῆς χάριτος. Ἐμποδών δέ τῆς εὐεργεσίας, ἁμαρτία, ἡ καί τῶν παθῶν τά πονηρότατα τίκτουσα, καί ἀλγηδόνας τάς τούτων εἰς πολύ μέ παρατείνεσθαι, παρασκευάζουσα· ἡττωμένη δε καί διαλυομένη στεῤῥοτάταις ὑμῶν ἐντεύξεσιν. Μή τοίνυν ἐναντιώσει τῇ ταύτης προσανέχοντες, τήν ἀεί προχεομένην χάριν ὑμῶν, δι’ αἰτίαν ἔνδικον ἐπισχεθῆναι βουληθείητε· ἀλλ’ ὡς τοῖς ἐπιτειχισθεῖσαν περίφραγμα καρτερότατον, ἐκ μέσου καί ταύτην διάραντες, ἀκωλύτως διαπορθμευθῆναι δεομένοις τήν δωράν παρασκευάσατε. Νόσημα γάρ τῶν ἄλλων ἀλγεινῶν καί αὐτή χαλεπώτερον, καί τῆς ὑμῶν ἐπικουρίας, μᾶλλον δ’ ἐπισκέψεως δεόμενον. Ἔχετε καί κατ’ αὐτῆς τήν ἐξουσίαν, ὡς ἔργοις αὐτοῖς κοινωνοί τῶν τήν ὑπόσχεσιν ταύτην εἰληφότων γεγενημένοι. Ἰσχύει, τοῦτο πάντως οὐκ ἀμφίβολον, τῶν δεομένων συνεργούντων, καί ταύτην ὑμῶν ἡ εὐπρόσδεκτος, ὡς καί τ’ ἄλλα τῶν νοησημάτων ἐξᾶραι, καί εὐεξίᾳ τῇ ὄντως, νοσηλευομένους ἀναῤῥῶσαι.

Κατά πάντων οὖν παθῶν ἐκ προνοίας ἔχοντες Θεοῦ τά νικητήρια, τό τοῦ προνοησαμένου καί ἐν ὑπευθύνοις μιμήσασθε φιλάγαθον· ἐμμόνοις πρεσβείαις ἐνοχάς πταισμάτων διαλύσατε· χρονίοις πεπεδημένους νοσήμασιν ἀπολύσατε· ἡσθῆναι τῇ τε προαιρέσει καί τῷ πόθῳ, τῶν ὑπό πτέρυγα θερμῆς ὑμῶν ἐπισκέψεως καταφευγόντων δυσωπήθητε. Ὁρᾶτε γάρ ὡς εἰς ἄμοχθά τινα καί χαρίτων ἰατρεῖας πλήρη, ἐν τοῖς τεμένεσι ὑμῶν οἱ ὀδυνώμενοι καταφεύγοντες, τήν τῶν ἀλγεινῶν μή ὑπερτιθεμένην ἀπαλλαγήν ἐλπίζουσιν. Ὁρῶσιν γάρ ὑμᾶς διανοίᾳ καί μή φαινομένους ὄμμασιν· χεῖρας προτείνουσιν· λόγοις τόν ἔλεον ἐπιζητοῦντες προσομιλοῦσιν· ὡς σωτῆρας παρακαλοῦσιν· ὡς κηδεμόνας καθικετεύουσι. Καί ὁ μέν, τοῦ λέγειν ἔτι μή πεπαυμένος, ῥήμασιν τάς συνεχούσας ἀλγηδόνας διαγγέλλει, τάς ὑπέρ αὐτῶν ἱκεσίας προβαλλόμενος· ὁ δέ, διά κακώσεως ὑπερβολήν καί αὐτῶν ἀποπαυθείας τῶν λόγων, στεναγμούς ἀνατείνων ἀναπέμπει, καί ὀδύνην ὑποφαίνει τήν ὑποσμύχουσαν.

