logo

Γεωργίου Πισιδίας

 

«Βίος καί Πολιτεία καί Ἄθλησις

tοῦ Ἁγίου Ἀναστασίου tοῦ Μαρτυρησάντος ἐν Περσίδι»

 

(J.P. Migne Patrologia Graeca, t. 92, 1680A-1730B)

 

 

Νόμος τις δεδώρηται τοῖς εὐσεβοῦσιν οὐράνιος, ἄσβεστον αὐτοῖς διατηρεῖσθαι τὸ τῆς μνήμης ἐμπύρευµα, ἵνα τοῖς ἀθλητικοῖς σπινθῆρσιν δράκων ὁσημέραι καταφλέγοιτο, καὶ τῇ λαμπάδι φωταγωγοῖντο τῶν φθασάντων οἱ μέλλοντες, ἄλλος ἐξ ἄλλου πυρσεύειν μανθάνοντες, γειτνιῶσαν ἀεί ἕκαστος ἔχων τοῦ καλοῦ τὴν ἀνάλαμψιν, καὶ τοῦ κρείττονος ἐρεθιζόμενος τῇ ἐγγύτητι λιχνότερος γίνοιτο πρὸς τὴν μίμησιν θερμότερος γάρ εἰς ἐγχείρησιν ἀνήρ νεαρῷ χειραγωγούμενος παραδείγματι.

Ὁ τοίνυν Μωσῆς ὁ ἡμέτερος ὁ θαλάσσῃ καλύψας Φαραὼ τὸν νεώτερον, καὶ τῇ ἐκτάσει τῶν χειρῶν τοὺς ἀλλοφύλους τρεψάμενος, ὁ μετὰ τὸν νομοθέτην νομοθέτης, τῶν Ἐκκλησιῶν καὶ διδάσκαλος, ἐπεί τουτονὶ τὸν ἄνωθεν νόμον νοερῶς ἐγκεκολαµµένον τῇ ψυχῇ παρεδέξατο, τοῖς λόγοις ἐγκελεύεται κιβωτόν ὥσπερ τινὰ τῷ µάρτυρι διαπήξασθαι, καὶ τὸ μάννα λαμπρῶς ἐναποθέσθαι τῶν πράξεων. ᾿Αλλὰ σὲ μὲν, ὦ θεία. καὶ τῆς οἰκουμένης ἱερὰ κορυφή, γινώσκω στόμα Θεοῦ ἐμαυτὸν δὲ Βεσελεὴλ οὐχ ἐπίσταμαι. ᾿Επεὶ οὖν φόβῳ τὸ προσταχθὲν ἐκδεχόμεθα, γένοιτό μοι τὸ πρόσταγμα θείας ἐπιπνοίας μετάδοσις. Θεοῦ γὰρ τὰ σά φόδος δὲ ἦν σοφίας ἀρχή.

Δεῦτε τοίνυν, νέος Ἰσραὴλ, καὶ ὑμεῖς, ὁ μὲν τὴν ἀκοὴν δίκην βάσεως ἀργυρᾶς ὑποτιθέσθω τῷ λέγοντι-ὁ δὲ τὸν νοῦν ἀκλινῶς ἐπιστησάτω ταῖς βάσεσι χρυσῶν κιόνων λαμπρότερον, ἕτερος ὡς βυσσίνην αὐλαίαν ἐφαπλούτω, τὸ εὔπιστον καρποφορείτω τις πρὸς ἱλαστηρίου διασκευὴν τὴν εὐμένειαν, ἄλλος οἷον ἀρώματα προσαγέτω τήν εὐφημίαν τῷ μάρτυρι, πάντες δὲ πάντα, πᾶσι γὰρ πάντα κοινά τε, καὶ ἴδια τὰ τοῦ δικαίου χαρίσματα. Οἶδα τοίνυν ὡς πλουσίαν ὑμεῖς εἰσοίσετε τὴν ἐπίδοσιν ἐγὼ δὲ ταῖς τοῦ μάρτυρος πράξεσιν οἷά πως δαψιλεστέρῳ περιτυχὼν θησαυρῷ, τοῦ εὑρήματος ἐμαυτὸν ἀποδέχομαι, οὐ μὴν ἐπιφορτίζεσθαι τὸ πᾶν δυνατὸς, ἢ ἀριθμεῖν τά ὁρώμενα, ἀλλ᾽ εὐδαίμων ἂν κριθείην, εἰ καὶ μέρος ἐγκολπισάμενος ἀπαλλάξομαι. Ὅταν γάρ ἀγωνιστῇ πράξεων εὐφημίας λόγος ἀνταγωνίζεται, καὶ συμμετρεῖσθαι φιλοτιμεῖται τῷ πράγματι, ἔοικε τοῖς ὁρμιᾷ φιλονεικοῦσιν ἀναμετρεῖν τὸ κυτὸν, καὶ πρὸς παρέκτασιν ἑτέραν ἐφ᾽ ἑτέραν δυσμένουσιν ὁμοίως γὰρ ὃ τε μείζων τῷ ἐλάττονι κάλος, ὃ τε μακρὸς τῷ βραχεῖ λόγος ἐλέγχεται. Ποῖος γὰρ, ἢ τίνι μαρτύρων γένοιτο ἂν ἀξιόχρεως λόγος, ὧν κατά γεγραμμένον οὐδὲ ὁ κόσμος ἦν ἄξιος. ἐκνικῶσι γάρ οὗτοι πάσης εὐγλωττίας καλλίφωνον σάλπιγγα τῷ σαρκωθέντι θείῳ λόγῳ μεγαλοφώνως προσμαρτυρήσαντες, καὶ τοῖς οἰκείοις αἵμασιν, ὥσπερ βασιλικῇ βαφῇ, τὴν ὁμολογίαν χειρογραφήσαντες ὧν εἷς καὶ ὁ ἡμέτερος καλλίνικος ἀθλητὴς γέγονεν ᾽Αναστάσιος, οὗ τῷ βίῳ κάτοπτρον ὡς οἷόν τε τὸν λόγον χαλκεύσομεν, ἡγεμόνα τοῦ λόγου τὸν Θεῖον προστησάμενοι λόγον, τοῦτο γὰρ ὑπὲρ ἅπαντα, καὶ πρόγε πάντων ἡμῖν τε αὐτοῖς, καὶ τῷ καλλινίκῳ μάρτυρι χαριούμεθα.

