logo

Ἠλίου Κρήτης

Εἰς τήν περιτομήν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

καί εἰς τόν ἅγιον Βασίλειον

(J.-P. Migne, Patrologia Graeca, t. 97, 913A-932A)

Πάντα τά πέρ ἡμῶν παρά το Σωτρος μν Χριστο πεπραγμένα, δοξάζειν γαθν κα πάρεστον. Θαύματος [γρ] κα κπλήξεως γέμει. Κα πς γάρ οχί; Θες νθρώποις μιγνύμενός τε κα γνωριζόμενος, κα πάντα πείκων ς νθρωπος, κα τά νόμου τελν προστάγματα, κα πληρον παγγελλόμενος, να τά παρ ατο ντιδώσειεν, τά πλήρη χάριτος κα ληθείας. δ Θαυμάζειν παρν λόγος δείκνυσι, τοτό στι, τν μετ γέννησιν κα λόχευτον τόκου Χριστο πρόοδον, τς σαρκς ατο ὀκταήμερον περιτομν. E γρ κα ατη θαυμάτων γέμει, κα δοξαζέσθω. Κα πς οκ χεται πλείστον σον γε κα μεγίστου θαύματος, μ τι νόμον πληρο μόνον, λλ τι γε κα μο σωτήριον; ᾿Εν κλήσει Θεός. Ὁ ἄποσος κα ἀσυνείκαστος, ἀν- εξερεύνητος τε κα νώνυμος, τ κατ᾿ μέ γενόμενος, κα δι᾿ νομασίας πάλιν φανερς γνωρίζεται. Οκ στι μόνον Υἱὸς τδικωτάτ νόματι λεγόμενος σπερ κα Πατρ δι τ γεννσαι, Πατήρ κα Πνεμα. διά τ κπορευτς χειν, καλεται Πνεμα πε κα τ τρία. ες Θεός τα ν ος θεότης. ᾿Αλλ κα Υἱς προσηγόρευται, Υἱς Παρθένου ψευδς εἶναι πιστευόμενος, κντεθεν τ πλεστον ληπτς κα προσηνς καταφαίνεται. Κα δραπέτης γ, θύραν σωτηρίας νεγμένην ερν, τ Δεσπότ κα Κτίστ θαρσαλέως προσέρχομαι. Κα τοτο Λουκς τ εαγγελικ καθιστορν ητ, οτω φησί. Καί ἐγένετο, ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς οὐρανόν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρός ἀλλήλους. Διέλθωμεν δή ἕως Βηθλεέμ καί ἴδωμεν τό ῥῆμα τοῦτο τό γεγονός, ὅ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. Καί ἦλθον σπεύσασαντες καὶ εὗρον τὴν Μαρίαν καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνη. Ἰδόντες δὲ ἐγνώρισαν [περὶ τοῦ ρήματος τοῦ λαληθέντος αὐτοῖς] περὶ τοῦ παιδίου [τούτου]. Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. Ἡ δὲ Μαρία, πάντα συνετήρει τὰ ρήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδία αὐτῆς. Καὶ ἐπέστρεφαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τόν Θεὸν ἐπὶ πᾶσιν, οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτώ τοῦ περιτεμεῖν αὐτὸν, ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.» Μέγας ὁ Λουκᾶς, καὶ μεγάλων ἡμῖν μυστηρίων ἐξηγητὴς. Ἀληθῶς Παύλου τὸ παρ᾽ αὐτοῦ Εὐαγγέλιον. Τοῦτο γὰρ καὶ καυχώμενος ἀπεμφαίνει, λέγων « Κατὰ τὸ Εὐαγγέλιόν μου.» Εἰ γὰρ ἂν μὴ τὸ παρὸν Εὐαγγέλιον κατηκριβολογούμεθα, πῶς ἂν διεβεβαιώθημεν τὸ, ὅπως ἡ Παρθένος εὐηγγελίσθη καὶ Ἰωάννης ἐτέχθη ; καὶ ἐναπόγραφος ὁ Σωτήρ γέγονε; καὶ ἐν σπηλαίῳ γεγέννηται; καὶ ποιμένες εὐηγγελίσθησαν; καὶ παρ᾿ ἀγγέλοις τὸ, «Δόξα ἐν ὑψίστοις», ἐρρέθη, καὶ ἐπὶ γῆς εἰρήνη ;» Ἧς εἰρήνης σημεῖον ἡ ἐπὶ Αὐγούστου γέγονεν ἀπογραφὴ. Πῶς τε Συμεὼν εὐηγγελίσατο, καὶ Ἄννα ἀνθωμολογήσατο; καὶ ἀπὸ Ἰωσὴφ ἤτοι τοῦ μνήστορος Μαρίας, διὰ τὸ ἀγχιστεῦον τῆς συγγενείας, ὡς ἐκ δύο ἀδελφῶν καταγόμενον, τοῦ τε Μελχὶ καὶ τοῦ Πάνθηρος, ἐξ ὧν Καρπανθήρ, πατήρ Ἰωακεὶμ. ἐξ οὗ ἡ Θεοτόκος. Ἀπὸ γὰρ Μελχὶ, πάλιν γεννᾶται Ἠλὶ, ἐκ τῆς Ματθάν γυναικὸς, μετὰ χηρείαν γημάσης τῷ Μελχί. Προεῖχεν δὲ υἱὸν τὸν Ἰακὼβ, ἐξ οὗ Ἰωσήφ ὁ μνήστωρ. Ὁ μὲν κατὰ φύσιν υἱὸς τοῦ Ἱακὼβ, κατὰ νόμον δὲ τοῦ 'Ηλί. Ἄπαις γὰρ τελευτήσας, νόμου ἀνάγκῃ ἐκ τῆς αὐτοῦ γαμετῆς, ὁ ἴδιος αὐτοῦ ἀδελφὸς ἀπὸ μητρὸς, ἀνέστησεν σπέρμα ὡς ἐντεῦθεν μέχρι τῆς Ἀδὰμ καθαρευόμενος συγγενείας, καί φησι κατὰ τὸ ἄχρονον αὐτοῦ τῆς γεννήσεως, τὸ, Θεόν  «τοῦ Θεοῦ.» Ἄλλα τε πλεῖστα τὰ μέχρι πάθους. Τά περὶ Ἡρώδου καὶ Πιλάτου, καὶ τῶν δύο λῃστῶν, καὶ μεθ᾿ ἕτερα, ἃ τοῖς λοιποῖς σεσίγηνται εὐαγγελισταῖς.

Τί δ᾽ αὐτὸ βούλεται λέγειν « Τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλία; Αὐτὸς προσαποδώσει, λέγοντα τὸν ἄγγελον παριστῶν πρὸς τὴν Μαρίαν «Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. » Τὸ δὲ αὐτὸ τοῦτο καὶ ὁ Ματθαῖος, εἰς τὰ περὶ τῆς ἀπιστίας Ἰωσήφ, τοῦ ἀγγελικοῦ ὀνείρατος ὄψει πιστούμενον διαδεβαιοῦται, γράφων «Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν εἰσελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσήφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτήν παραδειγματίσαι, ἠβουλήθη λάθρα ἀπολύσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ ἀνεφάνη αὐτῷ, λέγων Ἰωσήφ υἱὸς Δαδὶδ, μη φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. "Ος καὶ ἐπιφέρει λέγων“ : Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου [διὰ τοῦ προφήτου] λέγοντος» δηλονότι Ἡσαΐου Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾿ ἡμῶν ὁ Θεός. » Βλέπεις ἰσαρίθμους εὐαγγελιστοῦ καὶ προφήτου ῥήσεις; μεθερμηνευόμενον γὰρ, τὸ Μεθ᾿ ἡμῶν ὁ θεὸς, ὅ ἐστι σωτηρία λαοῦ τὸ, μετὰ δούλων Δεσπότην ἐμφιλοχωρεῖν. Συνεπάδεται τῇ ἀγγελικῇ τὸ Ἰησοῦς