Οὕτως ὁ τῷ φλογμῷ τοῦ πυρετοῦ δαπανώμενος, τήν γλῶσσαν καταφρυγεῖσαν εἰς ἱκεσίαν προτείνεται, καί τῆς ἐπισκέψεως ὑμῶν διά μόνης θέας ἐξαιτεῖται δρόσον· ὁ δριμύτατος βαλλόμενος πόνοις, τῆς γλαυκείας ὑμῶν δεῖται δι’ ἐπισκέψεως ἐπικουρίας· ὁ λειποψυχῶν, ἀνακτωμένην ὑμᾶς παραψυχήν ἀπεκδέχεται· ὁ χρονίαις ἐκλελυμένος τηκεδόσι, τήν ὑμῶν εἰς ἀνόρθωσιν προσβλέπει παρουσίαν· ὁ πάθεσιν τάς ὄψεις συγκεχυμένος, καί κατώδυνον ἕλκων βίον, φωταγωγούς ὑμᾶς καί ὀδυνῶν ἐλευθερωτάς προορᾷ· ὁ ἐκ τινος τά μέλη συντριβείς συμπτώσεως, ἁρμολογοῦσαν τε ἅμα καί συνδέουσαν τήν ὑμῶν ἐπικαλεῖται βοήθειαν. Πᾶς τοίνυν ὁ τό πολυπαθές περικείμενος σῶμα, καί ἀλγεινοῖς τοῖς τούτου συνδεδεμένος, Χριστοῦ τοῦ φιλαγάθου παρέχοντος, κακῶν τῶν συνεχόντων δι’ὑμῶν λαβεῖν ἐξαιτεῖ τήν λύτρωσιν.

Ἱλαρῶς οὖν ταῖς τῶν δεομένων ἐπινεύοντες ἱκεσίαις (τοῦτο γάρ ὑμῶν μέν ἰδιαίτατον, τῶν αἰτουμένων δ’ ἐλπίς ἀνυπέρθετος), τάς προτεινομένας πληρώσατε δεήσεις· πυρπολουμένων σβέσατε φλόγα· κοιμήσατε πόνους ἀγριαίνοντας· μέλη παρειμένων ἀνορθώσατε· ἀθυμίαν ἀνακλήσει τῆς εὐθυμίας ἀποσοβήσατε· ἐλπίδας ἀπηγορευμένας ἀνακαλέσασθε· νενεκρωμένας ἀναζωπυρήσατε προσδοκίας. Τό ἀσθενές οὐκ ἀγνοεῖτε τῆς φύσεως, οὐ μόνον ὡς μετασχόντες ταύτης· ἀλλά καί ὡς θεόθεν ἐλλαμφθέντες, καί αὐτῇ πείρᾳ, τῶν αὐτῆς μέν κοινωνησάντων κακῶν· δι’ ὑμῶν δ’ ἀπαλλαγέντων τῆς τούτων ἐπηρείας, σπλάγχνοις φιλανθρωπίας, καί ἐπισκέψει. Οἴδατε τό ταύτης ῥάθυμον ἐν ἀλλοτρίαις πειραθέντες συμφοραῖς, ὡς οἴκτῳ θεομιμήτῳ τοῖς πεπτωκόσιν ἐπικλινόμενοι· ὡς ἀηδίας δυσωδούντων  ἀνασχόμενοι· ὡς οὐ μόνον εἰς τήν τῶν ταύτης ὀλισθηρῶν αὐτοχειρίᾳ πονοῦντες ἀνόρθωσιν, ἀλλά καί τοῖς ὀρέγειν αὐτῇ περωμένοις συγκάμνοντες, καί ἔργοις αὐτοῖς τήν τοῦ συμπαρεῖναι, καί τό σφαλερόν αὐτῶν διορθοῦσθαι, παρέχοντες αἴσθησιν.

 Ἰατρός τε γάρ σωτήρα πάσσων φάρμακα, καί τήν παρά Κυρίου βοήθειαν ἐξαιτούμενος, συναρωγούς ὑμᾶς ἕν τε τῇ αἰτήσει καί ἰάσει προσεπικαλεῖται· πυρετοῦ τε λῆξιν ἐπινοούμενος, τήν ὑμῶν δροσοποιόν ἐξαιτεῖται παρουσίαν. Οὗτος σιδήριον σπώμενος, καί εἰς οὐρανόν αἵρων τά ὄμματα, τήν ὑμῶν συνεπισπᾶται καί συνεπαίρει πρεσβείαν, καί δι’ αὐτῆς τό ἀσφαλές ἀποκαραδοκεῖται, τοῦ ἐγχειρήματος· χειρουργῶν τε τομαῖς  καί σηπεδόνας ἐξαιρεῖσθαι πειρώμενος, συντέμνοντας ὑμᾶς καί συνουλοῦντας ἐν ἀμηχάνοις προβλέπει.