Τοῦτον ἤγαγε τῆς Περσίδος τμῆμα τήν ἐπωνυμίαν 'Ραζήχ, καί πατρίς αὐτῷ κώμη. Ῥασουνί τὴν ἐπίκλησιν, αὐτὸς δὲ Μαγουνδάτ τῷ γνωρίσματι τεκνοῦται δὲ μάγῳ τινὶ, καὶ τούτῳ Βαῦ ἡ τοῦ ὀνόματος πρόφασις. Τέχνη τῷ πατρὶ παίδευσις μαγική. Γαλουχεῖ τὸ βρέφος τῷ τῆς μαγείας µαζῷ, ἵνα τροφόν ἔχων ἀσέβειαν μὴ διδαχθῇ τὴν εὐσέβειαν, ἀλλ᾽ ὡς ἐκ γενετῆς τυφλὸν ἀγνοήσῃ τὸν ἥλιον, καὶ τῷ σκότῳ τῆς πλάνης ὡς νυκτερὶς ἐπιτρέποιτο. Οἶδεν γὰρ νηπιώδης συνήθεια καί τὸ χεῖρον ὁρᾷν τοῦ κρείττονος τιμιώτερον. Δίδωσι τοίνυν τῆς μαγικῆς αὐτῷ τὸν θηλῆς τὸν ὀπὸν, κωνείῳ τινὶ ψυχικῷ τὴν ἀγαθὴν ἀπονεκρούμενος ὄρεξιν, καὶ τὸν νοῦν ἐνθάπτει τῷ σώματι τῷ κρυμῷ τῆς ἁμαρτίας πηγνύμενον. Ὦ φιλοστοργίας ἀστόργου, καὶ ἐχθρᾶς ἀγαπήσεως. 'Εκπαιδεύει τῶν κακῶν ὁ σκορπίος στρεβλῶς βαδίζειν τὸν ἔκγονον, καὶ παραινεῖ μὴ νοθεύειν τὰ πατρῷα κινήµατα. Σεµνύνεται γὰρ τῇ στρεβλώσει τῆς διανοίας, καὶ τέρπεται, ὑγίειαν κρίνων τὸ νόσημα. Κληρονόμον τοίνυν τοῦ πάθους τὸν παῖδα καθίστησιν, ἐπιτρόπους αὐτῷ προκαταστήσας τούς δαίμονας. Θριαμβεύειν γὰρ οὐκ αἰσχύνομαι τὰ τοῦ μάρτυρος. Ὅπου γάρ ἐπλεό- νασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τὸ γὰρ πατρῷον ὁ παῖς οὐ παρεδέξατο μίασμα, ἀλλὰ τοῦ κλήρου τῆς δυσσεβείας ἀποστάσιον ἐποιήσατο, καὶ ταῖς ἐπιτρόποις δικάζεται, οὐ τὰ πατρῷα ζητῶν, ἀλλὰ συντηρήσει μεμφόμενος καὶ τὴν λευκὴν ψῆφον ἐπάγεται, τὴν ζοφώδη γὰρ ἀγαπῶσιν οἱ δαίμονες. Ἀνακαλύπτει γοῦν τὴν πατρῴαν αἰσχημοσύνην ὁ παῖς, καὶ γίνεταί τις εὐσεδῆς πατραλοίας, ὁ δυσσεβής ὑπεξούσιος. Ὦ ῥόδον ἐξ ἀκάνθης φυόμενον, καὶ ρίζης πικρᾶς γλυκύτατον στέλεχος. Μάγος πατὴρ καὶ μάρτυς ὁ παῖς, πολιὰ παράφρων, καὶ νεότης ἔμφρων εὑρίσκεται καὶ τὴν τῆς ἡλικίας διάθεσιν καινοτομοῦσιν ἀμφότεροι, ἀντιμεθιστῶντες τοῖς χρόνοις τὰ πράγματα.

