logo

Γερμανοῦ Κωνσταντινουπόλεως

Ὁμιλία Γ΄

 

«Εἰς τήν Εἴσοδον τῆς ὑπεραγίας Θεοτόκου»

 

(J.-P. Migne, Patrologia Graeca, t. 98, 292C-310Β)

 

 

 

Α΄. Θυμηδίας μέ πᾶσα θειοτάτη πανήγυρις ἑκάστοτε τελουμένη τούς θιασώτας ἐμπιμπλᾶσι πνευματικῶς ἐκ θησαυρῶν καί θεοῤῥύτων πηγῶν. Μεῖζον  δέ καί ὑπέρ ἁπάσας λαμπροφορεῖται τελεταρχικῶς ψυχαγωγοῦσα ἡ ἀρτιύμνητος, ὅτῳ καί ὑπεραναβαινούσης τῆς ἐξαρχούσης Θεόπαιδος. Καί γάρ αὐτῆς ἱερουργικωτάτη περίεισιν ἐτησίος πανδαισία, ἧς τούς διατυμόνας ἀπειροκάκους εἶναι δέον. Καί μοι, εἰ δοκεῖ ὑμῖν, προφρόνως συνέψοισθε καθαρωτάταις  ἐννοίας καί λαμπροφεγγέσιν εὐστολίας κομῶντες. Συνδράμωμεν τῇ δρέψει τῶν περισπουδάστων ἀνθέων τοῦ οἰκείου τῆς θοεμήτορος λειμῶνος. Εὐμυρίσωμεν ὡς ἐκ καλύκων ῥοδόχρουν αὐτῆς καλλονήν ἀναβαίνουσαν πλήρη θυμιαμάτων, ὡς Σολομῶντι ἐν τοῖς Ἄσμασιν φάσκοντι καλῶς ἐστίχισται. «Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπό τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καί λίβανον ἀπό πάντων κονιορτῶν μυρεψοῦ;». «Δεῦρο ἀπό Λιβάνου νύμφη μου, δεῦρο ἀπό Λιβάνου». Τοιγαροῦν σπουδαίως συναπέλθωμεν ἀλλήλους τῇ κοινωφελεῖ σωτηριώδει πανηγύρι τῆς Θεομήτορος προτρεπόμενοι, καί τοῖς ἀδύτοις προκύψαντες εἰσβλέψωμεν παῖδα τήν πρός τό δεύτερον καταπέτασμα χωροῦσαν, Μαρίαν τήν πάναγνον καί Θεομήτορα, τῆς ἀκαρπίας στείρωσιν διαλύσασαν, καί νομικοῦ γράμματος σκιάν τῇ τοῦ τόκου διελάσαναν.

Β΄. Σήμερον γάρ τρειτίζουσαν πρόεισι τῷ νομικῷ ναῷ ἀνατεθησόμενη ἡ ναός ἀκηλίδωτος καί ὑπέρτατος μόνη χρηματίσασα τοῦ ἀρχιερέως καί τῶν ἁπάντων τελετάρχου Κυρίου, καί ἐν τῇ ἰδίᾳ μαρμαργυρῇ τῆς θεολαμποῦς αἴγλης, τήν ἐν τῷ γράμματι ἀχλύν διελοῦσα. Σήμερον τῷ ἱερεῖ βρέφος ἀποδίδοται, ἡ τόν δι’ἡμᾶς βρεφωθέντα σαρκί μόνον Ἀρχιερέα Θεόν τεσσαρακονθήμερον ἀναθησομένη οἰκείας ὠλέναις τόν ἄσχετον κατέχουσα, ὑπέρ πᾶσαν βρότειον ἔννοιαν. Σήμερον ὁ καινότατος καί καθαρώτατος ἀμόλυντος τόμος, οὐ χειρί γραφησόμενος, ἀλλά πνεύματι χρυσωθησόμενος, ταῖς κατά νόμον εὐλογίαις ἁγιαζομένη, χαριστήριον δῶρον προσάγεται. Σήμερον Ἰωακείμ τό τῆς ἀπαιδίας ὄνειδος ἀποσμηξάμενος, ἀναφανδόν ταῖς λεωφόροις μεγαλαυχικώτατα δείξων πρόεισιν οἰκείαν γονήν, καί πάλιν μυσταγωγός τῆς κατά νόμον ἁγιαστείας δείκνυται. Σήμερον καί Ἄννα τόν τῆς ἀτεκνίας ἐνδελεχισμόν, εὐτεκνίᾳ ἀμείψασα, ἀπλέτῳ χαρμονῇ ἔνθους γινομένη τοῖς πέρασι καρπόν διακηρυκεύεται κεκτῆσθαι, στέρνοις ἐναγκαλισαμένη τήν τῶν οὐρανῶν πλατυτέραν. Σήμερον ἡ τοῦ θείου πύλη διαπετασθεῖσα, τήν ἀνατολόβλεπτον καί ἐσφραγισμένην τοῦ Ἐμμανουήλ πύλην εἰσιοῦσαν δέχεται. Σήμερον ἡ Ἱερά τοῦ ναοῦ τράπεζα λαμπρύνεσθαι ἄρχεται, πρός ἀναιμάκτους θυσίας τήν μεταβίβασιν μετηλλαχυῖα τῇ τῆς οὐρανίου καί ψυχοτρόφου ἄρτου τραπέζης θείας προσκυνήσεως μεθέξει καί γλυκυτάτῳ ἀσπασμῷ. Σήμερον τῷ ἱλαστηρίῳ ἀνατίθεται ἡ μόνῃ τοῖς τῶν βρότων ἐσφαλλομένοις διεχθεῖσιν ἀμπλακημάτων ἐπιῤῥοαῖς, ἱλαστήριον καινόν τε καί θεοειδέστατον καθαρκτικόν τε καί ἀχειρότευκτον χρηματίσασα. Σήμερον ἡ τόν τῶν Ἁγίων Ἅγιον εἰσδεξόμενη Πνεύματος Ἁγιασμῷ, τοῖς τῶν Ἁγίων Ἁγίοις ἁγιωτάτως καί εὐκλεῶς Ἁγιασμῷ μείζονι, ἀπειροκάκῳ καί ἀδαήμονι ἡλικίᾳ, Χερουβίμ δόξης ὑπεραρθεῖσα θαυμαστιωτάτως ἐνατοτίθεται.

Γ΄. Σήμερον ἡ Μαρία, περί ἧς τις μυρία λέξας οὐδαμῶς ἐφομαρτήσει, μή ὅτι γε καταμάρψει τῆς ἐφέσεως, τούς αἴνους τῷ πάσης ὑπεραρθῆναι καλλονῇ γλώσσης τε καί νοός ἐξεστηκότως, προάγει. Πέλαγος γάρ ἀχανές τά ταύτης μεγαλεῖα, ὁ ἐξ αὐτῆς οὐράνιος γεννηθείς σταγών ἀνέδειξεν. Διό δή τοῦ χάριν καί ἄληπτος τῷ ἀπειρίᾳ ὁ ταύτης πλοῦτος πέφυκε, καί ἡ αὐτῆς τρυφή ἀδάπανος. Πᾶσι μέν γάρ ἐν ἅπασι κορέννυσθαι ἕνεστιν. Ἐν δέ τοῖς ταύτης ἐφυμνείοις τε καί πανηγύρεσιν ἀκόρεστος ἡ πανδαισία τῇ ἡδύτητι πέλει. Ἐντεῦθεν καί ἀνίμαστοι αἱ τῶν

ἐπαίνων ἀφορμαί ἐκ ταύτης τήν ἀρχήν ποιούμεναι · καί ἐπεί ἀνενδεής ἡ πηγή μήτε μειουμένη τῷ ἀντλεῖσθαι, ἀλλ' ὅσον γε ἀρύεται ἑκατονταπλασίως ἤ μυριοπλασίως πλημμυρεῖ, ἀμήχανον τούς ἀρυομένους λῆξαι. Ἐν τῷ κατοίκτρῳ γάρ τό μυστήριον ὑπερβλύζει καί βλαστάνον ὑπερανίσταται καί ἀΰλους νόας, μή ὅτι γε ἐνύλους, τῆς πανολβίου καί πανάγνου κόρης!

Δ΄. Καί ταύτην μέν οἱ οἰκεῖοι γεννήτορες, τριετῆ χρόνον τετελεκυῖαν, Θεῷ ἀναφέρουσιν. Ἀλλ' ὡς μέγιστος ὁ τρισάριθμος καί λίαν τιμώμενος καί παντί που πάσης βεβαιώσεως αἴτιος· τρισί μέν λίθοις Δαυΐδ σφενδονῶν τόν ἀλάστορα Γολιάθ. Τρισί δέ περιόδῳ ὁ Θεσβίτης Ἠλιού, ὡς οὐρανίου πυρός ἐν ὕδατι φλέγοντος ἐπέρχεται φλόξ, πιστεύειν παρασκευάζει · ἰσομέτροις δ' ἡμέραις Ἰωνᾶς ἀλιπλόου θηρός στέρνοις περιφερόμενος, τοῦ τό μέγα κῆτος θεοῦ χειρισαμένου τύπος γνωρίζεται· τοσαυτάριθμοι δέ παίδες κάμινον πατοῦντες καί δρόσῳ οὐρανίῳ πιαινόμενοι εὐψύχως περιπολεύουσι.  τρισί δέ περικυκλουμένη ἐνιαυτῶν περιόδῳ τῷ δεκατούσθαι Ἰησοῦς ὁ ἐμός Κύριος, τοῦ τῆς παραβάσεώς με μολυσμοῦ ἀποκαθαίρει · ἴσως τε ἄλλοις περιοδεύων χρόνοις πᾶσαν νόσον καί μαλακίαν θεραπεύει.   ταυτομέτροις δέ μαθηταῖς τήν ἐν τῷ ὄρει τῆς οἰκείας δόξης ἐμφάνειαν μυστικώτατα τελέσων ἄνεισι. τριημερεύων δέ τάς ἐν ἅδη αἰωνῆθεν ψυχάς σκότει καθειργμένας ἀνίστησι. Καί τί δή; Βλέπε μοι τόν τρίς καί ἐπί τά μέγιστα.  ἡ γάρ πάντων αἰτία καί τελεταρχική θεότης, τρισίν ἁγιασμοῖς, τρισίν χαρακτῆρσιν, ἤτοι τρισίν ὑποστάσεσιν, εἴπερ καί τρισί προσώποις ταυτολογεῖν δεῖ, ὁμοουσιώτατα ὡς τελείῳ ἀριθμῷ ἐν ἀσυγχύτψ ἤτοι ἀγύρτῳ ἑνώσει, τοῦ ὑμνεῖσθαι ᾐρετίσατο· οὔτε τῇ τοῦ ἐνδεοῦς πενίᾳ ἀτιμαζομένῃ, οὐδ' αὖ τῇ ὑπέρ τοῦτον ἀριθμήσει πολυαρχαῖς φαντασιοσκοπουμένη, ὡς ὁ πολύς τά θεῖα καί θεολογίᾳ ἀκριβέστατος Γρηγόριος.

Ἐπεί γοῦν αὐτῆς γε τῆς παναγίας καί ὑπεραρχίου Τριάδος ὁ εἷς, τῇ ταύτης τῆς παρθενομήτορος κόρης γαστρί, Πατρικῇ εὐδοκίᾳ, ἰδιοθελῶς, τοῦ τε παναγίου Πνεύματος ἐπισκιάσει χωρηθῆναι ἠπείγετο. ἔδει δέ καί ταύτην τῷ αὐτῷ τοῦ ἀριθμού δεδοξασμένην κλέει ἱερουργεῖσθαι λαμπρότατα · τοῦ χάριν καί ἐνιαυτῶν τριῶν τῷ ναῷ προσάγεται, βεβαίως τά πάντα καί ἀσφαλῶς ᾠκονομηκότος τοῦ ταύτης πλαστουργοῦ τε και τέκους.

 

Ε΄. Ἤδη μέν οὖν ἀπογαλακτισθείσης αὐτῆς τῆς ἡμετέρας ζωῆς τροφοῦ, οἱ ταύτης τοκεῖ, τήν, ἥν ὑπέσχοντο, προθεσμίαν τελειούσι. Συγκαλεσάμενοι γάρ, φησίν, τάς γειτνιάζουσας καί πέριξ ἐχούσας παρθένους λαμπαδηφόρους προεμβιβάζουσι κατόπιν αὐτήν ἀκόλουθον παρασκευάζοντες· ἵν’ ἡδομένη ταῖς λαμπαδουχίαις, ἀμεταστρεπτεί βαδίσῃ.

 

Καί προέφθασεν ἡ στείρα τε καί ἄκαρπος Ἄννα χεῖρα αὐτῆς τῷ θεῷ διδοῦσα καί μεγαλοφωνότατα διαῤῥήδην βοῶσα· Δεῦτε μοι, φησίν, συγχαίρετε, αἵτινές τε καί ὅσοι τῇ γεννήσει συνειλεγμένοι, μειζόνως, ἄρτι τήν ἐξ ἐμῶν σπλάγχνων ἀνατιθέμενη Κυρίῳ δῶρον θεοκαλλώπιστον ἠγιασμένον. Δεῦτε μοι, ἀρχιχοροί, θυμηρέστατα μετά χορῶν καί τυμπανιστριῶν, νέον ᾇσμα καινόν ἐπάδουσαι προεξάρχοιτε· οὗ τῆς Μωσέως Μαριάμ προοδοποιούσης, ἀλλά τῆς ἐξ ἐμέθεν γεγεννημένης ἀφηγούμενης.

 

Δεῦτέ μοι, καί οἱ πέλας ὅσοι τε ἐπήλυδες εὐτεκνησάσῃ καί εὐχαριστησάσῃ εὐγνωμοσύνη μεγίστη, εὐφραντικώτερον τήν τῶν ἐμῶν ὠδίνων καρποφορίαν τοῖς ἁγίοις ἀποδιδούσῃ συνεπόμενοι, ἀλαλάξατε θεοκίχητα μέλη. Δεῦρο δή μοι, καί ὁ τῶν προφητῶν θίασος τό ἐκλελεγμένον συνάθροισμα, ταῖς διά Πνεύματος θεοῦ ὑμῖν ἐνηχημέναις ἀγλαοφανέσιν αἰνέσεσι καταρτίζοντες, τόν ὕμνον κατασκευάζοιτε. Ἔνθα γάρ προφητικῆς ἠχῆς δονακίζεται λόγος, ἐκεῖσε ἅπασα ἐναντιωτάτη δυσφημία ἐκνενευρισμένη γίνεται.

ΣΤ΄. Ἀλλ’ ἄφε μοι, Δαυΐδ ὁ προπάτωρ καί θεοπάτωρ, μεγαλουργικώτερα τήν κινύραν τινάσσων ταῖς τοῦ πνεύματος νευραῖς ἐμμελέστερον ἤχει, τῷ θεοπνεύστῳ σου στόματι, τρανότερου διατυπῶν τῶν νεανίδων ἔφεψιν, ὡς « ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι» ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται». Ἰδού γάρ χοροστατεῖ τῶν νέων ὁ ὅμιλος ταῖς πλατείαις, ἄγεται δόμοις ἱεροῖς ἡ τοῦ Βασιλέως ἐν ἁγίῳ ναῷ ἐν εὐφροσύνη καί ἀγαλλιάσει τό σόν λόγιον τελέσουσα, ἥν αὐτός θυγατέρα ἐκάλεις, ἐμή παῖς βασιλικώτατα. «Πᾶσα ἡ δόξα γάρ, ἔφης, τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν ἔν κροσσωτοῖς χρυσοῖς,» περιβεβλημένη τῇ ἀμιάντῳ καί ἀσπίλῳ παρθενίᾳ, καί πεποικιλμένη τῇ ἀσυγκρίτῳ καλλονῇ, ὁμοιοτρόπως λελέξων. Δεῦρ' ἴθι, Δαυΐδ ἡωσφῶν «Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεί ὄρθρος, καλή ὡς σελήνη, ἐκλεκτή ὡς ἥλιος; τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι; «Τί ὡραιώθης καί τί ἠδύνθης,» ἡ τόν ἥλιον περιδυσομένη, καί καινόν ὑπό τόν ἥλιον προσάξουσα θέαμα!