Ἀλλά γάρ καί ὁ τήν τῶν ἐναντίων μάχην δεξάμενος, καί τοῖς τῶν ἀθέων πολέμοις τρυχόμενος, τήν ὑμῶν εἰς ἀντιπαράταξιν ἐκκαλεῖται πρεσβείαν. Ὥσπερ γάρ κατά νοητῶν πολεμίων καί παθῶν σωματικῶν ἄμαχον τό κράτος ἐδέξασθε· οὕτω κατ’ ἐναντίας ἐφόδου καί μάχης ὁρωμένης, καί ἐχθρῶν καταδρομῆς, τήν ἐξουσίαν παρά Χριστοῦ τοῦ παντοκράτορος εἰλήφατε. Διό καί εὐσεβοῦντας δήμοις καί πόλεσι βασιλεῖς, συνικετεύοντας ἔχετε. Προφθάνοντες γοῦν ὀξέως παρακαλοῦντας, κοινόν ἴαμα τήν τῶν πολεμίων ἧτταν, περιουσίῳ καί Χριστωνύμῳ λαῷ προμηθήσασθε. Νεύοντες φιλαγάθως ἐκλιπαρούντων δεήσεσιν, αὐτοῖς μέν τό ἄτρωτον· ἐναντίοις δέ φυγήν πανωλεθρίας ἐξαιτήσασθε πρόξενον· Ἀκμάς φονικῆς ἀμβλύνασθε μαχαίρας· τόξα δυσφημούντων συντρίψατε· θυρεούς ἀθέων πυρί πρεσβείας κατακαύσατε· φωνάς καί λόγους μεγαλοῤῥημονούντων παύσατε· γλώσσας κατά τοῦ Ὑψίστου κινουμένας πεδήσατε· λάλον δείξατε τῶν εὐσεβούντων καί ἐξάκουστον καύχημα· δυνάμει κρείττονι τούς ἐπιγνώμονας Χριστοῦ καθοπλίσατε· ἐντεύξεσιν ταῖς πρός τόν ὅλων Βασιλέα θερμαῖς καί ἐπιμόνοις, βασιλεῖς εὐσεβεῖς νίκαις καταστέψαντες, τρόπαια κοινά τῇ τοῦ βραβεύσατε ποίμνῃ

Ἔχετε συνεργοῦντα, τόν τάς ἀφθόνους δωρεάς παρεχόμενον· τό τοῦ ἐλέους ποταμούς προχέοντα· τόν τήν ἄβυσσον τῶν οἰκείων διανοίγοντα χαρισμάτων, καί ἀπαντλεῖν βουλομένοις συμπράττοντα· τόν ἄμαχον τό κράτος ἔχοντα· τόν μόνον νικοποιόν Χριστόν, καί τῆς ὄντως εἰρήνης χορηγόν.

Ἔχετε λόγοις καί ἔργοις αὐτοῖς, τήν τοῦ δωροδότου Μητέρα καί Βασιλίδα τῶν κτισμάτων συμπράττουσαν· τήν εὐεπήκοον πρεσβείαν· τήν ἐν ἱκεσίαις ὥσπερ καί ἐν ἀσυγκρίτῳ δόξῃ, νόων τε πάντων ἀΰλων, καί θεραπόντων Θεοῦ προτετιμημένην, καί παρ’ αὐτοῦ διδόντος, τό τῶν αἰτουμένων δεχομένην ἀπαραίτητον· τήν δι’ ἧς ἥ τε ἀσθενήσασα, καί τήν ὄντως εὐεξίαν ἀποβαλοῦσα, τῶν ἀνθρώπων ἀνεῤῥώσθη φύσις, καί νομαί τῶν προσφυέντων παθῶν ἐπεσχέθησαν· δι’ ἧς ἡ νοσοποιός παρακοή πέπαυται, καί τῶν ὑγιεινῶν τῆς ὑπακοῆς ἀρετῶν, τό τῶν γηγενῶν ἐναπολαύει γένος· δι’ ἧς ἡ θανατηφόρος ἁμαρτία, τῆς τῶν κακῶν ἀνεκόπη φορᾶς, καί δικαιοσύνης ἐν ἀνθρώποις ἐπλεόνασεν ἀφθονία· δι’ ἧς ἡ χρονία τοῦ θανάτου καταλέλυται τυραννίς, καί ἀπ’ αἰῶνος νεκροί διαλυθέντες, κραταιᾷ τοῦ ἐξ αὐτῆς φύντος δυνάμει, συνηρμολογήθησάν τε καί πρός ἀγήρω ζωήν μετεκλήθησαν. Ζωῆς τῆς ἀθανάτου τήν μόνην ἀδιόδευτον χρηματίσασαν πύλην, δι’ ἧς ἀφθαρσίας ταμιεῖα διηνοίγησαν, καί τούς θνητούς ἀθανασίαν ἐπλούτισαν· δι’ ἧς ῥοαί δακρύων τῶν προπατόρων ἐπεσχέθησαν· ποταμοί δέ χαρᾶς, αὐτούς τε, καί τούς ἐκείνων τά μεγαλεῖα ταύτης συνιέντας, εἰς αἰῶνας ἀρδεύουσιν.