᾿Επεὶ γάρ Χοσρόης, ὁ τῆς φθορᾶς γεωργὸς καὶ σπορεύς πολεμικῷ σιδήρῳ νεαρὸν ηὐτρέπισεν ἄσταχυν, ληΐῳ Μαγουνδὰτ στρατιωτικῷ συνετάττετο καὶ τῷ βασιλεῖ τέως Περσῶν ἐνεῤῥιζοῦτο πολίσματι, τῇ ἄλωνι τῆς παρατάξεως φυλαττόμενος. Ἔτεμνε γὰρ, καὶ τήν γῆν ἐπυρπόλει τὴν οἰκείαν ὁ βάρβαρος, ἵνα συγκαταφλέξῃ τὴν ὅμορον, καὶ ζημιούμενος ἥδετο συνδαπανώμενος τοῦ γείτονος. Οὕτω γὰρ ἧν ὠμοφάγος τύραννος, ὡς μηδὲ τῶν ἰδίων σαρκῶν, δίκην πολύποδος, παραφείδεσθαι. Ὅτε δὲ τῶν ἡμετέρων ἁμαρτιῶν ἡ φλόξ τό ὑλικὸν πῦρ ὑπανῆψεν ταῖς πόλεσιν, αἱρεῖ τὴν Ἱερουσαλὴμ Ναβουχοδονόσωρ ὁ νεώτερος, καὶ τῆς Καινῆς Διαθήκης τὴν κιβωτὸν ἀποφέρεται τροφὴν τῷ πυρὶ προσενέγκας τὸ πόλισμα τότε τὰ ζωοποιὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ καὶ τίμια ξύλα τὴν τοπικὴν ἐποιοῦντο πρὸς τῇ Περσίδι μετά-βασιν. Ὦ παραδόξων θαυμάτων ὑπερβολαί ! ὡς ὑποχείριος ὁ Χριστὸς τῷ ἅδῃ προσέρχεται, καὶ σκυλεύει τὸν θάνατον ὡς αἰχμάλωτος ὁ τοῦ Κυρίου σταυρὸς Πέρσαις ἀπὴγετο, καὶ τὴν Περσικὴν ἀνδραποδίζει θρησκείαν, τὸν ἔνσαρκον ἅδην καταβαλών, τὸν ἀλάσστορα τύραννον. Εἰκὼν γὰρ ἦν τὸ γινόμενον τῆς πρώτης τοῦ θανάτου πορθήσεως. Οὕτω τῆς πλάνης ὁ τοῦ Κυρίου σταυρὸς διαῤῥὴξας τὸ τείχισμα, καὶ τὰς ἀξίας ἑαυτοῦ ζωγρήσας ψυχάς, τοῦ ἀληθινοῦ φωτὸς ἐχαρίσατο τὴν ἀπόλαυσιν ἐκλάμψας γὰρ ταῖς ἀκτῖσι τῆς θείας δυνάμεως, τῶν μὲν ἀπίστων τοὺς τῆς καρδίας ἔπληξεν ὀφθαλμούς δίκην ἀστραπῆς, τῇ λαμπρότητι, τῶν δὲ πιστῶν ἐφώτισε τῆς διανοίας τὰ ὄμματα. Φήμη δὲ τὴν Περσίδα τις διατρέχουσα, παρεῖναι τὸν Θεὸν τῶν Χριστιανῶν, διεκήρυττεν καὶ τοῦτο ἀγνοεῖν ἐξῆν οὐδενὶ, τὴν παράδοξον λεγόντων ἁπάντων, καὶ ἀκουόντων διήγησιν φιλεῖ γὰρ τὰ μεγάλα τῶν πραγμάτων, μηδὲ τὰς μικρὰς ἀκοὰς ἀποκρύπτεσθαι. ᾽Ενηχήθη τοίνυν τὴν τοῦ παναγίου σταυροῦ καὶ Μαγουνδάτ παρουσίαν καὶ τῆν ἐξ αἱμάτων ᾿Ερυθράν τῶν δαιμόνων νηχόμενος θάλατταν, δίκην κτενός, ἐφαπλώσας τῆς διανοίας τὰς πτύχας, γλυκεῖαν σταγόνα, τὴν φήμην δεξάμενος, εἰς πολύτιμον κατὰ μικρὸν μετέβαλεν μάργαρον. Οὐ γὰρ παρῆλθεν τὴν ἀκοὴν ἀβασάνιστον ἀλλὰ τῆς φήμης γευσάμενος ἐμφορεῖσθαι τοῦ ξύλου τῆς ζωῆς