logo

Θεοφάνους Κεραμέως

Ὁμιλία ΙΗ΄

Εἰς τό «Ὅταν ἔλθη ὁ Υἱός τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ»

(J.P. Migne, Patrologia Graeca, t. 132, 396Β-412B)

 

 

          Οἷόν τι πάσχουσιν οἱ ἀπό τινος ὑψηλῆς ἀκρωρείας εἰw ἀχανὲς τι κατακόπτοντες πέλαγος, τοιοῦτον νῦν ἐπεπόνθειν ἐγὼ ἰλιγγιάσας ἐν ταῖς ἀναγνωσθείσαις τοῦ Κυρίου φωναῖς, καὶ γεγονὼς ὅλος μετάρσιος, καθάπερ ἀπό τινος σκοπιᾶς ἀνατείνας τὸν νοῦν εἰς ἐκεῖνο τὸ φοβερὸν λογοθέσιον. Καί πως τὴν γῆν τοῦ  κλαυθμῶνος φαντάζομαι, καὶ τὴν ἀπ᾿ αἰῶνος τῶν ἀνθρώπων πληθὺν, καὶ τὴν φρικτὴν αὐτοῦ διανέμησιν, τὴν στάσιν τὴν ἐν τοῖς δεξιοῖς, τὴν ἐν τοῖς σκαιοῖς ἀποκλήρωσιν, τάς μυριάδας τῶν ἀγγελικῶν παρατάξεων, τὸν φοβερὸν βασιλέα, καὶ τὸν πρὸς τὴν κρίσιν ἀδέκαστον, οἷον ἐν ζυγῷ μέσον ἀμφοῖν ἐφεζόμενον, καὶ ἰσοῤρόπῳ πλάστιγγι τὰς πράξεις ἡμῶν ταλαντεύοντα.  Τῶν ἀμοιβῶν τάς ἐναντιότητας ἔνθεν τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν μακαρίαν Ἐδὲμ, τὴν τῶν πραέων γῆν, τὰς τῶν δικαίων μονάς ἐκεῖθεν τά φοβερά κολαστήρια, τὸ πῦρ τὸ παφλάζον, τὸ ἐξώτερον σκότος, τὸν τῶν ὀδόντων βρυγμὸν, τὸν ἄφθιτον τῆς συνειδήσεως σκώληκα, τὸν ἀεὶ μυζῶντα τὴν ψυχὴν δι᾿ αἰσχύνης, καὶ τῇ μνήμῃ τῶν κακῶς βεβιωμένων τὰς ἀλγηδόνας ἀνακαινίζοντα. Ταῦτα τῷ νοῖ λογιζόμενος ἰλιγγιῶ καὶ κραδαίνομαι. Ἀριδήλως γὰρ ἡμῖν πάντα τὸ Εὐαγγέλιον ἐξεικόνισεν. Ἀλλ᾿ ἀναπτύξωμεν τὸν λόγον ἀναλαβόμενοι.

Εἶπεν ὁ Κύριος Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ Θρόνου. Ἐπειδὴ ἡ πρώτη παρουσία Χριστοῦ εὐτελὴς ἐδόκει κατὰ τὸ φαινόμενον τέκτονος γὰρ ἐνομίζετο παῖς, καὶ βίον διήνυε πένητα, ὡς ἡ πεζοπορία ἐδήλου, καὶ οἱ κρίθινοι ἄρτοι, καὶ τὸ μή ἔχειν που τὴν κεφαλὴν κλίναι, διὰ τοῦτό φησιν, οὐχ ὁμοίαν ἔσεσθαι τὴν δευτέραν ἐκείνην καὶ μέλλουσαν. Ἀλλ' ἐπίδοξον ὄντως καὶ φοβεράν οὐδ᾽ ἄλλον τὸν τότε μετά δόξης ἐλευσόμενον, ἀλλ᾽ αὐτὸν τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὸν νῦν ἐν εὐτελεῖ φαινόμενον σχήματι ἀμφοτέρας δὲ τὰς θείας παρουσίας Χριστοῦ οἱ θεῖοι χρησμοὶ προηγόρευσαν. Περὶ μὲν γὰρ τῆς πρώτης ὁ Ἡσαΐας φησὶν Εἴδομεν αὐτὸν, καὶ οὔτε εἶδος, οὔτε