Τό τῶν ἀγγέλων σεμνολόγημα· τό ἄπαυστον αὐτῶν ἀγαλλίαμα· τό τῆς ἀνθρωπίνης φύσεως εὐφρόσυνον καύχημα. Ταύτης ἡ ἐν καιρῷ τῷ ἐπιζητοῦντι, καί τῶν ἐν ἀνάγκαις δεομένων συνεργοῦσα χάρις, οὐχ ὑμῖν παρεῖναι μόνοις ἀνακαλύπτεται, ἀλλά τηνικαῦτα θερμῶς ἐπικαλούμενος μάλα, τήν οἰκείαν συνιέναι δίδωσιν ἐπίσκεψιν. Ὁρῶσιν γάρ ὡς ἄν ἐκείνη δοίη συνορᾷν· ποτέ δέ, τό τῆς θεραπείας εἶδος διερμηνεύουσαν, καί αὐτοχειρίᾳ τῇ ὑμῶν τό ὅλον παραχωροῦσαν τῆς ἰάσεως· καί οὐχ ὡς συγκατιέναι παραιτουμένη, καί χεῖρα τοῖς κάμνουσιν ἐπορέγειν, ἤ μόνῳ προστάγματι τήν εὐεξίαν ἐνεργεῖν, ταῦτ’ ἐννοεῖ καί πραγματεύεται· ἔχει γάρ τό φιλανθρώπως ἐπινεύειν καί κάμπτεσθαι, καί τοῦθ’ ὑπέρ γεννητήν φύσιν, μόνῳ τῷ Υἱῷ παραχωροῦσα τό τῆς εὐσπλαγχνίας ἀσύγκριτον· ἀλλ’ ὡς αὐτοῦ θεράποντος ὑμᾶς τιμῶσα, καί τήν διά τοῦ ταύτην διοικονομεῖν τιμήν ἐπιβεβαιοῦσα.

Αὐτήν οὖν εἰς πρεσβείαν ἑτοίμην οὖσαν κινοῦντες, καί πᾶσαν δαψιλῶς τό τῆς εὐσπλαγχνίας ἐπιχέουσαν ἔλαιον, τάς τῶν ὀδυνωμένων καί θεραπείας δεομένων ἀλγηδόνας κοιμίσατε, τόν τε πόθον ἀμείψασθε τοῦ τό ἱερόν ὑμῶν κοσμοῦντος  τέμενος, καί ἐν τῇ ὑμῶν ἐγκαυχωμένου προστασία· καί τῶν εἰς Θεοῦ δοξολογίαν, καί τῆς παρ’ αὐτοῦ δεδομένης ὑμῖν συνειλεγμένων εἰς εὐφημίαν χάριτος, τάς διαπαντός πληρώσατε δεήσεις. Λάβετε σύμφωνον ὑμῖν προτείνουσαν πρεσβείαν, εἰς τε τόν ἐξ αὐτῆς σεσαρκωμένον Κύριον, καί μητρόθεον ταύτης μεγαλειότητα, μητέρα γνησίαν, φιλανθρωπίαν ἐκμιμουμένην τέκνων· ἥν, ὡς γάλακτι θρέψασαν, οὕτω καί πράξεσι ἐνθέοις τελειοῦσαν ἐκληρώσασθε· ἥν, ὡς τῆς φύσεως, οὕτω καί βίου ὁμογνώμονος ηὐτυχήσατε χρῆμα· δι’ ἧς ὁρατοῦ τε ἅμα καί νοητοῦ φωτός ἀκτῖσιν περιελάμφθητε· Θεοδότην, τήν δώρημα μέν θεῖον χρηματίσασαν, δεκτά δέ δῶρα, τάς τε οἰκείας ἀρετάς, καί ὑμᾶς Θεῷ καρποφορήσασαν· ταύτην, ὥσπερ τῶν ἀγαθῶν ἔργων, οὕτω καί τῶν χαρίτων, καί τῆς πρός τόν Κτίστην παῤῥησίας, κοινωνόν εἰληφότες. Διό καί πρός αὐτόν ἐκεῖνον τό δοτῆρα των καλῶν, καί πάντων αἴτιον τῶν ἀγαθῶν Χριστόν τόν Θεόν ἡμῶν εἰς ἱκεσίαν παρειληφότες, τάς τῶν αἰτουμένων πληρώσατε δεήσεις. Αὐτός γάρ πληρωτής ἐστι καί πλήρωμα τῶν ἐν ἐπαγγελλίαις εὐεργεσιῶν· ταμίας τ τούτων καί πάροχος, καί τήν αὐτῶν ἄφθονον καί φυλάττων καί προτεινόμενος μετάδοσιν· καί αὐτῷ πρέπει τιμή καί δόξα καί αἶνος καί εὐχαριστία, σύν τῷ Πατρί καί τῷ ἁγίῳ καί ζωοποιῷ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμή.

'λλ