προσεγλίχετο. Ὦ ὄρεξις ἀγαθή, καὶ πλεονεξία ὀφθαλμοὶ ψυχικῆς καθαιρόμενοι πηγῆς τὴν κατάνυξιν ἀνακρούουσι, καὶ γίνονται Σιλωάμ τῷ λογισμῷ, τὴν νοσήματι πηρωθεῖσαν ὑγιοῦντες διάνοιαν. Τοῖς ναοῖς τοίνυν ὁ ἄνθρωπος ἐπιφοιτῶν τοῦ Θεοῦ, τοῖς τῶν μαρτύρων ἐνεγυμνάζετο διηγήμασιν, εὐδαιμονίζων τὰ πάθη, καὶ ζηλῶν τὴν ὁμοίωσιν εἶτά τι περινοεῖ μεῖζόν τε καὶ θειότερον, τὴν ἐν Ἱεροσολύμοις μετάβασιν, καὶ τὴν ἐκεῖ διὰ τοῦ παναγίου βαπτίσματος κάθαρσιν. Ὡς δὲ πρᾶξις ἡ ἔννοια γίνεται, καὶ βεβαιοῦται τῷ πέρατι, καὶ τοῖς Ἱεροσολύμοις ἐφίσταται ξενοῦται παρ᾿ ἀνδρὶ τὴν αὑτὴν ἐργασίαν ἀπάγοντι, τῆν τέχνην ὡς εἰπεῖν ἀδελφῷ καὶ χειραγωγῷ τῆς ἀμφοῖν οἰκειότητος ἡ τῶν ξένων γὰρ ἀγνωσία φιλεῖ τῇ γνωρίμῳ τέχνῃ παρ᾽ ἀλλοδαποῖς εἰσοικίζεσθαι, καὶ προλαμβάνει τὴν συνήθειαν τοῦ ἐπιτηδεύματος ἡ ὁμοίωσις, ἄφνω προσοικειοῦσα τοὺς πόῤῥωθεν. Τούτῳ παραγυμνοῖ τὸν θεάρεστον ἔρωτα προπηδᾷ, γὰρ τῆς γλώττης ἀεὶ τὸ ποθούμενον, καὶ τυραννεῖ τὴν διάνοιαν, εἰ καὶ τύχοι μάλιστά πως ἐπαινετοῦ τινος ἀξιώματος. Ὁ δὲ τὴν ἔνθεον ἀποθαυμάσας ἐκπύρωσιν Ἠλία, τῷ τῆς ἁγίας Ἀναστάσεως ἱερεῖ, καλλίστην ἀποφορὰν τὸν ἄνθρωπον ἤγαγεν, ὃς πατρικοῖς σπλάγχνοις, οἷα Θεοῦ δῶρον, ἀσμένως αὐτὸν προσδεξάμενος, Μοδέστῳ τῷ ὁσιωτάτῳ προσήνεγκεν, τὸ μὲν ἱερατικὸν ἀξίωμα πρεσβυτέρῳ, φύλακι δὲ τὸ τηνικαῦτα τοῦ ἀποστολικοῦ θρόνου τυγχάνοντι, μετ᾿ οὐ πολὺ δὲ καὶ αὐτοὺς διευθύναντι τῆς ἱεραρχίας τοὺς οἴακας τοῦτον ὁμοτρόπῳ τὸ γένος, καὶ τὴν θρησκείαν συνάψας ἀνδρὶ, ὥσπερ τι ζεῦγος ἀμώμητον, τῷ Χριστῷ τῷ θείῳ πυρὶ τοῦ βαπτίσματος ὁλοκαυτωθὲν. οἷά τις ’Ηλίας ἐκκαίων ὕδατι τριαδικῷ τὰ διχοτομήματα. ᾿Εν γὰρ κἀνταῦθα τὴν γνώμην οἱ ἄνθρωποι εἰς διάφορα μέλη φαινόμενοι γίνονταν τοιγαροῦν καὶ τὸν ἄνω βίον ἐφάμιλλοι τὸν τοῦ μαρτυρίου στέφανον ἐπὶ καιροῦ περιθέμενοι ὧν θάτερος μὲν ἀνδρείως ἐνέδεστη διὰ σταυροῦ τοὺς ἀγῶνας τῆς πίστεως ἐνεδέξατο, ἐν οὐρανῷ στήσας τῆς εὐσεβείας τὸ τρόπαιον' ὁ δὲ καθ᾽ ἡμᾶς καλλίνικος ἀθλητὴς ἐν Περσίδι κατηγωνίσατο τὸν ἀντίπαλον: ἀλλὰ γὰρ ἄμφω μὲν ὁ λόγος τιμᾷ οὐ μὴν ἀγωνίζεται δίαυλον, ἀρκεῖ γὰρ αὐτῷ κατατολμῆσαι πρὸς στάδιον.

Τίθεται τοίνυν προσηγορία τῷ Μαγουνδάτ ᾿Αναστάσιος ἀνέστη γὰρ, ὡς ἀληθῶς, τοῦ ὀλεθρίου συμπτώματος, καὶ τοὺς στύλους τῆς ψυχῆς ἀνώρθωσεν, ἐν τῇ βάσει τῆς πίστεως ἱδρυσάμενος μεταμφιέννυται σὺν τῷ τῆς ἀφθαρσίας ἐνδύματι καὶ τὸ ὄνομα ἔπρεπεν γὰρ ὅλως αὐτῷ τὸν παλαιὸν ἄνθρωπον ἀποδύσασθαι, καὶ νέον γενέσθαι, δι᾿ ὕδατος ἀναγεννηθέντα, καὶ πνεύματος τῷ Κυρίῳ προσέτρεχεν ὁ Ἀναστάσιος, καὶ τὸ μαγικὸν ἀπεσβέννυτο πῦρ τῷ ἁγίῳ τοῦ βαπτίσματος ὕδατι.

Τίς οὖν γένωμαι τὸ ἐντεῦθεν; ποίαν ἀναδέξωμαι γλῶσσαν, ἢ λόγων πηγὰς, ἤ νοῦ θεωρίαν, ἵνα τοῖς ἑξῆς θρασύτερον ἀνιπτάμενος, μὴ δόξω κηρίναις πέτασθαι πτέρυξιν ; Ἐπεὶ τοῦ βαπτίσματος, ἡ ἑβδοματικὴ παρατήρησις ἐτετέλεστο, ὁ ὁσιώτατος Ἠλίας, ἐν τούτῳ γὰρ τῆς καταγωγῆς ἐγεγόνει, τῷ μάρτυρι πρόσεισι τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ πυνθάνεται τί ἂν τὸ λοιπὸν βουλομένῳ προσγένοιτο; Ὁ μὲν οὖν αὕταρκές μοι, ἔφη, τῆς προσκαίρου ζωῆς τὸ ἐπίμοχθον καὶ ποθῶ τὴν ἑκούσιον νέκρωσιν φιλῶ θάνατον πατέρα ζωῆς, ζωὴν γάρ θανάτου μητέρα βδελύττομαι μοναδικὴ μοι δίαιτα τὸ ζητούμενον, καὶ ἀγγελικὴ πολιτεία τὸ ποθούμενον ὅλος γὰρ ὢν τὸ πρὶν σαρκικὸς, ὅλος ἐγεγόνει πνευματικὸς, καὶ βίου παλινῳδίαν ἐκρίνετο, καὶ ταῖς ἔμπροσθεν ἀντεστρατεύετο πράξεσιν, ὁ γάρ ἐν αὐτῷ σπινθὴρ τῆς θεοσεβείας ἐγκρύφιος ἐγεγόνει πυρσός. Ἄγει τοίνυν αὐτὸν ἐπί τινα λογικῆς ἀγέλης σηκὸν, καὶ θεῖον, ὡς εἰπεῖν, φροντιστήριον, καὶ τὸν τόπον τοῦ ᾽Αββᾶ ᾽Αναστασίου ὀνομάζουσι μονὴν, σημείοις τρισὶν ἢ τέτταρσιν ἀπῳκισμένον τῆς πόλεως ἔνθα δὴ τὸν ἱερὸν ἀρνὸν Ἰουστίνῳ τῷ τῆς μονῆς προεστῶτι προσφέρεται, τά τε Θεῖα σοφῶς καὶ νέμειν ἀκινδύνως εἰδότι τὸ ποίμνιον, καὶ λύκοις τηρεῖν ἀνεπίβατον καρτερῷ τειχίῳ τῆς εὐσεβείας φρουρούμενον. Οὗτος ὁ ἱερὸς τὸν νέηλυν τῇ πνευματικῇ συμμορίᾳ κατέταξεν, Ἡρακλείου τοῦ εὑσεβοῦς ἔτος τῇ βασιλείᾳ δέκατον διανύοντος. Τοῦτον ξεναγεῖν ἢ καὶ παιδοτριβεῖν, ἄμεινον εἰπεῖν, ἐμπιστεύει τῷ τὰ τοιαῦτα ἐκ τοῦ ἄρχεσθαι τὸ ἄρχειν καλῶς μελετήσαντι, καὶ προτιθεμένῳ τῷ γυμναζομένῳ τύπον ἑαυτὸν καὶ παράδειγμα. Πύρρος οὗτος ὁ καθ' ἡμᾶς , οὐ γὰρ ἀδικήσομεν ὑμᾶς τῇς εἰδήσεως, ὥσπερ τι τῶν ἀῤῥἡτων ἀποκρύπτοντες. Παιδοτριβεῖ τοίνυν αὐτὸν, τοῖς ἀπαλωτέροις ἐγγυμνάζων μαθήμασι, γραµµάτων μελέτῃ, καὶ τῶν ὅσα τῶν τοιούτων εἰσὶ σκαμμἁτων ἀρχαί ἀρίστης γὰρ τοῦτο διδασκαλίας, τὸ μὴ τοῖς προτέροις ἐνάρχεσθαι, εἶτα τὴν Δαβιδικὴν ἐμμέλειαν ἐξεπαίδευεν, οἷον ὑπὸ σάλπιγγι διδοὺς καταγωνίζεσθαι τὸν ἀντίπαλον ὡς δὲ καλῶς ἔδοξεν ἔχειν αὐτῷ τὸ προγύμνασμα, τὴν κόμην αὐτὸν ἀφαιρούμενος, τῷ τιμίῳ τῆς ἀσκήσεως καθώλπιζε σχήματι τῆς ψυχῆς γὰρ κρατούσης τοῦ σώματος, ὡς αἰχμάλωτον τὸ σῶμα λοιπόν τῆς κόμης τὸν καλλωπισμὸν ἀποτίθεται καὶ δουλαγωγεῖται, σαφῶς τῷ σχήματι τὴν ὑποταγὴν ἐνδεικνύμενον ἅ δὲ τούτοις ἀκόλουθα καὶ τοῖς ἀρετὴν μεταθέουσι νόμιμα, ταῦτα διηγησόμενος πάρειμι.