Πάρεσο, μεγαλόφωνος Ἰεζεκιήλ, τήν κεφαλίδα θεόθεν κατίσχων τοῦ ζωοποιοῦ Πνεύματος καί κεκράζων τήν εὐφημίαν τῇ ἀνατολοβλέπτῳ καί θεοπαρόδῳ ἐσφραγισμένη πύλη, καί εἴτις ἄλλος κατ’ ἄμφω τοῦ ἱερολέκτου τάγματος, ἤτοι ὁ τῶν βλεπόντων ἐπίλοιπος ἅπας χορός, ἀναφωνεῖτε, προφητευθέντων δεδορκότες τήν ἔκβασιν ἰοῦσαν. Τί δέ; Οἱ προπάτορες τῆς ἀρᾶς ἀπολυθησόμενοι καί τῆς ἧς ἐξεβλήθητε τρυφῆς, τήν οἴκησιν πάλιν ἀποκληρούμενοι· ἀρ' οὐχί τήν αίτίαν ὑμνήσετε τῆς σωτηρίας, ἀραρότοις ἐγκωμίοις καί μέγισταις αἰνέσεσιν; ἤ καί μάλιστα ὑμῖν ἐστι κεκραγέναι καί με σύν ὑμῖν καί πᾶσαν μετ’ ἀμφοτέροις τήν κτίσιν ἀγαλλιᾶσθαι.

Ζ΄. Ταύταις, ὡς εἰκός, ταῖς διανοίαις ἡ τοῖς, διαβήμασιν ρυθμίζουσα ἑαυτήν ἡ σώφρων Ἄννα, σύν τῷ γλυκυτάτῳ ὁμοζύγῳ τήν ἐξ αὐτῶν ὠδινηθεῖσαν προπέμποντες λαμπαδηφορουσῶν τῶν παρθένων, τόν ναόν καταλαμβάνουσι, καί διαπετάννυνται πύλαι δεχόμεναι τήν νοητήν πύλην τοῦ Ἐμμανουήλ Θεοῦ, καί βαλβίς ἁγιάζεται τῇ τῆς Μαριάμ ἰχνηλατήσει. Φαιδρύνεται μέν οὖν ὁ οἶκος ταῖς λαμπάσι, πλέον δε τῇ τῆς μιᾶς λαμπάδος δᾳδουχίᾳ στιλπνοφαῶς καταστράπτεται · ὡραΐζεται δέ ἡ αὐτού εὐπρέπεια τῇ αὐτῆς εἰσόδῳ. Πορφυρίζονται στολαί τῶν κεράτων τοῦ θυσιαστηρίου τῇ ἀλουργοειδεῖ αὐτῆς καί παρθενικῇ ἀμφιάσει. Χαίρει Ζαχαρίας ἠξιωμένος δέξασθαι τήν Θεομήτορα· εὐφραίνεται Ἰωακείμ τήν τῶν χρησμῶν ἔκβασιν βεβαιῶν τῇ τελειώσει τῆς ἀποδόσεως Γέγηθεν ἡ Ἄννα τῆς αὐτῆς γονῆς τῇ ἀφιερώσει· σκιρτῶσι προπάτορες τήν τῆς κατακρίσεως εἶρξιν ὑπεκφεύγοντες· τέρπονται οἱ προφῆται, καί σύν αὐτοῖς ἅπασα ἡ ἐν χάριτι ἡλικία χαρμονικῶς προσκιρτᾷ.

 

Η΄. Εἰσάγεται μέν οὖν οὕτως ἡ Θεόπαις, τοῖς κέρασιν ἵσταται, τῶν τε γονέων ἐπευξαμένων, τοῦ τε ἱερέως ἐπευλογήσοντος. Πάλιν οἱ γεννήτορες βοῶσιν τῷ ἱερεῖ· Δέδεξο τήν δεδεξομένην τό ἄϋλον καί ἀκατάληπτον πύρ· δέδεξο τήν δοχεῖον χρηματίσουσαν τοῦ Υἱοῦ καί Λόγου τοῦ Πατρός καί μόνου Θεοῦ. Λάβε τήν τό ὄνειδος ἡμῶν τῆς ἀτοκίας καί τήν στείρωσιν ἐκμειώσασαν, εἰσάγαγε τῷ θυσιαστηρίῳ τήν εἰς τήν ἀρχαίαν νομήν ἡμᾶς τοῦ παραδείσου εἰσοικίσουσαν, κράτησον τήν ἐν τῷ ἰδίῳ τόκῳ τήν καθ’ ἡμῶν δειλίαν φερομένην θανάτου ἰσχύν καί ἅδου τυραννίδα κρατήσουσαν· περίπτυξαι τήν περισκέπουσαν ἡμῶν τήν ἐν Ἐδέμ γυμνωθεῖσαν φύσιν · ἐπιλαβοῦ τῆς χειρός τῆς σπαργανούσης τόν τήν ἡμῶν ἀκρατῆ καί ὁρμητικήν αὐθαδεστάτως ὑφαπλωθεῖσαν χεῖρα συντελοῦντα · ἀνάθου Θεῷ τήν ἀναθεῖσαν ἡμᾶς, θεοτελές τῶν ἐλπίδων προσδοκίας.

Ἴδε, Κύριε, ἴδε · ἥν δέδωκας, λάβε · ἥν παρέσχες, εἴσδεξαι · ἥν ἡμῖν διαλύουσαν στείρωαιν ἔνειμας, δέχου, δι' αὐτής καί νόμου ἀπαιδίαν κατακρίνων, ἐλυτρώσω ἡμᾶς ἐνδελεχισμοῦ δεινοτάτου δι’ αὐτῆς, ταύτην καλῶς ἡμᾶς διοικήσασαν ἀπολάμβανε, ἥν ἠρετίσω, καί προώρισας, καί ἠγίασας, ἐπίσπασαί σοι προσερειδομένην καί τῇ ὀσμῇ σου τεθελγμένην, ἥν ὡς κρίνον ἐξ ἀκανθῶν τῆς ἡμετέρας ἀναξιότητος ἐξελέξω,  εὐχροώτατά σοι ποοσφερομένην ἐναγκάλισαι. Ἰδού σοί ταύτην παρατιθέμεθα καί ἑαυτούς ἀνατιθέμθα.

 

Θ΄. Ταῦτα τά τῶν δικαίων σύμφωνα οὗτοι οἱ κρότοι τοῦ θεοφιλοῦς ζεύγους,  αὕτη ἡ καλλισύλλεκτος ἐπιγραφή τῶν θεοπατόρων. Τοιγαροῦν ὁ Ζαχαρίας τήν παῖδα δεδεγμένος, πρώτα τοῖς γονεῦσιν εἰκότως προσφθέγγεται· Ὦ τῆς ἡμετέρας σωτηρίας αἴτιοι, τί ὑμᾶς προσείπω; Τί καλέσω; Ἐξίσταμαι βλέπων, ὁποῖον καρπόν προσήξατε. Τοιοῦτος γάρ ὅστις τῇ καθαρότητι θέλγει Θεόν ἐν αὐτῇ οἰκῆσαι. Οὐδέ γάρ πώποτέ τις γέγονεν ἤ γενήσεται τοιαύτῃ καλλονή διαλάμπουσα. Ὑμεῖς ὤφθητε οἱ ἐκ παραδείσου ἀφιγμένοι δύο διπλούμενοι ποταμοί, ὑπέρ χρυσίον καί λίθον τίμιον φέροντες λαμπάδα, τήν τῷ κάλλει τῆς ἑαυτῆς ἀμώμου παρθενίας καί ταῖς δροσιστικαῖς μαρμαρυγαῖς τήν ἅπασαν γῆν καταυγάζουσαν. Ὑμεῖς ἀστέρες φαεινότατοι ἐγνωρίσθητε, τῷ στερεώματι ὥσπερ ἐμπεπαρμένοι, ἑκάτερος ὑμῶν τήν τε τοῦ σκιώδους γράμματος καί λαιλαποειδοῦς νόμου δνοφεράν σκιάν φαιδρῶς δᾳδουχοῦντες· τήν τε τήν πρός τήν νέαν χάριν τοῦ καινοῦ φωτός τούς Χριστοπειθεῖς ἀπρόσκοπα ἐχεφρόνως προδηγοῦντες. Ὑμεῖς τά τῆς νέας διαθήκης νοητοῦ ναοῦ ἐκλαμπρότατα κέρατα ἐγνωρίσθητε, ἐν τοῖς σφῶν στέρνοις κατίσχοντες τό τοῦ ἱερου σφαγίου ἡγιασμένον καί θεεγκαίνιστον λογικώτατον θυσιαστήριόν. Ὑμεῖς, εἰ μή μικρόν τι προφθάντα εἰπεῖν, καί Χερουβείμ ἐγνωρίσθητε τό ἰλαστήριον περιθέοντες τῇ τιθηνήσει τοῦ κοσμαγωγοῦ ἱερέως μυστικώτατα. Ὑμεῖς ὡράθητε ὑπέρ τόν πάλαι χαλκευθέντα χρυσόν πρός τό τῆς κιβωτοῦ κάλυμμα τήν τῆς νέας διαθήκης, τοῦ ἐν σταυρῷ ἡμῖν ἄφεσιν ὑπογράψαντος νοητήν τε καί θείαν κιβωτον περικαλύπτοντες. Ὑμετέρων ἡ χαρμονή κοσμική γεγένηται· ὑμῶν τό κλέος ἅπασιν εὐφροσύνη ἐξήκουσται. Μακάριοι ὑμεῖς, τοιαύτης παιδός γεννήτορες χρηματίσαντες! Εὐλογημένοι ὑμεῖς, τοιοῦτον εὐλογημένον δῶρον Κυρίῳ προσάξαντες! Μακάριοι οἱ μασθοί οἷς ἐτιθηνήθη, καί γαστήρ ᾗ βεβάστακται.