φωνῇ. Ἰησοῦς γὰρ ἑρμηνεύεται, ὡς σωτηριωδῶς πάντα δι’ οἰκονομίαν συμπαθῶς ἐργασάμενος. Τοῦτό μοι ὁ καιρὸς δίδωσι, καὶ ἡ τῆς ἡμέρας δύναμις ἐργάζεται, χάριν μοι προσανατέλλουσα χάριτι, καὶ γνώσει συνάπτουσα, καὶ λαμπρότητι συναναστράπτουσα, χαριστήριον ἔλλαμψιν. Καὶ ὅτι μὲν ἐτέχθη, προεόρτασα καὶ τὸ τεχθὲν ἀποῥῤήτως ἐπίσταμαι καὶ τὴν τεκοῦσαν ἀσπόρως γινώσκω. ᾿Αλλὰ τῷ τεχθέντι, ἐμοὶ προσιτέον; Φοβοῦμαι καὶ δειλιῶ τῷ ἀνεξερευνήτως προαχθέντι εὐπροσηγόρως προσαχθῆναι. Ἔτι εἰμὶ ἐν ἀπορίᾳ, καὶ ὁ πλανήτης τὸν δεσπότην ὡς φοβερὸν ἀπὸ φυγῆς ἔχων, ἀποκρύβομαι. Καὶ πόθεν τοῦ τοιούτου φόβου λυθήσομαι; τῆς ἡμέρας δηλώσει ἐνέργεια, τὸν κατ' ἐμὲ κλήσει προσκαλούμενον διαγράφουσα. Καὶ τίς ἡ κλῆσις; Ἰησοῦς ὁ ἑρμηνεύεται σωητρία, καθὰ τὸ ᾽Εμμανουήλ, Μεθ᾿ ἡμῶν ὁ Θεός. Ὁ ἐστι Θεοῦ πρὸς ἀνθρώπους καταλλαγή καὶ οἰκείωσις, καθὼς Ἰησοῦς Σωτήρ κέκληται. Τοῦτο καὶ ποιμένες εὐηγγελίσθησαν πρότερον. Καὶ οὐκ ἂν τῷ βρέφει προσέψαυσαν, εἰ μὴ τῇ κλήσει προδυσωπηθέντες, τῷ ὁμοίῳ θαῤῥοῦντες εὐψύχως προσέδραμον. Καὶ τε γάρ φησι πρὸς αὐτοὺς ὁ ἄγγελος;  Μὴ φοβεῖσθε. » Καὶ ὁ φόβος ποῖος; "Ἅμα τῇ πρὸς αὐτοὺς ἐπιστασίᾳ τοῦ ἀγγέλου,  δόξα Θεοῦ περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν σφόδρα. Ὅθεν θαῤῥῦνων αὐτοὺς, τὸ μὴ φοβεῖν ἐπάγει, καὶ τῇ προσηγορία τοῦ τεχθέντος λύει τὸν φόβον. Ἰδού γὰρ, φησὶν, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστός Κύριος, ἐν πόλει Δαβίδ.» Τί λέγεις, ἄγγελε; τοσαύτης τὸ Ἰησοῦς προσαγόρευμα περιέχεται δυνάμεως; Ναὶ, φησι. Τὸ γὰρ Ἰησοῦς, Σωτὴρ ἑρμηνεύεται, Ὅς ἐστι Χριστὸς Κύριος- Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς ἐξουσιαστὴς καὶ οἰκτίρμων. Διὰ τοῦτο καὶ ποιμέσι τὸ θαῤῤεῖν παρεγγύησα καὶ κληθῆναι τῇ ὀγδόῃ ἡμέρα τῷ ᾿Ιωσὴφ κελεύσας, πᾶσιν ἀνθρώποις προσιτὸν ὑποφαίνεσθαι πεποίηκα. Φύσει παρα τοῦ τικτομένου ἐκελεύσθην ὡς σὺν ἐπαγομένοις ἐπάγειν τοῖς ῥήμασιν. ᾿Επεὶ οὐκ ἂν Ἰωσὴφ ἀφόβως καὶ ποθεινῶς τῇ μητρί τοῦ βρέφους παρείπετο, εἰ μὴ ὡς ἄνδρα γυναικί προσέχειν ἐκέλευον  οὕτω καὶ ποιμέσι, Δεσπότη ὡς εὐεργέτῃ καὶ Κυρίῳ προσδραμεῖσθαι πεποίηκα κατ’ Ἰησοῦν τῇ ὀγδοάδι περιτομῇ, οἷς τελῶν ὁ γεννηθεὶς, εὐδοκία προσκληθῆναι ἐπιστωσάμην. Ἵνα φύσει ὡς πρὸς ὑμᾶς συνουσιωμένῳ θαῤῥοῦντες, προστρέχειν κατατολμήσητε. Τοσαύτην τε πρὸς ὑμᾶς τὴν συγκατάβασιν αὐτοῦ γνωριούμενοι, τὴν τῆς ἡμέρας χάριν δοξάζεσθε.

Τί βούλεται ἡ ὀγδοάδος περιτομὴ καὶ ἕτερα δηλοῦν, καὶ δὴ γνωριοῦμεν. Καὶ ἡ ὀγδοάς, ἑβδομάδος συμπλήρωσις, καὶ ἀρχὴ μέλλοντος. Ἡ ἑβδομὰς συμπληροῖ τὸ βρέφος, καὶ ἡ ὀγδοὰς τελειοῖ, καὶ δι᾿ ὀνόματος τοῖς τελείοις καταλογίζεται. Ἡ ὀγδοὰς ἀρχὴ μεθηλικιώσεως, καὶ τὸ δι᾽ ἑβδοματικοῦ χρόνου καταρτισθέν βρέφος, εἰς παῖδας διὰ μαθημάτων καταλογιεῖται. Ἡ ὀγδάς πάντα τὰ νηπιώδη διαλλάττει, καὶ ὀδόντας, καὶ ρύμη καὶ στερεοῖ ἐν ἐδωδῇ, καί φωνῇ, καὶ νοερότητι. Ἡ ἑβδομάς αὔξησιν εἰσάγει, ἡ δὲ ὀγδοάς τελειότητα. Ἡ περιτομὴ πάλιν ἐπείσακτος γέγονε μετὰ τῆς πρότερον ὀνομασίας, τῇ ὀγδόῃ τοῦ βρέφους ἐπιδοθεῖσα. Καὶ οὐκ ἀσκόπως. Εἰδώλοις γὰρ ἀπὸ Θαρά πατρὸς Ἀβραάμ μελλούσης τῆς φύσεως καταφύρεσθαι, ἔδει ἀπ᾽ Ἀβραάμ διά σφραγῖδος τῷ κτίστῃ λαὸν ἀφορίζεσθαι, μέχρις αὑτοῦ παρουσίας, ἧς ἀνάγκη πρὸς ἀνακαινισμὸν δεηθῆναι τὸν ἄνθρωπον. Ἡ περιτομῇ περίττωμα σαρκὸς ἀποβάλλει καὶ δίδωσι σφραγίδα ὀγδοάδος τῆς εἰς τὰ μέλλοντα. Ἡ περιτομῇ δηλοῖ, ὅτι Χριστοῦ παρουσία ταύτην ἀπωθεῖται, καὶ τὴν διά Πνεύματος ἀναγέννησιν δώσει. Δι᾿ εἰδωλολατρείαν ἡ τῆς περιτομῆς σφραγὶς πρὸς διορισμὸν λαοῦ θείου δίδοται, καὶ δι᾽ εἰδωλομανίας κατάλυσιν πάλιν πέπαυται. Τά παλαιά τοῖς νέοις σύμβολον. Ὄγδοος γὰρ ἀπὸ ᾽Αδἀμ ὁ Χριστὸς νομοθέτης. Ἐπειδὴ Ἀδάμ αὑτὸς νόμον ἐδέξατο πρῶτος καὶ Νῶε δεύτερος καὶ Ἀβραάμ τρίτος καὶ Μωῦσῆς τέταρτος καὶ Δαβίδ εἰς τὰς περὶ Βασιλέων καὶ Σκηνοπηγίων δοξολογίας, πέμπτος νομοθέτης. Καὶ Ἔσδρας μετὰ τὴν αἰχμαλωσίαν τὴν ἐκ Βαβυλῶνος, δευτερωτής τοῦ νόμου καὶ ἐθῶν τινων παραδότης , ἕκτος ἀναφαίνεται Ἰωάννης ὁ Βαπτιστής, κηρύσσων Βάπτισμα μετανοίας τῷ λαῷ καὶ ὕδατι καθαίρων, ἕβδομος νομοθέτης. Ἰησοῦς Χριστὸς, ὄγδοος. Περὶ οὗ μεγάλου νομοθέτου Μωῦσῆς λέγει Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὑτοῦ ἀκούσεσθε  πᾶσα δὲ ψυχὴ ἥτις οὐκ ἀκούσει προφήτου ἐκείνου, ἐξολοθρεύθησεται.» Δυνατὸς μόνος ὢν, καὶ τὰ δι᾿ ἐμοῦ νομοθετηθέντα παρ᾽ αὑτοῦ πληροῦν, πολλοῦ πνεύματος πλησθήσεται χρισθεὶς, καὶ νομοθετήσει οἷα Κύριος καὶ Δημιουργὸς, εἰ καὶ ἐξ ὑμῶν, θεῖα τε καὶ νοερά. Καὶ γάρ σαβατίσας ἐν τῇ αὐτοῦ σαρκὶ τά τοῦ νόμου, τῇ ὀγδοάτῃ ἀναστασίμῳ ἡμέρα, νομοθέτης ὅλου τοῦ κόσμου, οἷα Θεὸς, καὶ οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ ἐθνῶν, γενήσεται, χρίων καὶ τελειῶν ἅπαν τάς ἐν Πνεύματι ἁγίῳ, καὶ οἰκείῳ ὀνόματι χριστοὺς ἀποκαλῶν. Καὶ περιτεμεῖ σαρκικά φρονήματα καὶ ἐμπαθῆ, καὶ προσαναζωπυρήσει ἐπ᾿ ἔργοις ἀγαθοῖς καὶ πράξεσι βασιλείας οὐρανῶν  ὡς ἀληθῶς μεγάλης βουλῆς τῆς τοῦ Πατρὸς Ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.