Ὀψοποιός ὁ µακάριος τοῖς ἀδελφοῖς προχειρίζεται, οὐ τεθρυμμένης τινὸς ἢ ἁβρᾶς ἐστιάσεως- μέλλει γὰρ αὐτοῖς οὐδενὸς, πλὴν ὅσον ἀναγκαίως καθυπουργῆσαι τῷ σώματι, καὶ λειτουργῆσαι τῇ σαρκὶ λειτουργίαν ἀνέγκλητον, ἀλλὰ τινος ἐνταῦθα τίς ἂν ἀξίως ἀγασθείη τὸν ἄνθρωπον, τῆς ἀποικίλου καρυχείας τὸ εὔμετρον, ἢ τῆς εὐπροσίτου τοῖς πᾶσι τροφῆς, ἢ τόγε κρεῖττον τῆς τῶν τρόπων ἡδύτητος, δι᾿ ἧς ἅπαντες καὶ πρό γε πάντων Θεὸς ἐνευφραίνετο; Πάντα γὰρ ὅσα ἂν ποιῇ, κατευοδωθήσεται δίκαιος. ᾿Εκ δὴ τούτων ἐφ᾿ ἑτέραν μετανίσταται λειτουργίαι, οὐκ αὐτὸς αὐτῷ ταῦτα νομοθετῶν, τῷ δὲ προστάγματι πειθαρχῶν τῆς ἀσκήσεως. Κῆπος αὐτῷ πρὸς ἐπιμέλειαν ἐμπιστεύεται. Τί οὖν τὸ ὑπόλοιπον ἢ φροντίδας ἔχειν κηπεύοντι, καὶ πρὸς τῇ γῇ τὸν λογισμὸν ἐνδεσμεύεσθαι; ὁ δὲ (καὶ γὰρ ἦν ἀμφιδέξιος) γεωργεῖ τὸν κάτω παράδεισον, καὶ τρυγᾷ τὸν παράδεισον ὕδατι καταπιαίνει τὴν γῆν, τὴν δὲ ψυχήν ἁρδεύει τοῖς δάκρυσι, καὶ καρποφορεῖ καλῶς ἐπ᾿ ἀμφοῖν. Δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, προφητικῶς προηγόρευται, ὡσεί κέδρος, ἡ ἐν τῷ Λιβάνῳ, πληθυνθήσεται. Οὕτως αὐτῷ τῆς ἀρετῆς ὁσημέραι λαμβανούσης ἐπίδοσιν, τῷ τε ζήλῳ τῷ τῶν Πατέρων βίῳ καὶ τοῖς θείοις οὐ παρέργως λογίοις την ἀκοήν ὑπετίθετ, ἐντεῦθεν ἐκ τῆς τῶν ἀγαθῶν πηγῆς τὴν σωτηρίαν πρὸς τὴν ψυχὴν εἰσρεόμενος, ἡνίκα δέ τι παραῥῤυὲν τῷ βάθει τῶν λεγομένων διέφυγεν ἄγνωστον, ἀνερωτῶν τόν διδάσκαλον, τὴν ἀποῤῥοὴν τῆς ἀγνωσίας ἀπέφραττεν, εἰ δὲ που καὶ τοῖς τῶν καλλινίκων μαρτύρων ἐνέτυχεν διηγήμασιν (ἀεὶ δὲ τοῦτο πρὸς τό οἰκεῖον διαπράττετο καταγώγιον), ἀκάθεκτος τὴν ἐπιθυμίαν ἐγίνετο, ἐκλιπαρῶν τὸν Θεὸν ὑπὲρ αὐτοῦ τοῖς ὁμοίοις ἐναθλῆσαι παλαίσμασιν, καὶ γνώμων ἀκριβὴς τοῦ πόθου τοῦ μάρτυρος ἡ συνεχὴς τῶν τοιούτων ἀνάγνωσις. Εἴωθε γὰρ τις ἅπερ ἐρᾷ καὶ ἀκοῇ, καὶ γλώττῃ, καὶ διὰ πάσης ἄγειν αἰσθήσεως, καὶ γυμνοῦται λοιπὸν ἡ διάθεσις, εἰ καὶ τό δοκεῖν τὸ ἐννόημα κρύπτεται. Ταῦτα τοῦ μάρτυρος τὰ γυµνάσια, ταύταις ἑβδομὰς ἐτῶν ταῖς μελέταις ἐγγίνεται. Ὁ μὲν οὖν μισόκαλος δράκων, ὁ πάσης ἀντίπαλος ἀρετῆς, φθονῶν τῷ ἁγίῳ τῆς πρὸς Θεὸν ἀναβάσεως, ἀνεκίνει τό δυσσεβὲς αὐτῷ τῆς μαγγανείας ἀῤῥώστημα, εἶτα τῆς ὑγιοῦς ἀποπειρώμενος διαθέ-σεως ἐκλύειν, ταύτην ὑπώπτευε τῷ προτέρῳ νοσήματι, καὶ τὴν μαγικήν, ὡς εἰπεῖν, Εὔαν ὑπέπεμπεν, ἐξάγειν ἐπιχειρῶν τοῦ παραδείσου τῆς πίστεως. Οὐ µὴν τὸν στεῤῥὸν ἐκεῖνον ἠπάτησεν ἄνθρωπον ἤδη γὰρ αὐτῷ τὸ πονηρὸν ἐλέλυτο συνοικέσιον ὅμως ἐκκαλύπτει τῷ διδασκάλῳ τὸ ἐγκάρδιον νόσημα, ἰατρεῦσαι δεόμενος τὸ πονούμενον  θεῖα γὰρ τῷ Πατρὶ συνῄδει χαρίσματα. Τί οὖν ὁ μέγας ἐκεῖνος τῶν ψυχῶν ἰατρός; Συγκαλεῖται τοὺς ἀδελφοὺς πρὸς ἐπίσκεψιν, καὶ τὸν κάμνοντα νοσοκομῶν παραινέσεσι, τὰς εὐχὰς διδοὺς ἀντιφάρμακον, ποιεῖ τὸν ἰὸν ἐξεμέσαι τοῦ δράκοντος.