Ι΄. Δεῦρο γοῦν μοι καί οὐ , παιδίον τῶν οὐρανῶν ἀνώτερον. Δεῦρο, βρέφος ὁρώμενον καί θεϊκόν ἐργαστήριον νοούμενον. Δεῦρο, προπύλαια τοῦ ἁγιαστηρίου ἁγίασον μᾶλλον οὐ γάρ σύ, ὡς ἔπος ἔτι φάναι, ταὐτῷ καθαιρομένη ἁγιάζῃ, ἀλλ’ ἤ καί λίαν ἁγιάζεις. Δεῦρο, πρόκυψον εἰς ἄδυτον καί φρικώδες ταμιεῖον, ἤ κειμήλιον ἄπλετον καί ἀνεξερεύνητον γενησομένη. Εἴσελθε τοῖς τοῦ βήματος προθύροις, ἡ τά τοῦ θανάτου πρόθυρα συνθλῶσα. Εἴσβλεψον ἐπί τό καταπέτασμα, ἤ τούς τῇ ἀμβλυοποιῷ γεύσει τετυφλωμένους τῇ σῇ ἀστραπή φωτίζουσα. Δίδου μοι χεῖράς σε ποδηγοῦντι ὡς βρέφος, καί κράτει μου χεῖρα τῷ γήρα κεκμηκότι καί τῇ τῆς ἐντολῆς παρεκδύσει γεήφρονι ζήλῳ νενευκότι, καί ἅγοις με πρός ζωήν. Ἰδού γάρ σέ κατέχω βακτηρίαν τοῦ γήρους καί τῆς ἀσθενησάσης τῷ ὀλισθήματι φύσεως ἀνόρθωσιν. Ἰδού σε στήριγμα βλέπω γενησομένην των καταβεβηκότων πρός θάνατον. Πλησίασον τῇ τραπέζῃ προσκυνήσουσα, περί ἧς ἐν συμβόλοις πλείοσι λέλεκται τράπεζαν κεχρηματικέναι σ λογικωτάτην κα μόλυντον. Ὅδευσον δι τς παύλεως το λου θυσιαστηρίου, ς ὀσμν θυμιάματος κπνέουσα, καί πρ μρον τος ὀσφραινομένοις γεγενημένη καλς τς θεολέκτου γλώσσης καί πνευματεμφόρου το προφήτου πύριον ξηχημένη. νάβηθι, νάβηθι π βαθμίδα ερο δόμου · ς τ καλλον τς ραιο- τητος δόμεναι θυγατέρες ερουσαλμ αἶνον γεγηθυαι πλέκουσιν καί βασιλες τς γς μακαρίζουσιν· βάσις θεία γεγνωρισμένη κα θεοστήρικτος κλμαξ δεδειγμένη τῷ πατριχικωττῳ Ἰακώβ θυμηρέστατα. Καθέσθητι, Δέσποινα, κα πρέπει γρ σο τ βασιλίσσ καί πρ πάσας τάς βασιλείας το κόσμου δεδοξασμένη, ν τοιαύτη βαθμίδι ἐφέζεσθαι. Επρεπς σο τ Χερουβικωττῳ θρνῳ ὁ γιασμένος τόπος ες κατοικητήριον. δού σοι, ς παντανάσσῃ, τν προκαθεδρίαν καταξίως νειμα, νάστησον δ κα ατ τος καταραχθέντας. Καί νν ον μετ Δαυΐδ σοι προσφων · "κουσον, θύγατερ , καί ἴδε, καί κλνον τό ος σου, καί ἐπιλάθου το λαο σου κα το οκου το πατρς σου, σον, καί ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου»

 

ΙΑ'. Καί ὁ μν πρέσβυς οὕτως εχετο, ε καί πλείω τούτων τοῖς κατὰ διάνοιαν ἐγκωμίοις. Καὶ οἱ γονεῖς ὑπεχώρουν, καί ἡ παῖς ἀφιερωθεῖσα θεῷ κατελιμπάνετο. Καί τῇ τῆς ἐπισιτήσεως ὑπηρεσίᾳ ἄγγελοι μετὰ δέους ἐλειτούργουν, καί ἐξ ἀύλων ὑλικήν τροφήν ἤ ἄϋλον ἐπισιτίζετο ἡ κόρη. Οὕτω τά τῆς θείας μυσταρχίας τελεσιουργήματα δι’ ἐκβάσεως θεόθεν εἴχοντο · οὕτω τε τό βρέφος ηὔξει καί ἐκραταιοῦτο, καί ἡ τῆς ἐν Ἐδὲμ ἡμῖν δεδομένης κατάρας ἅπασα ἐναντιότης ἠσθένει.

 

ΙΒ'. Ἀλλ' ἄγε δῆτα, φίλη θεῷ πανήγυρις, ὁμόφωνος ὅσον τῇ ἡμετέρᾳ νηπιώδει ἐννοίᾳ ἡ ἰσχὺς ἔνεστ, τό Χαῖρε τῇ Παρθένῳ προσείπωμεν, οὐ τὴν αὐτῆς εὐφημῆσαι δυνάμενοι τέλειον ἑορτὴν · ἀλλὰ γε τὴν ἡμετέραν ἀσθένειαν παρηγοροῦντες ὅσον ἐφικτόν, ἐπεί καί φίλον Θεῷ τό κατὰ δύναμιν. Ὑπερβέβηκε μὲν γὰρ οὖν ἅπασαν ἔννοιαν ἡ μόνη παρθένος καὶ μήτηρ γνωρισθεῖσα καί δῆλον τό αἴτιον. Τὶς γὰρ παρθένος ἔτεκεν, ἡ τεκοῦσα ἄσυλον τὴν παρθενίαν τετήρηκεν, εἰ μὴ σύ μόνη, ἡ ἀπεριτρέπτως ἡμῖν σαρκί Θεόν κυήσασα, πανολβία κόρη;

 

 

ΙΓ'. Χαίροις τοιγαροῦν τῇ τῆς Ἐδὲμ ἡμῖν θανατηφόρῳ καί ψυχοπύρῳ βρώσει γυμνωθεῖσιν, εὐκλεεῖ καί ἀχειροτεύκτῳ ἐνδύματι ἐν τῇ σῇ πρός τὰ τῶν ἁγίων Ἅγια εἰσδύσει σήμερον ἁλουργοειδῆ στολὴν ἤτοι θεοπερίβλητον ἄφεσιν ἐπαμφιάσασα, ἢ ἄφεσις τῶν παραπτωμάτων τοῖς βορβορώδεσιν ἡμῖν ἐκ Θεοῦ δοθεῖσα, Θεόνυμφε.

 

Χαίροις, ἡ τῇ ἐξάρξει σήμερον τῆς φαεινότατης καί σεβασμιοφόρου Προόδου θίασον παντα προφητικόν παγείρουσα, μουσικος σπερ ργάνοις εὐηχεστάτοις κυμβάλοις θεοφωνότατον λαλαγμόν ὑπανακρούοντας καί ἐν εφροσύνῃ ψυχαγωγῶς χορεύοντας.

ΙΑ'. Χαίροις, τῇ τν βημάτων σου ῥυθμίσει καταπατήσασα τόν δεινόν μοι ποδηγόν, κεχρηματικότα πρός τήν παράβασιν σκολιογνώμονα καί μισόκαλον ὄφιν διάβολον καί συνοδεύουσαν πιλαβομένη τήν λισθηράν φανεῖσαν φθαρτήν οσίαν πρός τήν ἄϋλόν καί γίαν γήρῳ πάλιν σκηνήν.

Χαίροις, τας τς σς Προόδου λαμπαδουχίαις τοῖς ἐν σκιᾷ θανάτου καί ἀσθενείας βυθῷ περιπαγεῖσι τηλαυγῶς ἡμέραν εὐφροσύνης καί ἀγαλλιάσεως καταυγάσασα καί ζόφου διάλυσιν ἐπιμαρτυρουμένη θεοβράβευτον διὰ σοῦ γενήσεσθαι, πανυπερθαύμαστε Μαρία.