Καὶ εἰ ταῦτα ἔχει καλῶς, δεῦτε, τῇ πανηγύρει προσχαριούμεθα, καὶ μεῖζον αὐτῆς τὸ φαιδρὸν ἐπιδείξωμεν, πανήγυριν τῇ πανηγύρει προσάπτοντες, καὶ Θεοῦ τὸν δοῦλον γνωρίζοντες εἴπερ, ὡς τὸ Λόγιόν φησι, «Ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ » ἐπεὶ καὶ Θεοῦ πάντες. Καὶ οἱ μὲν, τῶν ἄλλων ἐγύτεροι, διὰ τὸ καθαρῶς τῇ θείᾳ ὁμοιωθῆναι εἰκόνι, τὸ δυνατὸν ἔχον. Τίς οὖν ὁ εὐφημούμενος; Βασίλειός ἐστιν. Ἡ τῶν ἀρετῶν βάσις, τὸ τῶν Καππαδοκῶν ἔρεισμα, καὶ πάσης τῆς οἰκουμένης τὸ περιφανὲς καύχημα. Ὁ παιδεύσας Ἐκκλησίας στάσιν καὶ τάξιν εὐπρεπεστάτην, δι᾿ ὃν αἱ μέχρι νῦν Ἐκκλησίαι τῶν καθ᾽ ἡμᾶς πιστῶν κρατύνονται. Εἰ καὶ πολλοῖς ἑτέροις νομίμοις πρότερον καὶ ὕστερον μυσταγωγούμεναι γνωρίζονται, ὅμως τῆς ἀπ᾿ αὐτοῦ καταστάσεως, εἰς καινόν τι θαῦμα, ἅπασαι τὴν τάξιν ἐπίσης ἐνηρμόσαντο. Τοῦτο δὲ καὶ ἡ ἑορτὴ τῇ ταύτῃ βούλεται, ὡς συνέκδημον τὸν ἄνδρα λαβομένη, τῆς παρ᾿ ἑαυτῆς τοῦ τιμηθέντος τῆς τιμῆς εἴη ἀξία. Καὶ δὴ λέξωμεν τά ὅσα οὐκ ἐξ ἡμῶν, τῶν πρὸ ἡμῶν δὲ, καὶ τῶν αὐτῷ συνηθεστάτων μάλα θεολόγων ἀνδρῶν, ὧν καὶ κατ᾽ ἀξίαν τῷ ἐπαινουμένῳ οἱ λόγοι παρισοῦνται. Καὶ μικρὸν τῷ λόγῳ τῇ ἑορτῇ συνεντρυφήσαντες, ταῖς κατ᾿ ἀμφοῖν ἑορταῖς τὸ χρέος ἀποδώσωμεν, καὶ τὸν τοῦ λόγου δρόμον λήξωμεν, Θεοῦ τά πάντα ἡμῖν ἀγαθότητι ἐνισχύοντος, ἐν τούτοις τῷ προσφερόμενοι. Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὸ θεράπων, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων,  καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ πνεύματος.» Οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοῦς διαβεβηκότας καὶ ὑψηλοὺς καὶ ὑπεράνω τῶν ὁρωμένων καλῶ δέ σε καὶ θεὸν Φαραὼ, καὶ πάσης Αἰγυπτιακῆς καὶ ἀντικειμένης δυνάμεως καὶ στύλον, καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, καὶ θέλημα Κυρίου, καὶ φωστῆρα ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντα καὶ πίστεως ἔρεισμα, καὶ Πνεύματος καταγώγιον.

Καὶ τί ἂν πάσας ἀπαριθμοίμην τάς προσηγορίας ὅσας ἡ ἀρετή σοι πεποίηκε, ἄλλη τις ἄλλην οἰκειοῦσαν τε καὶ προσάγουσαν; Πλῆν ἡγοῦ,  κατευοδοῦ καὶ βασίλευε, καὶ ποίμαινε ἡμᾶς, οὗ πᾶς ἥκων ὑπὸ τὰς πτέρυγας ἀναπαύεται, καί οὐ διψῶμεν τῆς φωνῆς, μᾶλλον ἢ πηγῆς τῆς καθαρωτάτης οἱ δίψει κάμνοντες, ὦ θεία καὶ ἱερὰ κεφαλή ! Τὸν ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφηγμένον, τὸν ἄζυγα, τὸν ἀκτήμονα, τὸν ἄσαρκον, μικροῦ δεῖ, καὶ ἀναίμονα, τὸν ἐν λόγοις μετὰ τὸν λόγον, τὸν ἐν φιλοσόφοις σοφὸν τὸν ἐν κοσμικοῖς ὑπερκόσμιον. Σιωπᾶται τὰ παλαιὰ, ὅσα τινὲς τοῖς θείοις Λόγοις ἐνίδρυσαν. Βοᾶται τὰ νέα καὶ οὗτος ἄριστος ἡμῖν ἐν λόγοις, ὃς ἂν τὰ ἐκείνου μάλιστα τυγχάνει γινώσκων, καὶ διὰ γλώσσης φέρων, καὶ συνετίζων τὰς ἀκοάς. Ἤρεσε γὰρ εἷς ἀντὶ πάντων τοῖς σπουδαιότεροις εἰς παίδευσιν, ᾧ τὰ δευτερεῖα μετὰ τοὺς ἀποστόλους ὁ χρόνος δίδωσι μόνον.

᾿Αλλὰ πάντα διὰ μέσου καταλιπὼν, τοῦ τέλους κατὰ Μωϋσέα καὶ Βασιλείου ἐπιμνησθήσομαι μόνον. ᾽Αφῆκε μὲν τὸν βίον ἑκάτερος μνημόσυνον δὲ τῆς ἰδίας περὶ τὴν σάρκα σχέσεως. Οὐ θάτερος αὐτῶν τῷ βίῳ κατέλιπε. Οὔτε γὰρ Μωῦσέως τάφος εὑρίσκεται οὔτε οὗτος περιουσίᾳ τινὶ ὑλικῇ ὑπεχώσθη. Ἀλλ᾽ ὁμοῦ παρῆλθε τὸν βίον, συμπαρῆλθεν αὐτῷ τὰ πάντα, δι’ ὧν ὁ βίος τῶν ἀνθρώπων ἔχει τὴν στάσιν. Ὁ μηδὲ εὑρέθη τοῦ ἀνδρὸς ὑλικὸν μνημόσυνον ἐκ τῆς τῶν ἀπολειφθέντων περιουσίας, καταχωννύον αὑτοῦ τὴν πρὸς τὸ κρεῖττον ὑπόληψιν, ὥσπερ ἐπὶ τοῦ Μωϋσέως ἡ ἱστορία μαρτυρεῖ λέγουσα, ὅτι « Οὐχ εὑρέθη αὑτοῦ τάφος, ἕως τῆς σήμερον ἡμέρας. Εἰ οὖν τοιοῦτος ἡμῖν ὑπὸ τοῦ λόγου ἀναδέδεικται ὁ μέγας Βασίλειος, ὥστε μὴ πόρρω τῶν ἁγίων εἶναι αὐτὸν, διά τοῦ βίου πρὸς ἕκαστον τῶν μεγάλων παρατιθέμενον καλῶς ἡμῖν, ἀκολουθία τῶν ἑορτῶν ἐπὶ τοῦτον ἄγειν νῦν τῆν ἐνεστῶσαν πανήγυριν. Ἀλλὰ διὰ τῶν ἐκεῖ κεχαρισμένων ἐκείνῳ, προσάγειν πρέπον ἂν εἴη τῇ μνήμῃ. Ὡς ἂν οὐ τῇ μικροφυΐα τοῦ λόγου συγκαθαιρεθείη τὸ θαῦμα, καὶ τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξῃς γένοιτό τις, διὰ τῶν ἐπαινεῖν ἐπιχειρούντων, ἐλάττωσις, κρεῖττον ἂν ἐπὶ τῆς σιωπῆς μᾶλλον αὔξειν ἐν ἑαυτοῖς τὸ θαῦμα, ἢ διὰ τοῦ λόγου κατασμικρύνειν τὸν ἔπαινον. Πῶς γὰρ ἐπειπόντες καὶ νῦν σε μακαρίσωμεν, πάτερ Βασίλειε ; Ὁ τῷ κέντρῳ τοῦ λόγου τὴν πλάνην νύττων καὶ ἀπελαύνων, ὁ ἀπαίρων συνετῶς ἅμα ταῖς μελίτταις, καὶ σκηνῶν εἰς λειμῶνα τῶν θεοπνεύστων Γραφῶν , κἀκεῖθεν ἀνθολογῶν ἄνθη προφητικά, δρόσον ἀποστολικὴν. Ὁ ἀεὶ ἐνιζάνων τοῖς συμβόλοις τῶν ἀρετῶν, καὶ ἐξ αὐτῶν τὴν θείαν ποιούμενος πρόπολιν. Ὁ τὸ μέλι τῆς ἀμωμήτου πίστεως σοφῶς ἐργασάμενος ἐν Πνεύματι ἁγίῳ, ὁ τῶν πονηρῶν σφηκῶν καταφρονεῖν διδάσκων, καὶ πτῆσιν ποιεῖσθαι εἰς αὐτὸν τὸν οὐρανόν. Ὁ βοήσας ὡς Δαβὶδ, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,  Κύριε!