Ἀλλ' ἤδη μοι τὸ σκάφος τῶν λόγων ἐφ᾽ ἑτέραν ἀγωγὴν εὐτρεπίζεται οὐ γὰρ οἱ λιμένες τὸ πέρας, ἀλλ᾽ ἡ τῶν φορτίων διάπρασις. Ὄναρ ὁ μακάριος ἢ τότε ἀληθέστερον ὕπαρ ὁρᾷ, ἐγρηγόρει γάρ ἡ ψυχὴ πρὸς Θεόν καὶ ὁ νοῦς οὐκ ἐκάθευδεν. Ἡ δ᾽ οὖν ὄψις ὅρος ἦν, οὐ ταυτὸν τοῖς ἄλλοις, καὶ οἷον χαμαίζηλον, μεγέθει δὲ μέγιστον καὶ κάλλει διαφανέστατον, καὶ τὴν κορυφὴν οὐρανῷ μᾶλλον ἢ γῇ πλησιώτερον. Εἱστήκει δὲ τοῦ Θεοῦ ἄνθρωπος ἐν αὐτῷ, καί τις νεανίας οἴνου φιάλην ὀρέγων ἐφίσταται. Οὐκ οὖν ὕλη ταύτῃ μικροπὴς τις ἤ εὐώνυμος, ἀλλ᾽ οἷα δορυφορεῖ τοὺς εὐδαίμονας τέχνης διαπρεποῦς χρυσός καὶ λίθοι δὲ αὐτὴν περιέστεφον πολυτελεῖς καὶ βασίλειοι καὶ λέγοντος ἀκούειν ἐδόκει Σοὶ τὸ ποτήριον ᾠνοχόηται τοῦτο ὁ δὲ δεξάμενος ἔπιεν καὶ γὰρ οὕτως ἡδὺ κατεφαίνετο. Εἴτα τῇ ὄψει διαναστὰς ἤδη γάρ ἐνθουσιᾷν ὑπῆρχε τὸ κεκινῆσθαι τῷ πνεύματι, πρὸς τὴν ἔννοιαν μελῳδῶν ἀνεβίβαζεν, ἐπίστατο γάρ λέγειν Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς καὶ ἡ νὺξ ἤδη τὴν ἁγίαν Κυριακὴν προεκήρυττεν. Ἐδίδοτο τοιγαροῦν αὐτῷ τοῦ ὀνείρατος ἡ προφητεία γραφικαῖς ἀναπτύξεσι σκιαγραφοῦσα τὴν τῶν μελλόντων ἀπόβασιν. ᾿Επεὶ γὰρ ὑπερώρα τῶν κάτω, καὶ τοῖς ἄνω τε καὶ θειοτέροις προσέβλεπεν καθαρὸς ὢν τῇ καρδία Εἰς τὸ ὅρος ἀνέβη τοῦ Κυρίου, καί ἔστη ἐκ τόπῳ ἁγίῳ αὐτοῦ ἔνθα τῇ πίστει βεβαίως ἱστάμενος τὸ ποτήριον τοῦ θανάτου δέχεται κατά τὴν τοῦ Κυρίου φωνὴν Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο, τῆς ὕλης δηλαδή τοῦ χρυσοῦ τό δόκιμον ἐμφαινούσης καί τίμιον. Εἶτα τό τερπνῶς ἐκποθὲν πόμα προσκείμενον τὴν δι’ αἵματος ἑκούσιον τελευτήν ὑπῃνίττετο ἡ δὲ περιτρέχουσα λίθος τὴν κύλικα, τὴν ἄνωθεν αὐτῷ δεξιὰν προηγόρευε, τοῦ μάρτυρος τὸν στέφανον ἐκ λίθου τιμίου λαμπρῶς εὐτρεπίζουσαν  οὕτω τῇ προτυπώσει τῶν φανέντων ψυχαγωγούμενος ὁ θαυµάσιος ἄνθρωπος, ἔν τινι τῶν ἱερῶν οἰκίζων τῆς μονῆς προεστῶτα παραλαβών δι᾿ αἰτήσεως, ῥίψας ἑαυτὸν ἐπ᾽ ἐδάφους, τοὺς πόδας δακρύοις κατέπλυνε, καὶ βοῶν ἑλιπάρει. Δίδου Πάτερ, τὴν τελευταίαν εὐχήν δίδου μοι τῆς μακαρίας ἀποδημίας ἐφόδιον, δίδου μοι παραπομπὸν τῆς ἐκεῖ μετοικήσεως οἶδα. Πάτερ, τῷ κόπῳ σού με πῶς ἐφυτούργησας οὐκ ἀγνοῶ τοῖς σοῖς με πῶς ἱδρῶσιν ἐπότισας ἐπίσταμαι ταῖς σαῖς χερσὶ τὰς ἐμᾶς ἀκάνθας ὅπως ἐξέκοψας, σύ με τῆς βιωτικῆς ναυαγίας διέσωσας, καὶ ταῖς ἀγκύραις καθορμήσω τῆς πίστεως. Ἀνέκρινε τοίνυν αὐτὸν ὁ Πατὴρ ὅθεν τῆς μεταστάσεως ἐπαισθάνεται ὁ δὲ παραυτίκα τὸν προφήτην ἀνιστόρησεν ὄνειρον, ἐγγυώμενος ἀγχίθυρον εἶναι τὸν κοινὸν, ἤ τὸν ὁπωσοῦν αὐτῷ χρεωστούμενον θάνατον-ἀνεβάλλετο γὰρ διαῤῥήδην ἐξαγορεῦσαι τὰ μέλλοντα, τὴν τοῦ Πατρὸς ἐπὶ τῷ φορτικῷ δεδοικὼς ἐπιτίμησιν. Ὁ δὲ πρὸς ἀρετὴν παραθήγων τὸν ἅγιον  Εὐφραίνου τέκνον, φησὶν, εἰ τῶν ἐλπιζομένων ἐγγὺς εἶ δωρεῶν ἀγωνίζου νῦν ἀνδρικώτερον, ἵνα στεφανωθείης λαμπρότερον ἔτι μικρὸς ὑπολέλειπται κάματος, καὶ µεγάλη τῶν προσδοκωµένων ἡ ἄνεσις. Ὀλίγος ἱδρὼς σβεννύει τὴν γέενναν τῇ εὐσεβείᾳ τὴν τελευτὴν χαρισώμεθα. Τῷ τέλει γὰρ τὰ πράγµατα διακρίνονται ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τά μὲν οὖν ἄλλα ὅσα τῶν ἀκοῶν κατεπῇδε τοῦ μάρτυρος μακρὸν ἀριθμήσασθαι μήτι γε διηγήσασθαι. Τούτοις ἐπιῤῥωθεὶς ὁ μακάριος (ἀεὶ γὰρ τῷ Πατρὶ προσανεῖχεν τὸν νοῦν, καὶ νόμον εἶχεν τούτου τἀ ρήματα), συντελε-σθείσης τῆς ἱερᾶς λειτουργίας, τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα καὶ αἷμα δεξάμενος, τοῖς ἀδελφοῖς ὁμοτράπεζος γίνεται καὶ καθευδήσας μικρὸν, ὅσον δὴ λαθεῖν τοὺς ὁμόφρονας, λαθραίως ἀφίπταται, οἷα νεοττὸς ἀετοῦ τῆν πτῆσιν τελέσιος μηκέτι φέροι τῇ καλή προσκαθέζεσθαι. