logo

Θεοφάνους Κεραμέως

 

Ὁμιλία ιστ΄

 

Περί τοῦ Τελώνου καί Φαρισαίου

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 356A-372B)

 

Πάλιν ἡ εὐαγγελικὴ φωνὴ πρὸς  τὴν πατρικὴν ἡμᾶς ἀνάγουσα κλίμακα, τήν δευτέραν βαθμίδα προτίθησι· τῇ γὰρ παρελθούσῃ  Κυριακῇ ὑπανοίξασα ἡμῖν τὴν τῆς μετανοίας ὁδόν διὰ τῆς τοῦ Ζακχαίου Ἱστορίας καὶ ἠρέμα ἐμφήνασα τὸ  τῆς ταπεινοφροσύνης παράγγελμα ἐκ τοῦ εἰπεῖν Σπεύσας καταβῆθι, σήμερον διαλευκαίνει τοῦτο λαμπρότερον, καὶ δείκνυσιν ἀριδηλότερον τὸ  ἐκ ταύτης  κατόρθωμα, καί τὸ  ἐκ τῆς κενοδοξίας ὀλίσθημα, καὶ ὅσον τῆς μὲν τὸ δικαίωμα, τῆς δὲ τὸ  ἐλάττωμα ἐπειδὴ δὲ τὸ  μὲν τελωνεῖν ἔσχατόν ἐστι κομιδῇ πάντων τῶν κακῶν,ἅτε περιεκτικόν ἁρπαγῆς, καὶ πλεονεξίας, καὶ φιλαργυρίας τυγχάνον, ἥν ὁ Ἀπόστολος εἰδωλολατρείαν ἐκάλεσε, τὸ  δὲ τῶν Φαρισαίων καύχημα πάντων ἐνομίζετο κρεῖττον, ὡς τοῦ νόμου τηροῦν τὴν ἀκρίβειαν, καὶ παντός καθαροῦν μολύσματος (Φαρισαῖος γὰρ καθαρός ἑρμηνεύεται), διὰ τοῦτο τὸ  ἔσχατον ἐν ἀδικίαις, καὶ τέλειον δῆθεν ἀρετῆς ὁ Σωτὴρ ἐν τῇ παραβολῇ παρεντίθησιν. Οἶδε γὰρ ἐρεθίζειν πρὸς  μίμησὶν τὸ  ἐκ τῶν κρειττόνων παράδειγμα. Ἀλλά βέλτιον ἄνωθεν λαβόντες τὴν παραβολὴν ταῖς φιλοθέοις ὑμῶν ἐπεξηγησόμεθα ἀκοαῖς.

Ταὐτὸν εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ  ἱερόν προσεύξασθαι* ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης.  Τὶ μὲν οὖν ἐστι παραβολή, καὶ διατὶ ὁ Σωτὴρ ἐν παραβολαῖς τά πολλὰ διελέγετο, ἐν ἄλλοις ἡμῖν προεξήτασται. Νῦν δὲ καὶ τοῦτο ἐπισημήνασθαι χρῇ, ὡς ὁπόταν ἐν ταῖς παραβολαῖς ἐθέλῃ θεολογεῖν, καὶ περὶ τῆς ἑνιαίας καὶ θείας φύσεως διαλέγεσθαι, τότε δὴ ἕνα ὑποτίθεται ἄνθρωπον, ὡς τό · « Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγαν» καὶ Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ. ». Ἀλλά καὶ ὀπηνίκα μόνην τὴν κακίαν διαβάλλειν ἐθέλῃ, ἡ τὴν ἀρετὴν ἐπαινεῖν , χρῆται τῷ ἐνικῷ ἀριθμῷ, ὡς ἐπὶ τοῦ πλουσίου, οὗ ἡ χώρα εὐφόρησε, καὶ τοῦ τῆς ἀδικίας κριτοῦ. Ἐπὶ δὲ τῆς ἀρετῆς, τοῦ ἐμπόρου ἐκείνου τὸν ἀντὶ πάντων τὸν πολὺτιμον μαργαρίτην κτησαμένου, καὶ τοῦ ἀγαθοῦ ἀνθρώπου, τοῦ ἐκβάλλοντος ἐχ τοῦ θησαυροῦ τῆς καρδίας καινὰ καὶ παλαιά. Ὁπηνίκα  δὲ σύγκρισιν ἀρετῆς, καὶ κακίας ἐθέλει ποιήσασθαι, δύο ἀνθρώπους ἐναντιογνωμονούντας παρίστησιν, ὡς τὸν πλούσιον, καὶ τὸν Λάζαρον, καὶ δύο υἱούς, τοὺς ὑπὸ πατρὸς κελευσθέντας εἰς τὸν ἀγρόν ἀπελθεῖν, καί τάς δύο τάς ἐν τῷ μυλῶνι, ὧν τῆς μιᾶς παραλαμβανομένης, ἡ ἕτερα ἀφίεται. Ἀλλὰ καὶ οἷ δύο υἱοὶ, ὧν ὁ μὲν ἔμεινε σὺν τῷ Πατρί, ὁ δὲ συβώτης ἐγένετο, ἀρετῆς, καὶ κακίας ἦσαν ὑπόδειγμα. Κἀνταῦθα γοῦν παράλληλα τιθείς, οἴησιν καὶ ταπείνωσιν, καὶ Φαρισαῖον καί τελώνην παρέλαβεν. Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ  Ἱερὸν προσεύξασθαι, ἐκ τοῦ εἰπεῖν, Ἀνέβασαν φαίνεται ὅτι μετεωρότερος ἦν τῆς πόλεως ὁ ναός. Στοαὶ γὰρ κάτωθεν ἐκ τῶν κρηπίδων, καὶ ἁψῖδες ἀμοιβαδὸν τὸν ναὸν ἐπερείδουσαι εἰς τὸ  ὕψος αὐτὸν μετεωρίζον.Ἔξωθεν δὲ λίθιναι βαθμίδες ἐκ τῶν χθαμαλωτέρων ἄχρι τῶν πυλῶν τοῦ ναοῦ διηγείροντο · ὡς παντὶ βουλομένῳ εἰσελθεῖν ἐν τῷ Ἱερῷ, εὑρίσκειν ἀνωφερῆ τὴν εἰσέλευσιν διὰ τοῦτό φησιν <Ἄνθρωποι δύο ἀνέβησαν,  καλὴ μὲν οὖν καὶ ἡ καθ' ἱστορίαν σαφήνεια τοῦ τόπου τὴν θέσιν ἐφερμηνεύουσα · ἀλλὰ τῷ γὲ φιλομαθεῖ οὐκ ἀρκετὴ τῆς Ἱστορίας ἡ μάθησις, ἀλλὰ βατεύων εἰς θεωρίαν ὁ νοῦς τῷ τῆς ἀναγωγῆς φωτΐ ἐλλαμπρύνεται. Τὶ οὖν ἐστι τὸ  νοούμενον ἐκ τοῦ, Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ  ἱερὸν προσεύξασθαι; Ἐδήλωσε τῆς προσευχῆς τὴν ἰσχύν, ἀπὸ τοῦ φάναι, Ἀνέβησαν. Ἐπὶ καλῷ μὲν ἀμφοτέρων ἡ πρὸς  τὸ  ἱερὸν ἀνάβασις · προσευχῆς γὰρ χάριν ἀναβεβὴκατον. Ἡ δὲ προσευχὴ γῆθεν ἀνάγει πρὸς  αἰθέρα τὸν προσευχόμενον, καὶ τοῖς ἀγγέλοις ἔνοι τὸν ἄνθρωπον, ἐπιθιγγάνειν τε παρασκευάζει τοῖς ἀΰλοις τόν ἔνυλον. Εἶτα δι’ αὐτῶν ὁ νοῦς φωτιζόμενος χειραγωγεῖται, ὡς ἔφικτὸν, πρὸς  τὴν τοῦ θεοῦ κατανόησιν. Εἰ τὶς ὑμῶν φιλοπόνως ἀνέγνω τήν Ἀσκητικήν κλίμακα, οὐκ ἀγνοεῖ τὸ  λεγόμενο, μαθὼν παρὰ τοῦ πνευματοφόρου ἀνρδὸς ἐκείνου, πὼς μετερχόμενος τὸ  μέσον ἐν μέσοις γέγονε, καὶ οὕτω πεφωτὶσθαι λέγει τὸν ἐπιτεταμένως διψῶντα νοῦν τὸν θεοειβέστατον. Μέσην γὰρ λέγει τὴν προσευχὴν · ἐν μὲσοις δέ, τοῖς ἀγγέλοις δηλονότι, γενέσθαι φησὶν οὗτοι μέσοι θεοῦ, καὶ ἀνθρώπων εἴσιν. Ἐπεὶ οὖν ἡ προσευχὴ ταύτην εἴληφε τὴν ἰσχύν, ὡς μέχρις ἀγγέλων, καὶ αὐτοῦ δὴ τοῦ θεοῦ ἀνάγειν τὸν προσευχόμενον, εἴκοτως φησίν, ἀνέβησαν εἰς τὸ  ἱερὸν · κἀν οὐ καλῶς τῇ τῆς προσευχῆς ἀνόδῳ ὁ Φαρισαῖος ἐχρήσατο, ὥσπερ ὁ διὰ κλίμακος ἀνιῶν, καὶ ὀλισθήσας ἀτάκτῳ ποδί, καὶ εἰς χάος καταπεσών. Ἄνθρωποι δύο ἀνέβησάν εἰς τὸ  ἱερὸν προσεύξασθαι». Ἄξιον ζητῆσαι τὶς ἡ διαφορὰ εὐχῆς, καὶ προσευχῆς. Εὐχὴ μενοῦν ἐστιν, ὡς ἡ τῆς Ἐκκλησίας Σειρὴν ὁ Νυσσαεὺς ἔφη Γρηγόριος, ἐπαγγελία τινός τῶν κατ' εὐσέβειαν ἀφιερουμὲνων θεῶ, ὡς τό < Τάς εὐχάς μου ἀποδώσω σοί, ἂς διέστειλε τὰ χείλη μου>.  Καὶ τό Εὔξασθε, καὶ ἀποδότε. Ἔνεστιν ἀκοῦσαι καὶ φυγάδος προφήτου λέγοντος πρὸς θεὸν.