Σοὶ, πιστέ Βασίλειε, τὸν πόθον συμπαραθήγοντες, τόν ἡδὺν συνεκρουσάμεθα οὐκ ἐξ ἡμῶν τι σοὶ προσοίσαντες, τολμηρὸν γάρ ' ἀλλ᾽ ἐκ τῶν ἡδίστων ἐπαινετῶν τοῦτον ἐρανισάμενοι. ἐν ταύτῃ συνηθροίσαμεν τῇ φερεσβίῳ πανηγύρει τῆς ὀκταημέρου Περιτομῆς τά ἑοικότα πρός ὕμνον τῇ μνήμῃ συνεορτάζοντες ὀκταημέρῳ γάρ περιτομῇ καταλύεις τὸν βίον, ὅπλοις μὲν χρόνοις δουλεύσας Θεῷ, ὀκτὼ δὲ ἐν ὅλοις ἔτεσι τόν τῆς ἱερᾶς σου καθέδρας ἰθύνας θρόνον. Οὗτος τοῖς ἔπεσιν ὁ μέγας Γρηγόριος ἐννοεῖν ἡμᾶς, τῇ ἐπιθυμίῳ σου προγραφῇ ἐκδιδάσκει. Παρ' οὗ ἡ θεολογία ἡμῖν ἐπαρδομένη καταστράπτει, καί σε ὡς θεολόγον διασημαίνεται, ὡς τὸ ἓν πνέοντες, καὶ πρὸς τὸ ἕν βλέποντες. Μία μὲν ἐν ἀμφοτέροις ἐδόκει ψυχῆ, δύο σώματα φέρουσα. Συναῦθις καὶ Γρηγόριος ὁ Νυσσαέων, καὶ αὐτὸς τῶν θείων ἐξηγητὴς μή τοσοῦτον τῆς παρὰ σοῦ δόξης ἀπολειπόμενος, ὡς οὐδὲ τῇ προός φύσιν ἐγγύτητι. Σὺν οἷς καὶ Ἐφραΐμ, ὁ θείῳ Πνεύματι τά ἀπόρρητα τῶν θείων κριμάτων καταρδεύσας ταῖς καρδίαις τῶν πιστῶν. Ὅς σε καὶ δι᾽ ἀποκαλύψεως γνωρίζει, καὶ τοῖς ἀγνοουμένοις κηρύττει. Ὅς γάρ σε θεῖα νοήματα προκείμενον, τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ φανῆναι προτρέπεται.

᾿Αλλὰ σύν αὐτοῖς τοῖς θείοις ἐπαινέταις, πάτερ Βασίλειε, ἐν πατριαρχῶν συναπολαύων σκηναῖς ἀποστόλων τε καὶ προφητῶν μυσταγωγίαις, καὶ μαρτύρων στεφηφορίαις, καὶ μοναχῶν χορείαις, θείων τε ἱεραρχῶν καὶ πάντων δικαίων ἀγαθοτρυφίαις, τά ὑπὲρ ἡμῶν μνήσθητι, συνεπαγείρων εἰς πρεσβείαν πάντας ὁμοσκήνους σου, τοῦ καθικετεῦσαι πάντοτε μὲν, καὶ νῦν δὲ τὸν κοινὸν Δεσπότην ὑπὲρ τῇς πάντων σωτηρίας Χριστιανῶν βασιλέα καταρτίζων ἐν δικαιοσύνᾳ καὶ θεοσεβείᾳ, ἵν᾿  ἔχοι Θεὸν σύμμαχον αὐτοῦ τοῖς νοήμασι, τὸν ἀδιάδοχον βασιλέα, παρ᾿ οὗ δεσπόζεται ἄνωθεν' ἄρχοντάς τε καὶ ἡγεμόνας ἐν εὐσεβείᾳ διέποιτο ὑπηκόους, στρατῷ συμμαχόμενος, καὶ τὸν λοιπὸν λαὸν ἐν ὁμονοίᾳ τῇ πρὸς τὴν θείαν πίστιν, καὶ τῇ πρὸς ἀλλήλους εἰρήνῃ διακρατῶν. Χρίων ἀρχιερεῖς ἐν θεολογία, καλῶς κυβερνᾷν τὴν ἐκ Θεοῦ καὶ παρὰ σοῦ σοφῶς πεπαιδευμένην, καὶ αὐτοῖς ἐμπιστευθεῖσαν Ἐκκλησίαν. Ἱερεῖς ἐν εὐλαβείᾳ διατηρῶν, ὅπως θεαρέστως βιοῦντες, καὶ τὸν ὕμνον ἐπαξίως τῷ σε νυνί τε προσλαβομένῳ καὶ στέψαντι καὶ παντὶ τῷ πιστῷ δήμῳ περιφανῆ δείξαντι ποιμένα, καὶ δὴ πλέξωμεν. Ὁ δι᾿ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἐκ γαστρὸς προελθὼν σαρκοφόρος, ὡς οἶδεν αὐτός. Ὁ ἄνω τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἐν σπηλαίῳ τε τικτόμενος, καὶ ἐν φάτνῃ σπαργανούμενος. Ὁ ὑπὸ ἀγγέλων ἀνυμνούμενος, καὶ ὑπὸ ποιμένων θαυμαζόμενος. Ὁ τῇ παρούσῃ ὀγδόῃ ἡμέρα περιτεμνόμενος, καὶ Ἰησοῦ προσηγορίαν δεχόμενος. Ὁ καθάρσια προσφέρων, καὶ ὑπὸ Συμεὼν καὶ Ἄννης ἀνθομολογούμενος, καὶ ὑπὸ Μάγων δορυφορούμενος. Ὁ φεύγων εἰς Αἴγυπτον, καὶ σείων τά χειροποίητα Αἰγύπτου.» Ὁ τήν τελείαν ἀνδρὸς ἡλικίαν ὁ δεχόμενος, καὶ ὑπὸ δούλου βαπτιζόμενος , καὶ τῷ ὕδατι βυθίζων τήν τοῦ κόσμου ἁμαρτίαν. Ὁ κόσμῳ φανερούμενος, καὶ ὑπὸ Ἰουδαίων μισούμενος, οἷς καὶ τά ξένα ἐθαυματούργει. Τέλος, παραδιδόμενος καὶ σταυρούμενος, εἴτα καὶ θαπτόμενος, ἳνα τὸν ᾁδῃν αἰχμαλωτίσας, τὸ τῇς ἀναστάσεως τοῖς ἐν ᾁδῃ ἀπεριαστράψῃ ἐπάγγελμα. Ὅς καὶ ἀνέστη τριήμερος, δούς μοι τὴν δευτέραν ὀγδοάδα τιμᾶσθαι τῆς ὄντως ἀναπαύσεως, εἰς τὴν μέλλουσαν ὀγδοάδα τῇς τελείας τοῦ κόσμου ἀπολυτρώσεως ἄγουσαν. Ὅθεν καὶ μαθηταῖς ἐμφανίζει, καὶ βλεπόντων αὐτῶν εἰς οὐρανοὺς αἴρεται, τὸ κατ᾿ ἐμὲ ταπεινὸν ἀνυψῶν καὶ εἷς Κύριος ἐν δύο φύσεσι γνωρίζεται, τῷ Πατρὶ καὶ τῷ θείῳ Πνεύματι συμπροσκυνούμενος.  Ὁ τὰς δύο θελήσειςὁμοίως καὶ ἐνεργείας φέρων, Ὁ κἀντεῦθεν ληπτὸς καὶ ἀπερίλῃττος, γραπτὸς καὶ ἀπερίγραπτος τόποις καὶ εἰκονίσμασιν ἡμῖν προγραφόμενος, καὶ ἐν αὐτοῖς, ὡς διά μέσου σαρκὸς καὶ πνεύματος, προσκυνούμενος. Τοῖς οἰκείοις θεολόγοις καὶ πᾶσιν ἁγίοις ἐκτυπούμενος. Κοινωνῶν ἡμῖν ἐφ’ ἅπασιν ὁμοίως, καί γάρ τῇ ἐντεῦθεν προσκυνήσει τῷ ἀρχετύπῳ ἡ δόξα προσάγεται, ὡς παρὰ σοὶ, θειότατε  Πάτερ Βασίλειε, δεδιδάγμεθα γράφοντι « Ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει». Οὕτω δὲ ὀρθοδοξοῦντες, ἐθνῶν φόβον ἀποδράσοιμεν, καὶ νῆσοι λύτρωσιν εἰσδέξονται αἱ τῆς Ἐκκλησίας, διὰ λοιμῶν ἀνδρῶν ἀκοσμίαν ἀφαιρέσεις εἰκόνων παθοῦσαι, ὑπὸ Ἀγαρηνῶν συγκινδυνεύσασαι. Εἴπερ νῆσοι Ἐκκλησίας τύπον ἐπέχουσι, ὥς φησιν Ἡσαΐας «Ἀναχαινίζεσθε, νῆσοι, πρὸς Θεόν». Ὅτι αὐτῷ τῷ Χριστῷ τῷ Θεῷ ἡμῶν πρέπει τιμὴ, δόξα, προσκύνησις, σὺν τῷ παναγάθῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμὴν.