logo

Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας

«Λόγος εἰς τήν Τελευτήν τῶν Ἁγίων Τριῶν Παίδων

Καί τοῦ Πανσόφου Δανιήλ »

(J.-P. Migne, Patrologia Graeca, t. 77, 1117Α)

 

Πρόφασις καιρῶν παρέστη, ἀγαπητοί, μαρτύρων ἀγαθῶν ἐνέγκαι μνήμην, αὕτη γάρ ἡ μνήμη μιμεῖται τήν πανήγυριν τῶν οὐρανίων ταγμάτων, ἐπί πρεσβείαν καί σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. Ὅσοι οὖν τόν Θεόν ἐπιγινώσκετε, σήμερον ἐνταῦθα τάς ἀκοάς ὑμῶν προτείνατε, ὅπως ἀξιωθῆτε τοῦ βραβείου τῶν ἀρτίως λεγομένων μαρτύρων. Τούτους γάρ ἐπαινεῖσθαι καί θαυμάζειν χρή τούς μήπω θεασάμενους ἐνανθρώπησιν Χριστοῦ, καί θάνατον ἀθανάτου, καί ἀνάστασιν ἐκ νεκρῶν, καί πρός τῆς ἐνσάρκου παρουσίας, ὁμολογητάς καί μάρτυρας αὐτοῦ γεγονότας. Περί τούτων πρόνοια τῆς ἀχράντου Τριάδος διά τῆς ἀρτίως ἀναγνωσθείσης προφητείας, ἕνεκεν τῶν βασιλικῶν ὁμοφύλων παίδων, Ἀνανίου, Ἀζαρίου, καί Μισαήλ. Περί τούτων  βούλομαι τήν πολιτείαν καί συνηγορικήν ἐπιστήμην καί συμμαχίαν καί τελείωσιν ἐξηγήσασθαι τήν τοῦ Θεοῦ Ἐκκλησίαν, τό πῶς ἀνδραγαθήσαντες ἐτελειώσθησαν οἱ καλοί κλάδοι παῖδες.

Ταύτην τήν κατασκευήν τῆς διαθήκης τῆς ἀγαθῆς ἐγώ Κύριλλος ἐλάχιστος ἐπίσκοπος τῆς Ἀλεξανδρείας πόλεως, ἔτυχον τῇ διαθήκῃ τοῦ Δανιήλ. Συνεγραψάμην δέ ὁσίων καί ἀμωμήτων παίδων σύμβολον καί πολιτείαν, καί τήν εἰς Χριστόν τελείωσιν. Γένοιτο δέ τῇ τοῦ Χριστοῦ χάριτι, καί πρεσβείᾳ τῶν ἀρτίως μνημονευθέντων καλλινίκων μαρτύρων, θάλλειν καί προκόπτειν τήν τοῦ Χριστοῦ Ἐκκλησίαν εὐθηνοῦσαν ἐν καρπῷ δικαιοσύνης, ὅπως οἱ πατέρες καί αἱ μητέρες τοιαῦτα βλαστάνοντες φυτεύματα μετά σωφροσύνης καί εὐσεβείας, οἱ νεανίσκοι καί παρθένοι τοιαύτης πολιτείας ἀξιῶνται, τοιαύτης ἀρετῆς συναυξάνωσι. Τελειοῦνται δέ οἱ Ἅγιοι παῖδες μηνί δεκεμβρίῳ ιζ΄.