κάλλος εἶχεν' ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον» καί, « Ἰδοὺ ὁ παῖς μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησεν ἡ ψυχή μου, οὐκ ἐρίσει οὐδὲ κραυγάσει ἐν ταῖς πλατείαις» περὶ δὲ τῆς ἐσχάτης ἐκείνης ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ οὕτω φησίν  «Εἶδον ὡς Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον διὰ νεφελῶν» Ἡ δὲ τοῦ Εὐαγγελίου φωνὴ, Ὅς ἀστραπὴ, φησὶν, ἐκβαίνει ἀπὸ ἀνατολῶν, καὶ φαίνεται εἰς δυσμὰς, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Καὶ Παῦλος δὲ ὁ μέγας τὸ ἔνδοξον αὐτῆς ἐμφαίνων, «Ἐν κελεύσματι, φησὶ, Θεοῦ, καὶ ἐν φωνῇ ἀρχαγγέλου ἐξ οὐρανοῦ καταβήσεται» Ἤξει γοῦν, ἤξει οὐ μεθ᾽ ὁμοίας λιτότητος, ἀλλὰ μυριοπληθεῖ τάξει ἀγγέλων δορυφορούμενος, καὶ καθιεῖται ἐπὶ τῶν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτων θρόνων, ἐξ ὧν ρεῖθρα φλογώξη ποταμηδὸν προχεόμενα δέους ἀπλέτου καὶ ταράχου πάντα πληροῖ. Ἡ δὲ τῶν ἀνθρώπων ἀνέκαθεν γεγονυῖα φύσις ἐν ταὐτῷ συναγείρεται τῇ τῶν προσδοκωμένων ἐκβάσει κραδαινομένων, ὡς καὶ αὐτῶν δὴ τῶν ἐναρέτως βιωσάντων ἀπιστεῖν τῷ ἀδήλῳ τοῦ μέλλοντος. Καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Τί βουλόμενος τοῦτο ποιεῖ ; Φόβου, οἶμαι, καὶ δέους ἀπαλλάσσων τοὺς ἐκλεκτοὺς, καὶ ἅμα προοιμιάζων ὁ τὴν μέλλουσαν δόξαν, ἤ ἀτιμίαν διὰ τῆς στάσεως. Προβάτοις δὲ τοὺς δικαίους ἀφομοιοῖ διὰ τὸ πρᾶον καὶ ἥμερον, καὶ διὰ τι τῶν ἐρίων γεννητικὸν, ἐξ ὧν οὐκ αὐτὰ μόνα, ἀλλὰ καὶ οἱ ἄνθρωποι περιθάλπονται καὶ μὴν καὶ γάλα βλύζουσι τρόφιμον. Τοῦ δὲ γάλακτος ἡ φύσις, ὡς ἅπαντες ἴσασιν, ἡδεῖα μὲν τῇ γεύσει καὶ θρεπτικὴ, λευκὴ δὲ τῷ εἴδει καὶ καθαρὰ, μόνη τῶν ὑγρῶν ἁπάντων εἰδῶν μὴ δεικνύουσα των εἰς αὐτὴν βλεπόντων σκιὰς καὶ ἰνδάλματα, ὅπερ ἐπὶ τῶν ἄλλων ὑγρῶν πέφυκε γίνεσθαι νέμεται δὲ τὰ πρόβατα οὐκ ἐν βουνοῖς καὶ βαράθροις, ὥσπερ οἱ ἔριφοι, ἀλλ᾽ ἐν πεδινοῖς τόποις καὶ ὁμαλοῖς καθαρᾷ πόᾳ τρεφόμενα. Σαφὴς δὲ πάντως ἡ πρὸς τοὺς δικαίους τούτοις ὁμοίωσις. Καὶ τούτων γὰρ καρπὸς μὲν τῆς ἐλεημοσύνης τὸ ἔριον, ἐξ οὗπερ γυμνητεύοντες ἐνδιδύσκονται, γάλα δὲ ὁ ἀληθὴς λόγος τῆς πίστεως. ὁ μηδὲν ἔχων ἐν ἑαυτῷ σκιῶδες καὶ ἀνυπόστατον, ὅπερ ἐκ τοῦ μαζοῦ τῆς καρ-δίας ἐκβλύζουσιν. Καὶ γὰρ τοπικὴ τῶν μαζῶν θέσις ἐξ ὧν τοῦ γάλακτος αἱ ῥοαὶ, ἐν τῇ καρδίᾳ ἐστὶν, ἐξ ἦς ἀναβλύζει τὸ τῆς διδασκαλίας γάλα, τὸ γλυκό τε καὶ τρόφιμον, τὸ λευκόν τε καὶ καθαρὸν, καὶ ψεύδους παντὸς ἀνεπίμικτον. Ἔριφος δὲ ἅλλεται μὲν ἐν τοῖς κρημνοῖς ἀναθρώσκει δὲ κἄν τοῖς φυτοῖς, λυμαινόμενος τοῖς ἀκρέμοσι, καὶ πίνων τὸ ἄνθος καὶ τῶν βλαστῶν τὴν εὐπρέπειαν, οὔτε δὲ γάλα βλύζει, οὔτε φέρει χρἠσιμον ἔριον. Τοιοῦτοι δὲ εἰσιν οὗτοι οἱ τῆς κακίας  ἀταξίᾳ σφᾶς αὐτοὺς ἐριφώσαντες, καὶ ἁλλόμενοι ἐπὶ τῶν κρημνῶν τῆς ἁμαρτίας ἐριφηδόν, ἀλλοτρίων δὲ γάμων καὶ πραγμάτων ὄντες δηλήμονες, ἄγονοι δὲ καὶ ἄκαρποι τῶν τῆς ἀρετῆς ἐρίων καὶ τοῦ γαλακτοειδοῦς  λόγου τῆς εὐσεβείας, καὶ διὰ τοῦτο ἐν τοῖς σκαιοῖς ἐλαυνόμενοι. Τοιαύτης οὖν γεγενημένης τῆς διακρίσεως πᾶσα ἡ ἀνθρωπίνη φύσις μετέωρος ἴσταται, τῇ ἐφ’ ἑκατέρᾳ τῶν προσδοκωμένων ἐκβάσει κρεδαινομένη, ὡς καὶ αὐτῶν δή τῶν  ἀγαθῇ συνειδήσει συνεζηκότων ἀπιστεῖν τῇ ἀδήλῳ τοῦ μέλλοντος, ἕως ὁ βασιλεὺς τὴν γλυκεῖαν ἐρεῖ τοῖς δικαίοις φωνήν.

 Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Σκόπει πῶς διὰ πάντων χαροποιεῖ τοὺς ἐκ δεξιῶν ἀπὸ τῆς διακρίσεως, ἀπὸ τοῦ τόπου τῆς στάσεως, ἀπὸ τῆς προρρήσεως. Ἵνα γὰρ αὐτῶν ἀποξύσῃ τὸ δέος, καὶ ἀπώσῃ τὸν τάραχον, πρῶτον αὐτοῖς διαλέγεται-τὸ σύνηθες πρόσρημα ἐπειπών «Δεῦτε τοῦτο γὰρ αὐτοῖς ἐπεφωνήκει τῷδε τῷ βίῳ «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ᾿Αλλ᾽ ἐνταῦθα πλάτος θεωρημάτων διανοιγόμενον-καθορῶν, ἀπορῶ, τί πρῶτον, τι δεύτερον, τί δ᾽ ἔπειτα τῷ λόγῳ διαχρήσομαι. Πῶς γὰρ πολλῶν οὐσῶν μονῶν παρὰ τῷ Πατρὶ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, μόνην τὴν βασιλείαν τοῖς δικαίοις πᾶσι χαρίζεται ; Πῶς δὲ καὶ ἐν τῷ καταλόγῳ τῶν μακαρισμῶν τοῖς πτωχοῖς τῷ πνεύματι καὶ τοῖς δεδιω-γμένοις ἕνεκεν δικαιοσύνης τὴν βασιλείαν ἔπαθλον δίδωσιν, οὕτως εἰπών : Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐνταῦθα δὲ τὸ αὐτὸ γέρας παρέχει, οὐ τοῖς πτωχοῖς τῷ πνεύματι, καὶ τοῖς δεδιωγμένοις. ἀλλὰ τοῖς κτησαμένοις τὸ μεταδοτικόν, καὶ συμπαθὲς, καὶ φιλάλληλον. Καίτοι τί συμφωνίαν ἔχει τὸ πτωχεύσαι, καὶ τὸ διωχθῆναι, κατά γε τὸ τῆς διανοίας πρόχειρον, πρὸς τὰ τῆς ἀγαπητικῆς συμπαθείας ἀποτελέσματα; Ὁ μὲν γὰρ ἐλεήμων συμφορῶν ὀθνείων ὑπάρχει θεραπευτὴς, ὁ δὲ πτωχεύων καὶ διωκόμενος τοῦ ἐλεοῦντος προσδέεται, ἀλλὰ τὸ πέρας τῆς δωρεᾶς ἐπὶ πάντων ἴσον ἐστίν ὁμοίως γὰρ εἰς, τὴν βασιλείαν ἄγει τὸ τε πτωχεύσαι τῷ πνεύματι, καὶ τὸ διωχθῆναι, καὶ τὸ συμπαθὲς ἐπιδείξασθαι πρὸς τὸν ὁμόφυλον. Τί οὖν πρὸς ταῦτά φανὲν; Ὅτι αἱ ἐντολαὶ ἀλλήλων ἐξέχονται, πρὸς ἕνα σκοπὸν συννενευκυῖαι, καὶ οἷον συμπνέουσαι καί καθάπερ ἐν ὅρμῳ μαργάρων, ἤ ἀλύσει χρυσῇ, ἕκαστος μάργαρος, ἤ κρίκος ἐξέχεται τοῦ ἐφεξῆς, εἰς ἑνός ἔργου συμπλήρωσιν, οὕτως αἱ ἀρεταί ἀλλήλων εἰσὶ συνδετικαὶ καί οἷον ἀκόλουθοι. Ὅ τοίνυν θρέψας τόν πένητα, καί περιβαλών τόν γυμνόν, καί ὑπό στέγην τόν ὁδίτην δεξιωσάμενος, καί τῷ ἀσθενοῦντι καί τῷ κατακλείστω τήν ἐνδεχομένην θεραπείαν παρασχών, πᾶσαν περιέλαβεν ἀρετήν, τήν πραότητα, τήν μακροθυμίαν, τήν πτωχείαν τοῦ πνεύματος, καί εἴ τι ἕτερον ἐν τοῖς ἐφ’ ἡμῶν ἐνεργουμένοις μακαριστόν. Εἰ γάρ πάντων τῶν κατά τόν βίον ἐπιτηδευμάτων ἡ ἀγάπη κράτιστον εἶναι ἀνωμολόγηται ἐπίτασις δέ ἀγάπης ἔλεος, περιληπτική ἄρ᾿ ἁπάσης ἀρετῆς-ἡ ἐλεημοσύνη ἐστὶν, ἐπίτασις οὖσα τῆς ἀγαπητικῆς διαθέσεως. Διὰ τοῦτο τοὺς δικαίους εἰς τήν βασιλείαν καλῶν, καὶ τὴν εὐποιίαν τούτοις προσμαρτυρῶν, καὶ τήν ἄλλην ἅπασαν ἀρετήν κατωρθωκότας ἐδήλωσεν. Οὕτω τοι προσήκει νοεῖν, καὶ διὰ τὸ τοῦ ἑνὸς ἐπάθλου τῆς βασιλείας τῶν οὐρανῶν πᾶσαν δηλοῦσθαι τὴν τοῖς δικαίοις ὀφειλομένην τιμήν. Ἐπειδή γὰρ τῶν κατὰ τὸν βίον κρείττων πάντων ἡ βασιλεία δοκεῖ, ἐκ τοῦ παρ' ἡμῖν τιμιωτέρου ποιεῖται τήν δήλωσιν. Οὐδὲ γὰρ ἔστιν εὑρεῖν λόγον κατάλληλον ἐναργῶς παραστῆσαι δυνάμενον τῶν ἀῤῥήτων ἀγαθῶν ἐκείνων τὸ μέγεθος. Πῶς γὰρ παρασταίη λόγος τὰ ὑπὲρ αἴσθησιν, καὶ ὀφθαλμοῖς μὲν ἀθέατα, ὠτὶ δὲ ἀνήκοα, ἀνθρωπίνοις δὲ λογισμοῖς ἀνεπίβατα ; Ἀλλ᾿, ὡς ἔφην, τὸ δοκοῦν κρεῖττον εἰς δήλωσιν τοῦ λόγου παρέλαβε, διὰ τῆς βασιλείας πᾶσαν ἐμφήνας νοουμένην ἀπόλαυσιν. Ἡ αὐτή γάρ ἐστι καὶ βασιλεία οὐρανῶν, καὶ παραδείσου τρυφή, καὶ αἰωνία σκηνή, καὶ μονὴ παρὰ τῷ Πατρὶ, καὶ κόλπος ᾿Αβραάμ, καὶ χώρα ζώντων, καὶ γῆ πραέων, καὶ ἀναπαύσεως ὕδωρ, καὶ ἄνω Ἱερουσαλήμ, καὶ βραδεῖον κλήσεως, καὶ χαρίτων στέφανος, καὶ ἐπὶ τραπέζης εὐφροσύνη, καὶ Θεοῦ συνεδρία. Ταῦτα δὲ πάντα τοῖς ἁγίοις ὁ Κύριος γίνεται, καὶ ὥσπερ ἐνταῦθα γέγονεν ἡμῖν ὁ αὐτός, καὶ ἰατρὸς καὶ ποιμήν, καὶ ἄρτος, καὶ οἶνος, καὶ ἄμπελος, καὶ ὁδὸς, καὶ θύρα, καὶ πέτρα, καὶ ὕδωρ, καὶ πηγή καὶ ὅσα ἄλλα περὶ αὐτοῦ λέγεται, οὕτως ἐν τῷ μέλλοντι ὁ αὐτὸς τοῖς ἀξίοις πᾶσα εὐφροσύνη καθίσταται. ᾿Επειδὴ καὶ τῶν ἀγίων ὑπόθεσις ὁ αὐτὸς ἐνταῦθα προέκειτο. Ἐφ᾿ ὅσον γὰρ, φησὶν, ἐποιήσατε ἐνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε οὕτω καὶ ἆθλον ἀρετῆς καὶ γέρας αὐτὸς δίδωσιν ἐαυτὸν, εἰπὼν Δεῦτε, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ἥτις ἐστὶν ὁ ταῦτα λέγων Χριστός. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με καὶ ἐπεσκέψασθέ με ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Καταμάθωμεν τίς ἐξ ἀρχῆς τῆς ἐντολῆς ταύτης διαίρεσις, καὶ πῶς οὐκ εἰς πλέον ἤ ἔλαττον τῆς φιλαλληλὶας ὁ τρόπος διώρισται τάχα γὰρ τὸ τέλειον τῆς ἀρετῆς ἐντεῦθεν μανθάνομεν. Ἐπειδὴ γὰρ ὁ ἀπὸ τῶν μονάδων τῶν ἐξ προϊὼν ἀριθμὸς, ἐκ τῶν ἰδίων μερῶν συντιθέμενος, ὡς μήτε τὸ ἐλλείπειν ἐν ἑαυτῷ, μήτε πλεονάζειν (εἰς γὰρ ἑαυτοῦ μέρη ἀναλυόμενος, φημὶ δὲ εἰς τρὶς δύο, καὶ δὶς τρεὶς καὶ ἑξάκις ἓν ἐξ αὐτῶν πάλιν συνίσταται, συντιθεμένων τῶν τριῶν, καὶ τοῖν δυοῖν, καὶ τοῦ ἑνὸς τέλειός ἐστι, τέλειον γὰρ πᾶν ἐξ ἀνάγκης ἐστι τὸ μήτε πλεονάζον ἑαυτοῦ πώποτε, μήτε τινὸς ἑτέρου προσδεόμενον εἰς συμπλήρωσιν τῶν δὲ ἄλλων ἀριθμῶν, οἱ μέν εἰσιν ὑπερτέλειοι, ὡς ὁ δωδέκατος, Οὗ τὰ μέρη συντιθέμενα ὑπερεκπίπτει τὰ δώδεκα οἱ δέ εἰσιν ἀτέλειοι, ὡς ὀκτὼ, οὗ τά μέρη συντιθέντα προσδεῖται μονάδος εἰς τὸ γενέσθαι ὀκτώ  ὁ τοίνυν ἓξ ἀριθμὸς τέλειος ὑπάρχων, ὡς δέδεικται, εἰκότως τὸ τῆς ἐντολῆς περιέλαβε τέλειον. Ἔχει δὲ ὁ ἀριθμὸς οὗτος καὶ τὴν τριχῆ διάστασιν, μῆκος, καὶ βάθος, καὶ πλάτος, ὡς ἐκ τριγώνων συγκείμενος ἐκ τούτων δὲ πάντων τὸ σῶμα. Ὅθεν καὶ ἡ τοῦ κόσμου κτίσις τὴν τῆς ἑξάδος ἁρμονίαν οὐκ ἔφευγεν. Ἐν γάρ ἕξ ἡμέραις ὁ Δημιουργὸς πᾶν τὸ φαινόμενον ἐτεκτήνατο ἐν πέντε μὲν πᾶσαν τὴν αἰσθητήν φύσιν, καὶ ἄλογον, πενταδικήν αὐτὴν ὑπάρχουσαν, τῇ δὲ ἕκτῃ ἡμέρα διαπλάσας τὸν ἄνθρωπον τὸν ἐφεστῶτα τούτων, καὶ βασιλεύοντα, τὸ κατὰ τῶν αἰσθήσεων αὐτοκρατὲς νομοθετῶν ἀρχῆθεν τῷ νῷ, ὡς ἂν δι᾿ αὐτῶν τὴν διὰ τῶν ἓξ ἐντολῶν πρακτικὴν φιλιοσοφίαν κατωρθωκὼς, πρὸς ἡτοιμασμένην αὐτῷ βα-σιλείαν ἐπανασταίῃ. Καί τοῦτο ἠνίττετο Μωϋσῆς ἐντοῖς παλαιοῖς διατάγμασιν, Ἑβραῖον παίδα λέγων ἓξ ἔτη δουλεύσειν τὰ πρὸς τὴν ἑαυτοῦ συγγένειαν ἐπανάγεσθαι ἐλεύθερον ὑποδηλοῖ γὰρ τὸν νοῦν καλῶς δεδουλευκότα τῇ τηρήσει τὶς ἑξάδος τῶν ἐντολῶν, ἐλεύθερον γενέσθαι τῶν παθῶν, καὶ χαίροντα βαδίζειν πρὸς τὴν μακαρίαν πατρίδα, καὶ τὴν νοουμένην συγγένειαν. Ἐπειδὴ δὲ διπλοῦς ὁ ἄνθρωπος τε ὁρώμενος, καὶ ὁ ἔσωθεν, ὡς Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ, διπλῆ πάντως καὶ ἡ τῶν ἐντολῶν ἔσται τήρησις. Οὐ γὰρ μέχρι τῶν φαινομένων στήσεται ὁ τῷ τῆς ἀγάπης φωτὶ φρυκτωρούμενος, οὐδὲ μόνον τὸν πεινῶντα θρέψει σωματικῶς, ἀλλὰ καὶ ἐνδοτέρω χωρήσει τοῦ φαινομένου, καὶ τῆς ψυχικῆς κακοπαθείας ἰατρείαν ἐπινοήσει τήν πρέπουσαν, καὶ κατασκηνώσει μὲν ἐν τόπῳ χλόης, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως τὸν πεινῶντα οὐ λιμὸν ἄρτου. οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ φυγάδα τῆς ἄνω πατρίδος, καὶ ξένον δι' ἔργων φαύλων γενόμενον ἐπὶ τὴν ἰδίαν ἑστίαν χωρήσει ταῖς ἀγαθαῖς εἰσηγήσεσι, καὶ ἄλλον ἀπογυμνωθέντα τῆς πατρικῆς οὐσίας, ὥσπερ τὸν ἄσωτον, καὶ τὴν στολὴν ἐκδυθέντα τῆς σώφρονος. βιοτῆς, διὰ τῆς διδασκαλίας τὴν ἐνάρετον ἀμφιάσει στολὴν, καὶ τῷ καθειργμένῳ ἐν τῷ τῆς ἀγνοίας ζόφῳ τὸ φῶς ὑποδείξει τῆς γνώσεως, τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλήψεται κατά τῆν τοῦ Ἀποστόλου παραίνεσιν. Οὕτω ποιήσας πλεονάσει ἐντολὰς, καὶ εἰς πλῆθος ἐπαυξήσει τὰς ἕξ Καί μοι δοκεῖ τοῦτο φιλοσοφεῖν τὸ Ἄσμα τὸ μυστικὸν ἐν τῷ λέγειν: Ἑξήκοντα εἰσι βασιλίσσαι, ὥς δεκαπλουμένων διὰ τῆς ἐργασίας τῶν ἕξ ἐντολῶν, καὶ γινομένων ἑξήκοντα, αἱ δὴ καὶ βασίλισσαι εἰκότως κατονομάζονται, ὡς εἰς τὴν κληρονομίαν τῆς βασιλείας εἰσάγουσαι.

Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπο καταβολῆς κόσμου. Διὰ, τούτων προσήκει λογίσασθαι, ὡς ἡ μὲν βασιλεία τοῦ Θεοῦ ἀνέκαθεν τοῖς ἀνθρώποις ἑτοίμασται, τὸ δὲ πῦρ τὸ αἰώνιον, οὐ τοῖς ἀνθρώποις, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀναποστάταις αὐτοῦ, ἀλλ᾽ οἱ ταῖς ἀκίσι τῆς ἁμαρτίας ἀμυχθέντες, καὶ μετανοίᾳ τὴν ἀβουλὶαν μὴ διορθώσαντες, τῆς ἑτοιμασθείσης αὐτοῖς βασιλείας ἀλλοτριούμενοι, τῷ αἰωνίῳ πυρὶ ἔκδοτοι γίνονται, ἀκούσαντὲς. Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Σκόπει δὲ ὅπως ἐπὶ μὲν τῶν δικαίων εὐλογημένοι τοῦ Πατρός μου» φησὶ-, τοὺς δὲ ἐν τοῖς σκαιοῖς κατηραμένους ἀκωλύτως ὠνόμασεν οὐχ ὑπὸ τοῦ Πατρὸς, ἀλλ' ὑπο τῶν ἰδίων ἔργων τὴν ἀρὰν εἰς ἑαυτούς ἐπισπασαμένους. Καλὸν δὲ μηδὲ ἐκεῖνο παραδραμεῖν ἀνεξέταστον, πῶς τοῖς μὲν δικαίοις διαλεγόμενος ἀδελφούς ὀνομάζει τοὺς πένητας «Ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε» τούς δὲ ἁμαρτωλούς τῆς ἀσυμπαθείας ἐλέγχων, οὐκ ἀδελφοὺς τοὺς ἐνδεεῖς, ἀλλ' ἐλαχίστους μόνον ἐκάλεσεν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἔνι τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τάχα πρὸς τὴν ἑκάστου τούτων ὑπόνοιαν τὸν λόγον συνύφανεν. Οἱ μὲν γὰρ δίκαιοι κατὰ τὸν τῇδε βίον ὡς ἀδελφοῖς Χριστοῦ προσεῖχον τοῖς πένησιν. Οἱ δὲ φαῦλοι ὡς ἐλαχίστους καὶ ἀθλίους ἀπεστρέφοντο. Ὑποδηλοῖ δέ τι ὁ λόγος καὶ ἕτερον τῶν πενομένων οἱ μὲν καρτερικῶς μάλα καὶ τληπαθῶς στέγοντες τὰ ἐκ τῆς ἐνδείας κακᾶ, ὡς ὁ διηλκωμένος ἐκεῖνος Λάζαρος, οὐ δυσφήμους ἀφέντες φωνὰς ἐφ᾽ οἷς ἔπασχον  οὗτοι τὴν ἐν τοῖς δεξιοῖς λαχόντες. Εἰκότως καὶ ἀδελφοὶ Χριστοῦ κέκληνται. Οἱ δὲ πρὸς τῇ σωματικῇ πενίᾳ, καὶ τοῦ κατ᾿ ἀρετὴν πλούτου πτωχοῦντες, οὗτοι ἐν τοῖς λαιοῖς ἐλαυνόμενοι. Τῆς τοῦ Χριστοῦ συγγενείας ἀπεξενώθησαν. Ἑκατέρωθεν οὖν πάντων τῶν εὖ πεποιθότων πρὸς ἀμφοτέρους τῷ δεικτικῷ χρῆται λόγῳ, οἱονεὶ δακτύλῳ γνωρίζων τὸν ὑποκείμενον, καὶ ἀδελφοὺς μὲν καλῶν τοὺς ἐν τοῖς δεξιοῖς πένητας, τοὺς δ᾽ ἐν τοῖς εὐωνύμοις τῆς κλήσεως ταύτης ἀποστερών. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι. εἰς ζωὴν-αἰώνιον» - Ὥσπερ ἐπὶ τῶν δικαίων βασιλεία μὲν ἦν τὸ διδόμενον ἔπαθλον, πολλὰ δὲ διὰ τοῦ ὀνόματος τῆς βασιλείας ἐμπεριείληπται, οὕτω διὰ πυρὸς πᾶσαν κολάσεως ἰδέαν ἀνέφηνε, τὸ πῦρ, τὸ σκότος, τὸν σκώληκα, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν τάρταρον, τὴν γέενναν. Ἡ γὰρ θεία ἀπόφασις καταλλήλως τῶν ἡμαρτημένων ἐμπεσοῦσα, τοῖς μὲν οἷον ἄνθραξ, τοῖς δὲ οἷον σκώληξ, τοῖς δὲ οἷον γέεννα γίνεται, αἰωνίως αὐτοὺς κατεσθίουσα, καὶ μήτε φθειρομένη, μήτε μὲν διαφθείρουσα, διὰ τὸ γενέσθαι τὴν φύσιν φθορᾶς ἀνεπίδεκτον. ᾿Αλλὰ τίς ἐν αἰσθήσει γένηται τῆς ἐσχάτης ἐκείνης καὶ φρικτῆς ἀποφάσεως τίς παραστήσει λόγος τὸν πικρὸν ἐκεῖνον χωρισμὸν, καὶ τὸν ἀνόνητον τοῦ συνειδότος τῶν ἁμαρτωλῶν μετάμελον; Ὅπως μὲν ἑαυτοὺς γυμνοὺς καὶ τετραχηλισμένους ὁρῶσι, τὰς ἁμαρτίας ἐγκεκολαμμένας ἔχοντας οἷά τινα γράμματα, καὶ ὅσα ἐνταῦθα ἐν νυκτὶ, καὶ ζόφῳ ἐνεργεῖτο φαῦλα, πάντα τότε εἰς ἐμφανὲς ἐπιδείκνυνται ; Ὅπως δὲ τοὺς δικαίους ὁρῶντες ἐν τῇ ἀνεκλαλήτῳ λαμπρότητι, τῆς ἀβουλίας ἑαυτοὺς καταμέμφονται; Τίς τὸν κλαυθμὸν ἐκεῖνον ἐκτραγῳδήσει τὸν ἀπαράκλητον, καὶ οἷας ἕκαστος ἐλεεινολογεῖται φωνάς; Φεῦ τῆς ὀδυνηρᾶς ἀποφάσεως ! ὢ τῆς κακίστης ταύτης ἀνταλλαγῆς ! Διὰ τὴν πρόσκαιρον ἀπόλαυσιν τοῦ Θεοῦ ἡλλοτρίωμαι διὰ τὰς τῆς σαρκὸς ἡδονὰς τῷ αἰωνίῳ πυρὶ παραδίδομαι διὰ σωματικὴν τρυφὴν τροφὴ γίνομαι τῆς ἀσβέστου φλογός. Δικαία ἡ κρίσις τοῦ Θεοῦ οὐκ ἤνοιξα σπλάγχνα τῷ πένητι, οὐδὲ Θεὸς τοῖς ἐμοῖς θρήνοις κάμπτεται. Οὐκ ἠλέησα τὸν δεόμενον, οὐδ᾽ αὐτὸς εὑρίσκω τὸν ἐλεοῦντα με. Σκληρὸς ὡράθην πρὸς τοὺς εἰς ἐμὲ ἁμαρτήσαντας, ἐσκλήρυνα κατ᾿ ἐμαυτοῦ τὴν τοῦ Θεοῦ ἀγαθότητα. Οὕτως ἀκερδῆ καὶ ἀνόνητα ὀδυρόμενοι, καὶ ἀπὸ ἀγγέλων ἀποτόμων ἐλαυνόμενοι ταῖς ἀτελευτήτοις κολάσεσι παραδίδονται. Ἐκείνην, ἀγαπητοὶ, τὴν ἡμέραν εἰς νοῦν ἀνελίττοντες καὶ τὴν φρικώδη ἀπόφασιν ἐνθυμούμενοι, σπουδάσωμεν διὰ τῆς εἰς τοὺς πένητας εὐποιίας πληρωταὶ γενέσθαι τῆς ἱερᾶς ἑξάδος τῶν ἐντολῶν, καὶ τυχεῖν τῆς ἐκ δεξιῶν στάσεως καὶ τῆς εὐκταῖας ἐκείνης φωνῆς « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν χάριτι τῆς ζωαρχικῆς καὶ μακαρίας Τριάδος, τῆς ἐν Πατρί, καί Υἱῷ καί ἁγίῳ Πνεύματι γνωριζομένης καὶ δοξαζομένης, νῦν, καὶ ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.