logo

Ἑρμείου Σωζομένου Σαλαμῖνος

(Ἐκκλησιαστική Ἱστορία)

«Διήγησις περί τοῦ ἁγίου Σπυρίδωνος, καί περί τῆς αὐτοῦ μετριοφροσύνης καί καταστάσεως»

(J.-P. Migne, Patrologia Graeca, t. 67, 886Β-890C)

 

Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον, οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. τῶν δὲ δι' αὐτοῦ σὺν θείᾳ ῥοπῇ γενομένων τὰ μὲν πλείω, ὥς γε εἰκός, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων, ἀλλ' οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων καὶ κλέψαι ἐπιχειρήσαντας ἐξαπίνης γενέσθαι δεσμίους μηδενὸς δήσαντος· ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν πεπεδημένους εὑρεῖν τούτους καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν, γε ἐπεθύμουν, κλέψαι μᾶλλον εἵλοντο καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι. ὅμως δ' οὖν αὐτοὺς ἐλεήσας, μᾶλλον δὲ πρὸς τὸν ἀμείνω βίον μετατεθῆναι παιδεύων «ἄπιτε», ἔφη, «τοῦτον τὸν κριὸν λαβόντες· κεκμήκατε γὰρ ἀγρυπνοῦντες, καὶ δεῖ ὑμᾶς μὴ μεμφομένους τοὺς πόνους ἐκ τῆς ἐμῆς αὐλῆς ἀπαλλάττεσθαι

Τοῦτο θαυμάσειε μὲν ἄν τις εἰκότως, οὐχ ἧττον δὲ κἀκεῖνο. θυγατρὶ αὐτοῦ παρθένῳ Εἰρήνῃ τοὔνομα παρέθετό τι τῶν γνωρίμων τις. δὲ λαβοῦσα κατώρυξεν οἴκοι, ὅπως ἐπιμελῶς φυλάττοιτο. συμβὰν δὲ τὴν κόρην τελευτῆσαι μηδὲν εἰποῦσαν, ἧκεν ἄνθρωπος τὴν παρακαταθήκην ἀπαιτῶν. ἀγνοοῦντος δὲ Σπυρίδωνος τι λέγοι, ἀναζητήσαντος δὲ ὅμως κατὰ τὴν οἰκίαν καὶ μὴ εὑρόντος ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλε καὶ θανατιῶν δῆλος ἦν. κινηθεὶς δὲ πρὸς ἔλεον Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. τῆς δὲ ἀποκριναμένης ἤρετο περὶ τῆς παρακαταθήκης, καὶ μαθὼν ἀνέστρεφε καὶ εὑρών, ἐσήμανεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. ᾿Επεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι. ἔθος ἦν τούτῳ τῷ Σπυρίδωνι τῶν γινομένων αὐτῷ καρπῶν τοὺς μὲν πτωχοῖς διανέμειν, τοὺς δὲ προῖκα δανείζειν τοῖς ἐθέλουσιν. οὔτε δὲ διδοὺς οὔτε ἀπολαμβάνων δι' ἑαυτοῦ παρεῖχεν ὑπεδέχετο, μόνον δὲ τὸ ταμιεῖον ἐπιδεικνὺς ἐπέτρεπε τοῖς προσιοῦσιν, ὅσου δέονται, κομίζεσθαι καὶ πάλιν ἀποδιδόναι, ὅσον ᾔδεσαν κομισάμενοι. δανεισάμενος οὖν τις τοῦτον τὸν τρόπον ἧκεν ὡς ἀποδώσων. ἐπιτραπεὶς δὲ κατὰ τὸ ἔθος αὐτὸς καθ' ἑαυτὸν ἀποδοῦναι τῷ ταμιείῳ τὰ δεδανεισμένα, πρὸς ἀδικίαν εἶδε· καὶ νομίσας λανθάνειν οὐκ ἀπέδωκε τὸ χρέος, ἀλλ' ὑφελόμενος τοῦ ὀφλήματος τὴν ἀπόδοσιν, ὡς ἀποτίσας ἀπῆλθε. τὸ δὲ ἄρα οὐκ ἤμελλεν ἐπὶ πολὺ λήσειν. μετὰ γάρ τινα χρόνον μὲν πάλιν ἐδεῖτο δανείζεσθαι, δὲ πρὸς τὸ ταμιεῖον ἀπέπεμπεν ἐξουσίαν δοὺς αὐτὸν ἑαυτῷ παραμετρεῖν ὅσον βούλεται. κενὸν δὲ τὸν οἶκον ἰδὼν ἐμήνυσε τῷ Σπυρίδωνι. δὲ πρὸς αὐτόν «θαυμαστόν, ἄνθρωπε», ἔφη, «πῶς σοὶ μόνῳ ἔδοξε τὸ ταμιεῖον ἐπιλείπειν τὰ ἐπιτήδεια. σκόπει οὖν κατὰ σαυτόν, μὴ χρησάμενος ἄλλοτε τὰ πρῶτα οὐκ ἀπέδωκας· εἰ γὰρ μὴ τοῦτό ἐστι, πάντως οὐκ ἀποτεύξῃ ὧν δέῃ, καὶ πάλιν ἴθι θαρρῶν ὡς εὑρήσωνκαὶ μὲν οὕτω φωραθεὶς κατεμήνυσε τὴν ἁμαρτίαν. ῎Αξιον δὲ τούτου τοῦ θείου ἀνδρὸς θαυμάσαι τὸ ἐμβριθὲς καὶ τὴν ἀκρίβειαν τῆς ἐκκλησιαστικῆς τάξεως. λέγεται γοῦν χρόνῳ ὕστερον κατά τινα χρείαν εἰς ταὐτὸν συνελθεῖν τοὺς ἐπισκόπους τῆς Κύπρου, εἶναι δὲ ἐν αὐτοῖς Σπυρίδωνα τοῦτον καὶ Τριφύλλιον τὸν Λεδρῶν ἐπίσκοπον, ἄνδρα ἄλλως τε ἐλλόγιμον καὶ διὰ νόμων ἄσκησιν πολὺν χρόνον ἐν τῇ Βηρυτίων πόλει διατρίψαντα. συνάξεως δὲ ἐπιτελουμένης ἐπιτραπεὶς Τριφύλλιος διδάξαι τὸ πλῆθος, ἐπεὶ τὸ ῥητὸν ἐκεῖνο παράγειν εἰς μέσον ἐδέησε τὸ «ἆρόν σου τὸν κράββατον καὶ περιπάτει», σκίμποδα