Ὅσα ηὐξάμην ἀποδώσω σοὶ καὶ περὶ Ἰεφθάε θύσαντος τὴν παῖδα, φησίν ἡ Γραφή, ὡς ἐτέλεσε τὴν εὐχὴν αὐτοῦ. Ἀλλὰ τὶ πρὸς  ἀλλήλους ἀπειδόντες ὑμεῖς συνεστείλατε τάς ὀφρῦς; Οἶμαι, τὴν ἱστορίαν ἐοίκατε ἀγνοεῖν, ἀλλ΄,  εἰ καὶ πάρεργος ἡ ἀφήγησις πρὸς  τὴν προκειμένην ὑπόθεσιν, ὅμὼς ἐπιτεμὼν τῷ λόγῳ τὰ πλείονα ἐπιτροχάδην ταύτην ὑμῖν διήγησομαι.

Ἰεφθάε ἦν Γαλααδίτης ἀνήρ, ἀποτεχθεὶς μὲν ἐξ ἑταιρίδος μητρός, εὐσεβὴς δὲ καὶ πολὺς τὴν ἰσχύν. Οὗτος κριτὴς κατέστη παντὸς τοῦ λαοῦ, κατετροποῦτο δὲ τότε τὸν Ἰσραὴλ Ἀμμών ὁ ἀλλόφυλος  καὶτὰ μὲν τῶν Ἐβραίων ἦν ἐν στενῷ κομιδῇ,  ὁ δὲ ἀλλόφυλος ἤρετο τῇ νίκῃ, καὶ ὑπεροφρὺς ἦν. Ὁ γοῦν Ἰεφθάε στρατὸν συναγείρας ἄδραν καταστρατηγεῖ τὸν ἀντίπαλον, ἀλλὰ πρὸς  τὴν παράταξιν ἐξιών εὐχὴν ηὔξατο τῷ θεῷ, Οὐ πάνυ τὸν λόγον περισκεψὰμενος, ὡς, εἰ γένοιτο τῶν ἐχθρῶν ἐγκρατής, ἐν τῷ ὑπονοστῆσαι ἀπὸ τοῦ πολέμου τὸν πρότερον ἐξελθόντα τῆς οἰκίας, καὶ συναντήσαντα  ὁλοκαυτῶσαι τῷ τῆς νίκης αἰτιῳ θεῷ. Ἡττᾶται οὖν ὁ Ἀμμών, κρατεὶ ὁ Ἰσραήλ, καὶ τοὺς ἀλλοφύλους διοδεύσας ληΐζεται, καὶ ὁ στρατηγὸς ἐπανεῖσι τῇ νίκῃ καὶ τοῖς λαφύροις , ὡς εἰκὸς, λαμπρυ νόμενος. Καὶ ἡ πόλις εὐαγγελισθεῖσα τὸ  τρόπαιον διεχεῖτο πᾶσα πρὸς  ἀπαντήν, μετὰ χορῶν, καὶ τυμπάνων τὸν στρατηγόν ἐκθειάζουσα. Τὸ  δ’ ἐντεῦθεν ἔχει τὶ σχυθρωπὸν ἡ διήγησις. Θυγάτριον ἦν τῷ Ἰεφθάε μονογενές, καὶ μάλα καλὸν, ἤδη τοῦ γάμου τὴν ὥραν ἔχον. Ἐπ' αὐτὴ δὲ μόνῃ ὁ πατὴρ τάς ἐλπίδας ἐσάλευε, διάδοχον τοῦ γένους, καὶ κληρονόμον ταύτην ἕξειν ἡγούμενος τάχα που καὶ εἰς τὸ  ἱερὸν προσφοιτὼν ἀπὸ τῆς παιδὸς ἀπήρχετο τῶν εὐχῶν. Αὔτη τοῦ φύντος εὐαγγελισθεῖσα τὰ τρόπαια, καὶ χαρᾶς ὑποπληαθεῖσα, ἐξανίσταται μάλα γοργώς, καὶ νυμφικῶς ἑαυτὴν κοσμήσασα, ἕξεισι τοῦ θαλάμου, πάντων τοὺς ὀφθαλμοὺς τῷ κάλλει ἐπισπωμένη πρὸς  ἑαυτήν. Ἐπιταχύνασα οὖν τὴν πορείαν πρώτη τῷ πατρὶ δυστυχῶς ἀπαντᾷ, καὶ περιβαλοῦσαν τὸν αὐχένα μετ’ αἰδοῦς, καὶ πόθου θερμοῦ κατησπάζετο χαριστηρίους ἀφιεῖσα φωνάς. Πρὸς ταῦτα δ’ Ἰεφθάε ἀνώμωξε, καί, Οἴμοι, θυγάτερ, εἶπεν, ὅτι σὲ καταθύσειν ηὐξάμην θεῷ. Εἰ δέ, ἄκουσον εὐγενοῦς παρθένου φωνῆς, ἀλλ,  ἐνταῦθα σκόπει μοι εὐγενὲς φρόνημα παρθένου καλῆς. Μικρὸν ἐπιστυγνάσασα τῷ παραλὸγῳ τῆς ἀκοῆς ἀνέλαβεν ἑαυτήν, καὶ πᾶσαν δειλίαν ἐξ ἑαυτῆς ἐκβάλλουσα, ὅλη τοῦ πατρικοῦ θελήματος γίνεται. Ἄγχουσα δὲ τὰ δάχρυα τῶν ὀφθαλμῶν ἐπιγενόμενα, οἷα δὲ τὶς εἰαρινὴ ἀηδὼν αἴλινον μυρομένη ὠδήν, ἠρέμα πως ἔφασκε τῷ πατρὶ, Πάτερ, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς  Κύριον, πλήρωσον τόν τρόπον ἤνοιξας τὴν σὴν εὐχὴν. Τὶ πεπόνθατε πρὸς  τὴν διήγησιν, ὅσοι πατέρες ἔστε, καὶ τὴν πρὸς  τοὺς παίδας στοργήν ἐκ τῆς πείρας αὐτῆς ἐδιδάχθητε; Πῶς δέχεται πατὴρ μονογενοῦς θυγατρὸς αὐτόχειρα σφαγήν, οὕτω μὲν καλῆς, οὕτω δὲ σώφρονος, οὕτω δὲ νουνεχοῦς τὲ καὶ φιλοπάτορος ; Πῶς οὐκ ἀπεπνίγει τοῖς δάκρυσι τὸ  κάλλος τῆς κόρης ὁρῶν, καὶ τῆς φωνῆς ἐπαΐων τῆς μονογενοῦς; Ἄλλος Ἀβραὰμ γέγονεν Ἰεφθάε,νέος δὲ Ἰσαὰκ ἡ νεᾶνις, πλὴν ὅτι ὁ μὲν ἐκωλύθη καταλύσαι τὸν Ἰσαάκ, ὁ δὲ καὶ ἔθυσε. Καὶ ἐπλήρωσε τὴν εὐχήν. Ἐγὼ γοῦν ἄγαμαι τοῦ μὲν τὴν εὐσέβειαν, τῆς δε τὴν εὐπείθειαν. Ὁ μὲν γὰρ τὴν πρὸς θεόν ὑπόσχεσιν, οὐ κατεκλάσθη τὰ σπλάγχνα, ἀλλ' ἔμεινεν ἀτειρής,Ἡ δὲ διὰ τὴν πρὸς  τὸν φῦντα αἰδῶ εἴλετο μᾶλλον ἀποθανεῖν, ἡ φθεγξασθαί τι τοῦ πατρικοῦ ἀπάδον θελήματος. Τοιούτους παῖδας ἐκτρέφετε. Τὶ μὲν οὖν ἡ Ἱστορία εἰκόνιζε, καὶ διὰ τὶ ὁ θεὸς τὸν μὲν Ἀβραὰμ τεκνοκτονῆσαι οὐκ εἴασε, τὸν Ἰεφθάε δὲ οὐκ ἐκώλυσεν, οὐ τοῦ παρόντος λέγειν καιροῦ. Ἀλλ' εἰπόντες τί ἐστιν εὐχή, προσθῶμεν>  καὶ τί ἐστι προσευχή. Ἐστὶν οὖν προσευχὴ αἴτησις ἀγαθῶν μετὰ Ἱκέτηρίας προσαγομένη Θεῶ. Ἐστὶ δὲ εὐχὴ πρώτη τῆς προσευχῆς, ἡ μὲν ὑπόσχεσις οὖσα, ὡς ἔφημεν, ἡ δὲ αἴτησις. "Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ  ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης». Ἐν τῇ ἀναβάσει προέταξε τοῦ Φαρισαίου τὸ  ὄνομα, ἀλλ' ἐν τῇ καταβάσει τήν ταξιν παρήλλαξε.  Κατέβη γάρ, φησὶν,  οὗτος δεδικαιωμένος, ἤ γὰρ ἐκεῖνος. Ἀνιόντων γάρ αὐτῶν, ὁ μέν τελώνης πεφερτισμένος ἦν κακῶν ἐπιφερόμενος φορυτόν. Ὁ δέ Φαρισαῖος ἔμπλεως ἦν τῆς τῶν ἐντολῶν φυλακῆς· ἀμφότεροι δὲ ἀπεφορτίσαντο ἐν τῷ Ἰερῷ καὶ ὁ δοκῶν ὑπερβαίνειν ἐν ἀρετῇ, ὤφθη λοίσθιος. Ἄθρει δὴ ἐνταῦθα ταπεινώσεως μὲν τὸ  ἀνώτατον ὕψωμα, τῆς ἐπάρσεως δὲ τὴν βαθεῖαν καταβολὴν. Καί μοι δοκεῖ ὁ μέγας Δαβὶδ ἐν ψαλμικοῖς ὕμνοις τοὺς ὑπερόφρυδας, καὶ ὑψαύχενας παρεικάζειν τοῖς κύμασιν, ἐν οἷς φησὶν «Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῆς ἀβύσσου» Ποῦ γὰρ εὕροι τὶς ἕως τῶν οὐρανῶν ἀναβαίνοντα κύματα, εἰ κατὰ τὴν πρόχειρον ἔννοιαν λάβοιμεν τὸ  ῥητόν; Ἀλλὰ τοὺς ἐξ οἰήσεως ἀξίους τῶν οὐρανῶν ἑαυτοὺς κρίνοντας, καὶ δίκην κυμάτων ἐπαιρομένους ὁ λόγος ᾐνίξατο.

Ὁ Φαρισαῖος σταθεὶς πρὸς  ἑαυτὸν ταῦτα προσηύχετο». Ὁ μὲν οὖν ἀλαζὼν Φαρισαῖος καὶ ὑπερήφανος, ἅτε παιδαγωγήσας ἑαυτὸν δῆθεν ταῖς νομικαῖς ἐντολαῖς, ἴετο πλησίον τῶν τοῦ ναοῦ ἀδύτων, τάς τῆς οἰήσεως ἐκπέμπων, φωνάς, οὐ πρὸς θεὸν, ἀλλὰ πρὸς  ἑαυτὸν προσευχόμενος. Τοῦτο γὰρ ἔδειξεν εἰπὼν ὁ Σωτήρ, ὅτι πρὸς  ἑαυτὸν ταῦτα προσηύχετο. Οὐ γὰρ ἦν θέμις τὴν ἀκάθαρτον προσευχὴν εἰς θεὸν ἀνελθεῖν · ὅτι δὲ ἀκάθαρτος, ἔδειξεν ἡ Γραφὴ λέγουσα ·  Ἀκάθαρτος παρὰ Κυρὶῳ πᾶς ὑψηλοκάρδιος. Ἴδωμεν δὲ καὶ αὐτὰ τοῦ κόμπου τὰ βήματα. Ταὐτὸν ὁ θεὸς, εὐχαριστῶ σοί, ὅτι οὐκ εἰμί ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἤ καὶ ὡς οὗτος ὁ τελώνης» Μέν', ὦ ταλαίπωρε, ἀτρέμας σοῖς ἐν δεμνίοις, φαίη τὶς τῶν ἔξωθεν πρὸς  αὐτὸν οὐ σαφῶς γὰρ ὁρᾶς ἅπερ βλέπειν δοκεῖς. Πῶς γὰρ οὐκ εἶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων. Οὐκ ἐκ τοῦ αὐτοῦ ἐπλάσθης χοὸς κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων γέννησιν; Οὐχ ὁ αὐτὸς τῆς συλλήψεως ῥύπος τῷ βίῳ σὲ τούτῳ παρήγαγε; Πῶς οὖν φής ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων; Ἀλλ' εἴποι τις ἴσως ἐπαπορῶν· Καὶ μὴν οὐδὲ ψευδηγορὼν ἔλεγεν, ὅτι νηστεύει δὶς τοῦ Σαββάτου, καὶ ἀποδεκατεῖ πάντα ὅσα κτᾶται. Τὶ οὖν ἡμάρτανε χάριν ὁμολογῶν τῷ θεῷ, ὅτιπερ ἦν νομοφυλάκων; Ὁρῶμεν δὲ καὶ τὸν πολύτλαν ἐκεῖνον Ἰώβ ἐν τῇ πρὸς τοὺς βασιλεῖς διαλέξει, ὅτι πολλὰ καυχησάμενος οὐ κατακρίνεται, οὗτος δὲ ὑπευθύνεται. Ἐπειδὴ ὁ μὲν ἅγιος καὶ δίκαιος Ἰώβ, τὰ εὐκλεῆ καὶ Θεῷ ἀνδάνοντα κατορθών, οὐδέποτε φαίνεται καυχησάμενος, ἀλλ’ ἔκρυπτε τὰ οἰκεῖα πλεονεκτήματα· ἐπειδὴ δέ οἱ δοκοῦντες φίλοι ὠνείδιζον ἐχθροπρεπῶς, καὶ κατηγοροῦν ἀσυμπαθῶς κάλαμον συντετριμμένον κατεαγνύντες, καὶ ἡμιθνῆτα τοῖς λόγοις αἰκίζοντες, τότε λοιπὸν ἀποδύεται τὰ ἐγκλήματα μάλα γενναίως καὶ τὴν ἄκαιρον αὐτῶν ἐλέγχει καταφοράν, ὥστε, εἰ τὶς αἰτιᾷ τῆς καυχήσεως, ἔνοχοι μᾶλλον οἱ μὴ δεόντως κατηγορήσαντες. Ὁ Φαρισαῖος δέ, μηδενὸς ἐρεθίζοντος, ἀπηυθαδιάζετο, πάντων ἐαυτὸν προτιθείς, οὐδ' ἐπιγινώσκων, τὶ κατὰ φύσιν ἐτύγχανεν ὦν. Εἰ γὰρ ἐγνώκει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν ἤδει καὶ τὴν τῆς φύσεως ἀθλιότητα, ὡς ἀδύνατον ἄνθρωπον ἀπὸ βυτίου καθαρεύειν, κἄν μία ἡμέρα ἦ ἡ ζωὴ αὐτοῦ, ὡς διδάσκει τὰ Λόγια. Τὶς γὰρ οὕτως ὑψηλὸς καὶ μεγαλοφυὴς τῷ φρονήματι, ὡς κατά τε διάνοιαν καὶ πρᾶξιν ἔξω γενέσθαι παντάπασι τοῦ κατὰ κακίαν μολύσματος; Ὁ δὲ μᾶλλον αὐτὸν ἐβαράθρωσε τοῦτ' ἦν, τὸ  καὶ τὸν τελώνην εἰπεῖν δεικτικῶς· Ἦ καὶ ὡς οὗτος ὁ τελώνης. Πάσης γὰρ τῆς οἰκουμένης ὑπερκουφίσας ἑαυτὸν τῷ πτερῷ τῆς οἰήσεως, καὶ τὸν τελώνην προστίθησιν.

Ὁ δὲ τελώνης μακρόθεν ἑστώς, οὐχ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπάραι. Ὅρα τὴν τοῦ τελώνου ταπείνωσιν· μακράν που ἔστη, μὴ θαῤῥήσας προσεγγίσαι πρὸς  τὰ θεῖα ἀνάκτορα κατωῤῥώδει γὰρ κεχραμμένοις πατῆσαι ποσὶ τὸ  τοῦ ναοῦ ἁγιώτατον δάπεδον, ἄξιον οὐκ Ἔκρινεν ἑαυτὸν. ηὐλαβεῖτο δὲ καὶ πρὸς  τὸν οὐρανόν ἀπιδεῖν, ὡς τὸν ἐν οὐρανοῖς παραπικράνας θέον· ἐπειδὴ ἐμεμαθηχκει ἐκ τοῦ Ἰώβ, ὅτι Κύριος συγκεκυφότας ὀφθαλμοὺς σώσει· διὰ τοῦτο πρὸς γῆν νενευκὼς ἤν, ὡς ἐμφαίνεσθαι τὸ  ταπεινὸν αὐτοῦ, καὶ ἐκ τοῦ σχήματος, καὶ τοῦ τόπου, καὶ τῆς αἰτήσεως. Ὑποδηλοῖ δὲ τὶ καὶ ἄλλο τὸ μακρόθεν ἑστὼς · πόῤῥω γὰρ ἔστῃ τῆς ἐπιβλαβοῦς τοῦ Φαρισαίου οἰήσεως, τὴν ἐναντίαν ἐκείνου βαδίσας ὁδόν. Ὁ μὲν ἐξώγκου ἑαυτὸν τοῖς λόγοις δίκην πομφόλυγος, ὁ δὲ συνεστέλλετο ὑπὸ τοῦ συνειδότος πληττόμενος καὶ συντριβεὶς ὑπὸ τῆς ἁμαρτίας τῇ ράβδῳ τῆς ἐλπίδος ἐπερειδόμενος προσεύχετο μετ’ ἐπαινουμένης ἀναιδείας, πατρικὴ τὶς εἶπε φωνή. Ἔστη οὖν τηλόθι δακρυχέων, καὶ στηθέα χερσὶ πατάσσων, ὡς ἡ θεολογικὴ μοῦσά φησι. Διὰ τὶ δὲ μὴ τὴν κεφαλὴν ἔτυπτεν, ἤ τὰ γόνατα, ἤ ἄλλο μέρος τοῦ σώματος, ἀλλὰ τὸ στῆθος, ἐπάτασσεν;- Ταὐτὸν Ἔτυπτε γάρ, φησίν, εἰς τὸ  στῆθος αὐτοῦ λέγων Ὁ θεός, Ἰλασθητί μοι τῷ ἁμαρτωλῷ. Ἐπειδὴ ἐκ τῆς καρδίας οἱ λογισμοί, οἱ πρὸς  πλεονεξίαν αὐτὸν διεγείροντες, καὶ ταῖς χερσὶ πρὸς  τὰ πονηρὰ λήμματα χρώμενος. Ἡ δὲ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ στήθει ἐστίν, εἰκότως τύπτει τὸ  πονηρὸν ἐργαστήριον αὐταῖς ταῖς χερσίν, αἷς πρὸς πλεονεξίαν ἐχρήσατο. Ὁ θεὸς, Ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ. Οὐ δικαιωθῆναι ζητεῖ, ἤδει γὰρ ἑαυτὸν ἀνάξιον τοῦτο λαβεῖν, ἀλλ' ἵλεων αὐτῷ γενέσθαι παρακαλεῖ τὸν Θεόν· καὶ τὸ  ἐντεῦθεν τὸ  πρᾶγμα ἀνέστραπτο. Ὁ μὲν γὰρ Φαρισαῖος οἷα δένδρον κομῶν τῷ καρπῷ, τῆς τῶν ἐντολῶν φυλακῆς, ἐξαίφνης ὡς ὑπὸ ραγδαίου πνεύματος, τῷ τῆς κενοδοξίας ἀνέμῳ ἐκτιναχθεὶς ὠράθη γυμνός, ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, τὸ  τοῦ Ἡσαΐου εἰπεῖν. Ὁ δὲ πεφορτισμένος τῆς φιλαργυρίας τὸν μόλιβδον, ἑνὶ λόγῳ νουνεχεῖ καί σχήματι ταπεινῷ τὸ  βάρος τῶν κακῶν ἀποτίθεται. Ἰλιγγιῶ λογιζόμενος, πῶς ὁ δείλαιος Φαρισαῖος φέρων τὴν ἑαυτοῦ ψυχὴν, καθάπερ ὁλκάδα μυρίων πλήθουσαν ἀγωγίμων, εἰς τὸν λιμένα αὐτοῦ Ἱεροῦ «ἐφθακώς, καὶ τῶν τοῦ νοὸς πηδαλίων ἠμεληκώς, ἄθλιως ὤφθη νεναυαγηκὼς · διά τί "Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Δοκεῖ μοι ἐνταῦθα ὑπογραφὴν τινὰ ποιεῖσθαι ὁ Κύριος τῆς