Χαίροις, ἡ νοητικὴν θείαν δρόσον ἡμῖν ἐπιστάζουσα φωτεινὴ νεφέλη, ἡ τῇ τῶν Ἁγίων ἁγίᾳ σήμερον ὑπεισδύσει τοῖς ἐν σκιᾷ θανάτου κατεχομένοις παμφαίνοντα ἥλιον ἐξανατείλασα · πηγὴ ἡ θεόβρυτος, ἀφ’ ἧς οἱ τῆς θεογνωσίας ποταμοί τό διειδέστατον καί ἀγλαοφανές τῆς ὀρθοδοξίας ὕδωρ διαῤῥέοντες, ἴλην τὴν τῶν αἱρέσεων ἐκμειοῦσιν.

ΙΕ΄. Χαίροις, ὁ τερπνότατος καί λογικός θεοῦ παράδεισος, σήμερον πρός ἀνατολὰς τῆς αὐτοῦ θελήσεως φυτευόμενος δεξιᾷ παντοκράτορι, καί αὐτῷ τό εὐανθὲς κρίνον καὶ ἀμάραντον ῥόδον κυπρίζουσα, τοῖς πρός δυσμὰς θανάτου λοιμικὴν ψυχοφθόρον τε πικρίαν ἐκπιοῦσιν, ἐν ᾧ τό ζωοπάροχον ξύλον τῆς πρός ἀληθείας ἐπίγνωσιν ἐξανθεῖ, ἐξ οὗ οἱ γευσάμενοι ἀθανατίζονται.

Χαίροις, τό το παμβασιλέως θεο ερότευκτον χραντόν τε καί καθαρώτατον παλάτιον, τν ατοῦ μεγαλειότητα περιβεβλημένη καί ξεναγοσά σου τμυσταρχική πολαύσει παντας· ἥ ἐν τ το Κυρίου αὐλῇ ἤτοι τῷ ἁγίῳ ατο νυνί θεμελιουμένη, ν ἧ χειρότευκτος καί πεποικιλμένη παστς το νοητο νυμφίου · φ' τό πλανηθν πιστρέψαι βουληθείς, ὁ Λόγος τν σάρκα νενύμφευται, τος δη οκείᾳ βουλήσει διενηνεγμένους καταλλάσσων

 

ΙΣΤ΄. Χαῖροις, νέα Σιών, καί θεία ερουσαλήμ, γία πόλις το μεγάλου νακτος θεοῦ, ς ατός Θεός ν ταῖς βάρεσι γινώσκεται,  καί βασιλες ποκλίνων ν τ τς σς δόξης προσκυνήσει, καί κόσμον παντα ν γαλλιάσει τν τς Προόδου σου Πανήγυριν γειν παρασκευάζων · ὄντως χρυσοειδής κα φωτειν πτάφωτος λυχνία τῷ δύτῳ φωτί φαπτομένη καί τῷ τς γνείας λαίῳ πιαινομένη, κα τοῖς ν ζόφῳ πταισμάτων χλύϊ τυφλώτουσι αἴγλης νατολν πιστουμένη.

Χαίροις, τό κ το Θεο πιότατον καί κατάσκιον ὄρος· ν ὁ λογικς μνός κτραφες τάς μῶν μαρτίας καί τάς νόσους βαστασεν ξ ο ἀχειρότμητος λίθος κυλισθείς, βωμος εδωλικούς συνέθλασεν καί ες κεφαλν γωνίας ν ὀφθαλμοῖς ἡμῶν θαυμαστούμένος γέγονεν.

ΙΖ'. Χαίροις, ὁ το Θεο γιος νάθημα, δόξης οκος, περικαλλς γλάϊσμα, καί κλεκτόν κειμήλιον, κα παγκόσμιον λαστήριον, καί θεο δόξαν διηγούμενος ορανός. νατολὴ ἄδυτον λαμπτρα νατέλλουσα, ο < π κρου τοῦ ορανο ξοδος κα τς θέρμης, > τοι τς διοικητικς προνοίας, «ἔκτοθεν οδείς τν πώποτε γινομένων,

Χαίροις,

Χαίροις, ἡ τῇ σῇ γεννήσει στειρώσεως δεσμὰ λὺσασα, καί ὀνειδισμόν ἀτεκνίας λικμήσασα, καί νομικὴν κατάραν βυθίσασα, καί χάριτος εὐλογίαν ἀνθήσασα, καί τῇ πρός τὰ τῶν ἁγίων Ἅγια εἰσόδῳ εὐχῆς τελείωσιν γονικῆς καί θεμέλιον τῆς ἡμῶν ἀφέσεως καὶ χαρμονῆς συμπλήρωσιν τελειώσασα, ὡς χάριτος ἀρχήν προαγαγοῦσα.

 

ΙΗ΄. Χαῖρε, κεχαριτωμένη Μαρία, ἡ τῶν ἁγίων ἁγιωτέρα, καί οὐρανῶν ὑψηλότερα, καί Χερουβίμ ἐνδοξοτέρα, καί Σεραφίμ τιμιωτέρα, καί ὑπὲρ πᾶσαν κτίσιν σεβασμιώτερα · ἡ τῇ ἐνδόξῳ καί αἰγληφανεῖ σου Προόδῳ ἔλαιον ἡμῖν κομίζουσα, τόν τοῦ νοητοῦ κατακλυσμοῦ λυτῆρα, τόν σωτηριώδη ἡμῖν ὅρμον εὐαγγελιζομένη περιστερά· ἧς «αἱ πτέρυγες περιηργυρωμέναι καί τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου» τοῦ παναγίου καί φωτιστικοῦ καταστραπτόμενα Πνεύματος · ἡ πανχρυσὸς στάμνος, τόν ἠδύτατον τῶν ψυχῶν ἡμῶν γλυκασμόν ἤτοι Χριστόν τό μάννα φέρουσα.

ΙΘ΄. Ἀλλ', ὦ πανάμωμε, καί πανύμνητε, καί πανσέβαστε, καί πάντων δημιουργημάτων ὑπερφερές Θεοῦ ἀνάθημα· ἀγεώργητε γῆ, ἀνήροτε ἄρουρα, εὐκληματοῦσα ἄμπελος, κρατὴρ εὐφραντικώτατε, κρήνη πηγάζουσα, Παρθένε γεννῶσα καὶ Μήτηρ ἀπείρανδρε, ἁγνείας κειμήλιον καί σεμνότητος ἐγκαλλώπισμα, ταῖς πρός τόν σόν, τόν ἐκ σοῦ ἀπάτορα, Υἱόν τὲ καί θεόν πάντων δημιουργόν εὐπροσδέκτοις καί μητροπειθέσι λιταῖς, τοὺς τῆς ἐκκλησιαστικῆς εὐταξίας οἴακας διέπουσα, εἰς ἀκύμαντον λιμένα ἤτοι ἀπόντιστον ἐξ' ἐπιῤῥοίας αἱρέσεων τε καί σκανδάλων πηδαλιούχησον. Τοὺς ἱερεῖς τῇ δικαιοσύνῃ καί τῇ τῆς εὐκλεοῦς ἀμωμήτου εἰλικρινοῦς πίστεως ἀγαλλιάσει φωτεινοτάτως ἔνδυσον. Τοῖς ὑπὲρ πᾶσαν βαφὴν ἁλουργοειδῆ καί πάνχρυσον, ἢ μαργαρίτην, ἢ πολύτιμον λίθον διάδημά σὲ καί περιβολαῖον καί τῆς ἰδίας βασιλείας ἄσυλον κόσμον ὀρθοδόξοις ἄναξιν εἰληχόσιν, ἐν εἰρήνῃ καί εὐσταθείᾳ τὰ σκῆπτρα διέπουσα. Τὰ εἰς σὲ καί τόν ἐκ σοῦ θεόν βλασφημοῦντα κακότεχνα βάρβαρα ἔθνη τοῖς τούτων ποσί στρωννύουσα ὑπόταξον. Τῷ ταῖς σαῖς ἐπικουρίαις ἐπειρειδομένῳ στρατῷ τῇ τοῦ πολέμου ὥρᾳ συνεπάμυνον· τό τε ὑπήκοον εὐηνίῳ εὐταξίας δουλείᾳ, θεοπαραγγέλτως ἰέναι βεβαίωσον. Τν ς πύργον σ καί θεμέλιον κατέχουσαν τὴν σὴν πόλιν νικητικοῖς ἐπάθλοις καταστὲφουσα, ἰσχύν περιζώσασα φρούρησον τὴν τοῦ θεοῦ κατοίκησιν ναοῦ εὐπρέπειαν ἀεί διατήρησον τοὺς σούς ὑμνητὰς ἐκ πάσῃς περιστάσεως καί ψυχικῶν ἀλγηδονων διαφύλαξον τοῖς αἰχμαλώτοις τε ἀνάῤῥυσιν βραβεύουσα · ξενιζομένοις ἀστέγοις τε καί ἀπεριστάτοις, παραμυθία φάνηθι. Τῷ σύμπαντι κόσμῳ τὴν ἀντιληπτικήν σου χεῖρα ὄρεξον, ἵν' ἐν εὐφροσύνῃ τε καί ἀγαλλιάσει τάς σάς πανηγύρεις σὺν τῇ νῦν ἡμῖν ἑορταζομένῃ λαμπροτάτη τελετῇ διεξάγωμεν. Ἐν Χριστῷ Ἰησοῦ τῶν ἁπάντων Βασιλεῖ καί ἀληθινῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα καί τδ κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωαρχικῷ Πατρί, καί τῷ συναϊδίῳ καί ὁμοουσίῳ συνρθόνῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