ἀντὶ τοῦ κραββάτου μεταβαλὼν τὸ ὄνομα εἶπε. καὶ Σπυρίδων ἀγανακτήσας «οὐ σύ γε», ἔφη, «ἀμείνων τοῦ κράββατον εἰρηκότος, ὅτι ταῖς αὐτοῦ λέξεσιν ἐπαισχύνῃ κεχρῆσθαι;», καὶ τοῦτο εἰπὼν ἀπεπήδησε τοῦ ἱερατικοῦ θρόνου τοῦ δήμου ὁρῶντος, ταύτῃ γε μετριάζειν παιδεύων τὸν τοῖς λόγοις ὠφρυωμένον. ἱκανὸς γὰρ ἦν ἐντρέπειν, αἰδέσιμός τε ὢν καὶ ἐκ τῶν ἔργων ἐνδοξότατος, ἅμα δὲ καὶ πρεσβύτερος τῇ ἡλικίᾳ τε καὶ ἱερωσύνῃ τυγχάνων. ῞Οπως δὲ διέκειτο περὶ τὰς δεξιώσεις τῶν ξένων, ἐντεῦθεν ἰστέον. ἤδη τῆς τεσσαρακοστῆς ἐνστάσης ἧκέ τις πρὸς αὐτὸν ἐξ

ὁδοιπορίας, ἐν αἷς εἰώθει μετὰ τῶν οἰκείων ἐπισυνάπτειν τὴν νηστείαν καὶ εἰς ῥητὴν ἡμέραν γεύεσθαι ἄσιτος τὰς ἐν μέσῳ διαμένων· ἰδὼν δὲ τὸν ξένον μάλα κεκμηκότα «ἄγε δή», πρὸς τὴν θυγατέρα ἔφη, «ὅπως τοῦ ἀνδρὸς τοὺς πόδας νίψῃς καὶ φαγεῖν αὐτῷ παραθῇςεἰπούσης δὲ τῆς παρθένου μήτε ἄρτον εἶναι μήτε ἄλφιτα (περιττὴ γὰρ ἦν τούτων παρασκευὴ διὰ τὴν νηστείαν) εὐξάμενος πρότερον καὶ συγγνώμην αἰτήσας ἐκέλευσε τῇ θυγατρὶ κρέα ὕεια, ἅπερ ἔτυχεν ἐν τῇ οἰκίᾳ τεταριχευμένα, ἑψεῖν. ἐπεὶ δὲ ἥψητο, καθίσας ἅμα αὐτῷ τὸν ξένον, παρατεθέντων τῶν κρεῶν ἤσθιε καὶ τὸν ἄνδρα παρεκάλει αὐτὸν μιμεῖσθαι. παραιτούμενον δὲ καὶ Χριστιανὸν λέγοντα ἑαυτόν «ταύτῃ μᾶλλον», ἔφη, «οὐ παραιτητέον. πάντα γὰρ καθαρὰ τοῖς καθαροῖς θεῖος ἀπεφήνατο λόγοςτάδε μὲν περὶ Σπυρίδωνος.