οἰήσεως καὶ τῆς ταπεινώσεως καί τάχα τις ἐκ τούτων ὁρμώμενος ἄνοδον ἐπὶ τὰ κάτω τὴν κενοδοξίαν ὁρίσαιτο. Τοῦτο γὰρ καὶ Ἱστορία παλαιὰ συμβολικὼς ὑπῃνίξατο. Ἀβειρών γὰρ καὶ Δαθὰν ὑπὲρ τοὺς ἄλλους πάντας ἑαυτοὺς ἄραντες ἀλαζονικῶς, καὶ τῆς Ἱεροσύνης σφᾶς ἀξίους κρίναντες ἰταμώς, τῆς γῆς διασχούσης κατέδυσαν ἐν τῷ χάσματι, καὶ ὑψωθέντες τῇ διανοίᾳ ἐταπεινώθησαν. Πρὸς  ταῦτα σκοποῦντες, ἀγαπητοί, μετρίαζειν ἐκπαιδευθῶμεν, καὶ μὴ ἀλόγως ἐπαίρεσθαι· μὴ δ’ εἶπερ ἡμῖν τι τῶν δεξιῶν κεκατώρθωται, διὰ τοῦτο ὑπερφέρειν τῶν ἄλλων νομίζωμεν. Ἀλλὰ κατορθοῦντες ψάλλειν διδαχθῶμεν μετὰ τοῦ Δαβὶδ. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἐν σοὶ δός ἡμῖν ἐγκαυχᾶσθαι>. Παρὰ σοῦ γὰρ ὁ ἔπαινος ἡμῶν ἐν ἐκκλησίᾳ μεγάλῃ> τοῦ μέλλοντος δηλαδὴ αἰῶνος. Ἀληθῶς γάρ Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὀς οὐκ ἐξουδενώσει,» ἀλλ’  ἐν τῇ ταπεινώσει ἐμνήσθη ἡμῶν ὁ Κύριος. Ἀστεῖον δὲ κἀκεῖνο προσειρῆσθαι καὶ χαρίεν, ὡς οἱ γεωργοὶ τοὺς μὲν κάτω νενευκότας τῶν ἀσταχύων καί βρίθοντας πολὺν τὸν καρπὸν φέρειν τεκμαίρονται τοὺς δὲ ὀρθίους καὶ ἀνεμώδεις, ἀλαζόνας καὶ κενοὺς ὀνομάζουσι. Καί τῶν ἀνθρώπων οἱ μὲν ὑπερήφανοι καὶ ὑψαύχενες, ἄμοιροι πάσης ἀρετῆς καὶ φρονήσεως · oἱ δὲ ταπεινὸν ἔχοντες φρόνημα πολὺν τὸν καρπὸν τῆς φρονήσεως ἐπιφέρονται. Καὶ τὰ μὲν ἄλλα τῶν παθῶν εὕροι τὶς ὄντα κτηνοπρεπῆ τὲ καὶ ἄλογα · δι’ ὧν ἡ τῶν ἀνθρώπων φύσις παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὠμοιώθη αὐτοῖς. Ἤ γὰρ ἁρπάζει τὶς ὠσεί λέων, ἤ θυμοῦται ὡς ταῦρος, ἤ θηλυμανεῖ ὥσπερ ἵππος, ἤ μνησικακεῖ ὡς ἡ κάμηλος, ἤ τῇ κόπρῳ τῶν ἡδονῶν καλινδεῖται ὡς κάνθαρος. Τὸ  δὲ τῆς ὑπερηφανίας πάθος τῷ διαβὸλῳ ὡμοίωται. Ἐκεῖνος γὰρ δι’ ἐπάρσεως καταβέβληται. Ὥστε εἰ ἐξ ἀγγέλων δαίμονας ἡ ὑπερηφανία ἐποίησεν, ἀκολούθως ἡ ταπείνωσις καὶ ἐκ δαιμόνων δύναται ἀγγέλους ποιεῖν. Καὶ εἰ ἐκείνη δαιμονιώδης, αὔτη ὡς ἀληθῶς χριστομίμητος κατ’ ἴχνος ἐφομαρτοῦσα τοῦ μέχρι θανάτου ταπεινῶσαν ἑαυτόν. Ὁ ταῦτα τοίνυν σκοπῶν κεκαθαρμὲνῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ τῇ ταπεινοφροσύνῃ καλῶς παιδαγωγήσας ἑαυτὸν, καὶ τῷ καταλόγῳ τῶν λοιπῶν ἀρετῶν ῥᾶον ἐν ἕξει γενήσεται · καὶ ὡς ὁ τελώνης εἰς τὸ  τῆς ταπεινώσεως ἀνελθὼν ἱερὸν κατέλθῃ δεδικαιωμένος, τῷ φαρισαϊκῶς μεγαλαυχοῦντι τὸ  πα-λαιὸν λέγων ῥητὸν· Δεύρ' ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης. Ἐπὶ τὸν πραΰν γὰρ καὶ ἥσυχον ἐπιβλέπει Θεὸς ὧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.