 

 

 

 

 

 

 

.Γερμανοῦ Κωνσταντινουπόλεως

Ὁμιλία Δ΄

 

«Ἐγκώμιον εἰ τήν ἁγίαν Θεοτόκον· ὅτε προσήχθη ἐν τῷ ναῷ (εἰς τά Ἅγια τῶν ἁγίων) τριετίζουσα, ὑπό τῶν αὐτῆς γονέων»

 

(J.-P. Migne, Patrologia Graeca, t. 98, 310Β-320Β)

 

 

Ἰδοῦ καί πάλιν ἑτέρα πανήγυρις, καί φαιδρὰ ἑορτὴ τῆς Μητρός τοῦ Κυρίου · ἰδού πρόοδος τῆς ἀμωμήτου νύμφης · ἰδού προπομπὴ πρώτη τῆς βασιλίδος, ἰδού σήμαντρον ἀκριβὲς τῆς ἐσομένης περί αὐτὴν δόξης · ἰδοῦ προοίμιον τῆς μελλούσης ἐπισκιάζειν αὐτὴ θείας χάριτος · ἰδού γνώρισμα τηλαυγές αὐτῆς ὑπερβαλλούσης αὐτῆς καθαρότητος. Ὅπου γὰρ οὐ πολλάκις, ἀλλ’ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἱερεὺς εἰσιών, τάς μυστικὰς ἐπετέλει λατρείας , ἐκεῖ αὐτὴ πρός διαμονήν ἀδιάπαυστον ὑπό τῶν αὐτῆς γονέων προσάγεται, ἐν τοῖς ἀδύτοις εἶναι ἱεροῖς τῆς χάριτος. Τίς ἔγνω τοιοῦτον πώποτε ; Τὶς εἶδεν, ἢ τὶς ἤκουσε τῶν νῦν ἢ τῶν πάλαι, θῆλυ προσαγόμενον εἰς τὰ τῶν ἁγίων ἐνδοτέρα Ἅγια, τὰ μικροῦ δεῖν καὶ ἀνδράσιν ἀπρόσιτα, ἐν αὐτοῖς κατοικεῖν καὶ ἐνδιατρέφεθαι; Ἆρ' οὐκ ἀπόδειξις ἐναργὴς τοῦτο τῆς ἐπ’ αὐτῇ γενησομένης ξένης εἰς ὕστερον μεγαλουργίας ; Ἆρ’ οὐ σημεῖον ἐμφανὲς; Ἆρ' οὐ τεκμήριον εὔδηλον;

Δειξάτωσαν ἡμῖν οἱ κατ’ αὐτῆς κινοῦντες τάς γλώσσας γλώσσας, κα\ βλέποντες ς μ βλέποντες , ποτοιατα πώποτε κατεδον; Κόρην ξ παγγελίας, καί ατν τριετίζουσαν, ες τό τρίτον καταπέτασμα ς δρον ἄμωμον προσφερομένην, πρός τό κεῖσε οκεν παραλείπτως καί πό τν πλουσίων τολαο λιτανευομένην · πό παρθένων προπεμπομ-νην, μετ λαμπάδων προσαγομένην · πό ερέων καί προφητν χερσίν πτίαις προσλαμβανομένην; Πς ον οκ βουλήθησαν συνιέναι; Πς ρντες τ πρτα, τος σχάτοις ἠπίστησαν ; Πς ξένα καί παρηλλαγμένα τ π’ ατ προιδόντες, τος μετέπειτα γενομένοις ντέλεξαν ; Ο γρ εκ, κα ς τυχε, τ περ ατν πρτα γεγόνασιν · λλ πάντα προοίμια τν στάτων. Επάτωσαν γρ μν ο παρ’ αυτος σοφοί τ μάταια, πς καί τέρων στειρῶν τεκουσῶν, οδεμις θυγάτριον εἰς τ τν γίων νατίθεται για, καί πό προφητν προσείληπται; Ἆρ’ οκ εχον ο τοιατα καί τηλικαῦτα εἰς ατν τότε θεωροντες επεν, οα καί τούτων ο ὁμογνώμονες στερον ες τόν κείνης υἱὸν «Τ ρα σται τό παιδίον τοτο; » Πάνυ μν ον.

 

λλ’ ο μν λλοτριόφρονες τν τς πωλείας ὁδόν ὁδευέτωσαν, καί τό π’ ατν ὀρυχθέντι βαράθρ μπιπτέτωσαν · μες δ ὁ το θεο λαός περιούσιος ερες καί ρχοντες, κοσμικοί τε καί μονάζοντες, δολοι καί λεύθεροι, χειροτέχναι καί γηπόνοι, φυτοκόμοι καί λιες, νέοι καί πρεσβται, νδρες καί γυνακες · δετε, προθύμως τ θεοτόκπροσέλθωμεν, καί τ ες ατν προτελεσθέντα θεία μυστήρια [οκονομικς] ποπτεύσωμεν · πς πό γονέων σήμερον πανίερος τῷ ναῷ το θεο δι τν ατο ερέων προσάγεται · πς ὁ ναός ὁ μψυχος Κυρίου τῷ ψύχῳ προσανατίθεται · πς ὁ προφήτης ατοχειρί ταύτην εσδέχεται, καί τος δύτοις εσφέρει, οδν δυσχεράνας, οδ επν τος ταύτης γεννήτορσιν · Ο πράσσω τοτο τό καινότατον πιτήδευμα, κα κόρην εσάγω ες τ τν γίων για, πρός τό ν ατος αλίζεσθαι, κα κατοικεν διάσπαστα, νθα γ μίαν το χρόνου εσιέναι προστέταγμαι. Οδν ὁ προφήτης φθέγξατο τοιοτον · λλ’ ς προειδς τό ἐσόμενον πεί προφήτης ν, πάντως προσδεχόμενος ταύτην, κα προσμενών, οον ὁ μετ’ ατόν Συμεν τόν ἐκείνης υἱόν, δέχεται ταύτην προθύμως

Εἴτα περιπτυξάμενος τυχόν, προσεφώνησε τ μητρί, τοιάδε λέγων, καί τὴν παῖδα ταῖς χερσί κατέχων· Πόθεν ἔφυς, ὦ γύναι; Τὶς σοῦ ὁ τρόπος, καὶ ὁ σκοπός τῆς τοιαύτης ἐπιτηδεύσεως ; καὶ πῶς ὑπογραμμόν τοιοῦτον μὴ ἔχουσα, μόνη τοῦτο ἔφευρες τό καινόν καὶ ἀνήκουστον δρᾶμα ; κόρην προσάγειν εἰς τ δυτα ; Τίς σο σκέψις, φράσον · καί τὶ σοῦ τό ὄνομα ; Ἐγώ, φησίν, ἡ χαριτώνυμος Ἄννα τῷ ὑποφήτη, γένους μὲν πέφυκα ἱερατικοῦ, φυλῆς Ἀαρωνείτιδος, ῥίζης προφητικῆς καὶ βασιλικῆς. Τοῦ γὰρ Δαβίδ  καί Σολομῶντος, καί καθεξῆς ὅρπηξ καθέστηκα* συγγενὴς δὲ , καί τῆς σῆς γαμετῆς Ἐλισάβετ. Εἶτα συνήφθην μὲν ἀνδρί, νόμῳ τῷ τοῦ Δεσπότου · εὑρέθην δὲ στεῖρα καί ἄγονος ἐφ' ἱκανόν χρόνον. Μηδὲν οὖν ὅλως ἀκεσώδυνον τῆς συμφορᾶς εὑρηκυῖα φαρμάκου, πρός τόν μόνον δυνάστην, καί τῶν ἀπόρων ποριστὴν θεόν κατέφυγον καί πρός αὐτόν μου τό· στόμα σπουδαίως ἀνοίξασα, σὺν οἰμωγῇ καρδίας, μετὰ δακρύων ἐβόησα, τοιαῦτα εἰποῦσα < Ὦ δὴ Κύριε, Κύριε, ὁ κατωδὺνων ψυχῶν εἰσακούων ταχύτατα, ἵνα τὶ μὲ παρήλαξας φύσεως τῶν προγόνων μου ; ἵνα τὶ ἔθου με παραβολὴν ἐν τῷ γένει μου, καί κίνησιν κεφαλῆς ἐν τῇ φυλῇ μου ; "Ἵνα τὶ τῆς κατάρας τῶν σῶν προφητῶν μέτοχόν μὲ ἀνέδειξας, δούς μοι μήτραν ἀτεκνοῦσαν, καί μασθοὺς ξηροὺς ; "Ἵνα τί μου τὰ δῶρα ἀπρόσδεκτα ὡς ἀτέκνού ἐποίησας ; "Ἵνα τὶ μυκτηρισμὸν μὲ τοῖς γνωστοῖς, καὶ χλευασμόν τοῖς ὑπό χεῖρα, καὶ τοῖς γείτοσιν ὄνειδος γενέσθαι κατέλιπες; Ἐπίβλεψον, Κύριε · εἰσάκουσον, Δέσποτα· σπλαγχνίσθητι, Ἅγιε. Ὁμοίωσον μὲ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τοῖς θηρίοις τῆς γῆς, τοῖς τῆς θαλάσσης ἰχθύσιν, ὅτι καί αὐτὰ γόνιμά εἰσιν ἐνώπιόν σου. Κύριε.

Μή χείρων φανείη τῶν ἀλόγων, Ὕψιστε, ἡ κατὰ σήν ὁμοίωσιν καί εἰκόνα ὑπό σοῦ γεγονυῖα.>

 

Τατα εποσα, καί τ τούτοις ὅμοια, προστθεικα, ὅτι «Σοί, Δεσπότα, δρον χαριστήριον πάντως ἀναθήσομαι, ὅ ν δοίης μοι τέκνον, το εναι αὐτό κα διαμένειν ες τό σόν γιαστήριον, ς ερόν ἀνάθημα καί δρον πάντιμον, παρ σο δωρηθέν μοι το δαψιλεστάτου δοτρος τν τελείων δωρήματα.

Τοιατα γ αθριος οσα ν τ μῷ παραδείσῳ, τό μν ὄμμα ες ορανος τείνουσα, τό δ στῆθός μου τας χερσί τύπτουσα, πρός τόν ν ορανος θεόν ἀνεβόων. Ὁ δ μοί σύνευνος ν τ ὄρει μονώτατος ὤν, κα νηστεύων τεσσαρακονθήμερον, τ σα τοτον τόν θεόν λιπάρει · οτω τοίνυν πικαμφθείς ὁ πρός οκτον τοιμος καί φιλόψυχος Κύριος, ταῖς μφοτέρων εχας τόν ατοῦ πέπομφεν γγελον, τν μς παιδός σύλληψιν μν προσαγγείλαντα. Αὐτίκα γον φύσις πρός θεο κελευσθεσα, τν γονήν εσεδέξατο· ο γρ πρίν τς θείας χάριτος ατήν τετόλμηκε δέξασθαι. λλ' κείνης προεισελθούσης, οτως μύσασα μήτρα τάς ἰδίας πύλας ἤνοιξε, καί τν κ θεο παραθήκην ποοεξαμένη παρ’ αυτ κατέσχεν, χρι θεο εδοκί τό ν ατῇ σπερμαθέν εἰς φῶς ἐξῆλθεν.

Ἐντεῦθεν τοίνυν ἀπογαλακτισθέντος αὐτοῦ. Τάς εχάς μου τ θε ποδίδωμι, ς διέστειλε τ χείλη μου, κα λάλησε τό  στόμα μου ν τ θλίψει μου. Διά τοτο τό  τν παρθένων στίφος μετ λαμπάδων συνήθροισα, τος ερες συνεκάλεσα· τος συγγενες μου συνήγαγον, πσι λέγουσα τατα. Συγχάρητέ μοι, πάντες, ὅτι καί μήτηρ, καί προσαγωγός σήμερον ναδέδειγμαι · ο βασιλε πιγεί τό  μόν τέκνον προσάγουσα· ὅτι οδ οικεν λλ τ πουρανίῳ βασιλε ναθεσα τοτο, ς τούτου δρα. Δέξαι λοιπόν, προφτα, τν μν θεόσδοτον θυγατέρα· δέξαι, καί εσαγαγν καταφύτευσον ατήν εἰς τόπον γιάσματος, ες ἕτοιμον κατοικητήριον θεο, μηδν περιεργαζόμενος, ως ν τ κατ' ατν εδοκήσειεν  ες πέρας λθεν, ὁ ταύτην νταῦθα καλέσας Θεός.

 

Τούτων ἀκούσας ὁ Ζαχαρίας τῶν λόγων, εὐθύς τῇ Ἄννη προσεῖπεν,  Εὐλογημένη ἡ ῥίζα σου, πάντιμε, δεδοξασμένη ἡ μήτρα σου, φίλανδρε, καί ὑπερένδοξος ἡ προσαγωγή σου, φιλόθεε. Εἶτα τὴν παῖδα περιχαρῶς κατέχων, ταύτην εἰς τὰ τῶν ἁγίων εἰσφέρει προθύμως Ἅγια, τάχα που τοιαῦτα πρός αὐτὴν εἰπών. Δεῦρο, πλήρωσις τῆς ἐμῆς προφητείας, δεῦρο τέλεσμα τῶν συνταγῶν Κυρίου, δεῦρο, σφράγισμα τῆς αὐτοῦ διαθήκης, δεῦρο, τό πέρας τῶν αὐτοῦ βουλευμάτων, δεῦρο, δήλωσις τῶν αὐτοῦ μυστηρίων δεῦρο, διόπτρα τῶν προφητῶν ἁπάντων,  δεῦρο, σύλλογε κακῶς διαφωνούντων δεῦρο, σύναψις τῶν πάλαι διεστη-κότων δεῦρο στήριγμα τῶν κάτω νενευκότων δεῦρο, καινισμός τῶν πεπαλαιωμένων, δεῦρο, τό σέλας τῶν ἐν σκότει κειμένων, δεῦρο , δώρημα καινότατον καί θεῖον, δεῦρο, Δέποινα τῶν γηγενῶν ἁπάντων, εἲσελθε εἰς τὴν δόξαν τοῦ Κυρίου σου, τέως μέν, εἰς τήν κάτω καί πατουμένην, μετ' οὐ πολὺ δέ, εἰς τήν ἄνω καί ἄβατον ἀνθρώποις.

 

Οὕτως εἰκότως λέξας ὁ μύστης πρός τό παιδίον, ἐναπέθετο τοῦτο ἔνθα προσῆκε, καί προσήρμοσται, καί προώρισται. Ἡ δὲ παῖς σκιρτῶσα καὶ ἀγαλλομένῃ, καθὰπερ ἐν θαλάμω, ἐν τῷ ναῷ τοῦ Θεοῦ ἐβάδιζε, τριετίζουσα μὲν τῷ χρόνῳ τῆς ἡλικίας, ὑπερτελής δὲ τῇ χάριτι τῇ θείᾳ, ὡς ἅτε προεγνωσμένη καί προωρισμένῃ καί ἐκλελεγμενη τῷ πάντων Θεῷ καί ταμία. Ἔμεινεν δε αὐτὴ εἰς τὰ τῶν ἁγίων ἐνδοτέρα Ἅγια, ἀμβροσίῳ τροφῇ δι’ ἀγγέλου τρεφομένη, καί τοῦ θείου νέκταρος ποτιζομενη, μέχρι δευτέρας μεθηλικιώσεως, καὶ τότε νεύματι θεοῦ, καί βουλῇ ἱερέων δίδοται περί αὐτῆς κλῆρος, καί κατακληροῦται Ἰωσήφ ὁ δίκαιος, καί τήν ἁγίαν ταύτην Παρθένον οἰκονομικῶς ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ καί τῶν αὐτοῦ Ἱερέων παραλαμβάνει, πρός δελεασμόν τοῦ ἀρχεκάκου ὄφεως, ἵνα μὴ ὡς παρθένῳ προσβάλῃ τῇ ἀκηράτῳ κόρῃ, ἀλλ’ ὡς ἅτε μεμνηστευμένην ταύτην παραδράμῃ. Ὑπῆρχε τοίνυν ἡ πανάχραντος ἐν τῷ οἴκῳ τοῦ τέκτονος Ἰωσήφ, τῷ ἀρχιτέκτονι Θεῷ τηρουμένη, ἕως τό πρό πάντων αἰώνων ἀπόκρυφον θεῖον μυατήριον ἐν αὐτῇ ἐτελέσθη, καί τοῖς βροτοῖς ὁ Θεός ἐξ αὐτῆς ὡμοιώθη. Ἀλλὰ τοῦτο μὲν ἄλλης πραγματείας καί καιροῦ πρέποντος δεόμενον, ἡμῖν δὲ ὁ λόγος ἐπί τό προκείμενον πάλιν ἀναγέσθω, καίν ἡ ἡμέρα τῆς προπομπῆς σήμερον εὐφημείτω.ν

Ἄπιθι τοιγαροῦν, ὦ Δέσποινα Θεομῆτορ, ἄπιθι πρός τὴν σὴν κληρουχίαν, καί βαδίζε εἰς τάς αὐλάς τοῦ Κυρίου, σκιρτῶσα καί χαίρουσα, τρεφομένη καί θάλλουσα, προσδεχομένη ἡμέραν ἐξ ἡμέρας τὴν ἐν σοί τοῦ παναγίου Πνεύματος ἔλευσιν, καί τῆς δυνάμεως τοῦ Ὑψίστου τὴν ἐπισκίασιν, καί τοῦ Υἱοῦ σου τήν σύλληψιν, ὡς Γαβριήλ σοι προσφωνήσει καί δός τοῖς τὴν σὴν ἑορτὴν τελοῦσιν, τὴν σὴν βοήθειαν, καί σκέπην, καί προστασίαν · ῥυομένη πάντοτε ταῖς σαῖς πρεσβείαις τούτους ἐκ πάσης ἀνάγκης καί κινδύνων, νόσων τε δεινῶν, καί συμφορῶν παντοίων, καί τῆς μελλούσης ἀπειλῆς δικαίας τοῦ Υἱοῦ σου. Τάξον δε αὐτούς, ὡς τοῦ Δεσπότου μήτηρ, ἐν τόπῳ τρυφῆς, ἔνθα φῶς καὶ εἰρήνη, καί τῶν ὀρεκτῶν ἡ ἀκροτάτη δόσις· « Καί γενηθήτω ἄλαλα τά χείλη τὰ δόλια, τά λαλοῦντα κατὰ σοῦ τῆς δικαίας, ἀνομίαν ἐν ὑπερηφανείᾳ καί ἐξουδενώσει·» καί ἐξουδενωθήτω ἐν τῇ πόλει σου ἡ τούτων εἰκών αἰσχυνθήτωσαν, καί ἐκλιπέτωσαν, καὶ ἀπολίσθωσαν, καί γνώτωσαν ὅτι ὄνομά σοι Δέσποινα. Σύ γὰρ μόνη Θεοτόκος, ὑψηλοτάτη ἐπί πᾶσαν τὴν γῆν ἡμεῖς δὲ σέ, Θεόνυμφε, πίστει εὐλογοῦμεν, καὶ πόθῳ γεραίρομεν, καί φόβῳ προσκυνοῦμεν, ἀεὶ σὲ μεγαλύνοντες, καί σεπτῶς μακαρίζοντες. Μακάριος γὰρ ὡς ἀληθῶς, ἐξ ἀνδρῶν ὁ πατήρ σου, καί μακάρια ἐκ γυναικῶν ἡ μήτηρ σου, μακάριος ὁ οἶκός σου, μακάριοι οἱ γνωστοί σου, μακάριοι οἱ ἰδόντες σὲ, μακάριοι οἱ συνομιλήσαντες, μακάριοι οἱ ὑπηρετήσαντες, μακάριοι οἱ τόποι σου, οὗς ἐβάδισας, μακάριος ὁ ναός ἐν ᾧ προσηνέχθης, μακάριος Ζαχαρίας, ὁ σὲ ἐναγκαλισάμενος, μακάριος Ἰωσήφ, ὁ σὲ μνηστευσάμενος, μακάρια ἡ κλίνη σου, μακάριος ὁ τάφος σου ! Σύ γάρ, τιμὴ τῶν τιμῶν, καί γέρας τῶν γερῶν, καί ὑψωμάτων ὕψωμα. Ἀλλ', ὦ μοι, Δέσποινα, μόνη τό ἐμόν ἐκ Θεοῦ ψυχαγώγημα, τοῦ ἐν ἐμοὶ καύσωνος ἡ θεία δρόσος, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόῤῥυτος ῥανίς, τῆς ζοφερᾶς  μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς πορείας ἡ ποδηγία, τῆς ἀσθενείας μου ἡ δύναμις, τῆς γυμνώσεως ἡ ἀμφίασις, τῆς πτωχείας ὁ πλοῦτος, τό τῶν ἀνιάτων τραυμάτων τό ἴαμα, ἡ τῶν δακρυων ἀναίρεσις, τῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν ἡ μεταποίησις, τῶν ὀδυνῶν ὁ κουφι-σμός, τῶν δεσμῶν ἡ λύσις, τῆς σοιτηριάς μου ἡ ἐλπίς, εἰσάκουσόν μου τῶν προσευχῶν, οἴκτειρόν μου τούς στεναγμούς, καί πρόσδεξαί μου τοὺς ὀδυρμούς. Ἐλέησόν με ἐπικαμφθεῖσα τοῖς δάκρυσι τοῖς ἐμοῖς, σπλαγχνίσθητι ἐπ’ ἐμοὶ ὡς μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Ἐπίβλεψον καί κατάνευσον πρός τὴν ἐμὴν ἰκε-σίαν, ἐκπλήρωσόν μου τό ἐκδιψώμενον καταθύμιον, καί  σύναψόν με τῇ ἐμῇ συγγόνω καί συνδούλῃ ἐν τῇ γῇ τῶν πραέων, ἐν σκηναῖς τῶν δικαίων, καί χορῷ τῶν ἁγίων καί ἀξίωσον με, ἡ πάντων προστασία καί  χαρὰ, καί  φαιδρὰ θυμηδία, συνευφρανθῆναι ταύτῃ, δέομαί σου, ἐν τῇ χαρᾷ ἐκείνῃ τῇ ὄντως ἀνεκφράστῳ τοῦ ἐκ σοῦ γεννηθέντος Θεοῦ καί Βασιλέως, καί τῷ νυμφῶνι αὐτοῦ τῷ ἀφθάρτῳ, καί τρυφῇ τῇ ἀλήκτῳ καί ἀκορέστῳ, καί ἐν τῇ ἀνεσπέρῳ καί ἀπεραντω βασιλείᾳ. Ναί, Δέσποινα, ναί, τό ἐμόν καταφύγιον, ἡ ζωὴ καί ἡ ἀντίληψις, τό ὅπλον καί  τό καύχημα, ἡ ἔλπίς μου καί τό σθένος μου. Δός μοι σύν αὐτῇ ἀπολαύσαι τῶν τοῦ Υἱοῦ σου ἀνεκδιηγήτων καί ἀκαταλήπτων δωρεῶν ἐν τῇ ἐπουρανίῳ διαμονῇ. Ἔχεις γάρ, οἶδα, σύνδρομον τῇ θελήσει τό δύνασθαι, ὡς τοῦ Ὑψίστου μήτηρ, καί διὰ τοῦτο τολμῶ. Μη οὖν ἀποστερηθείην, πανάχραντε Κυρία, τῆς ἐμῆς προσδοκίας,  ἀλλὰ τύχοιμι ταύτης, Θεόνυμφε, ἡ τήν τῶν ὅλων προσδοκίαν ὑπὲρ λόγον τεκοῦσα, τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τόν ἀληθινόν Θεόν καί Δεσπότην, ᾧ πρέπει πᾶσα δόξα, τιμή, καί προσκύνησις, σὺν τῷ ἀνάρχοι Πατρί, καί τῷ ζωοποιῷ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.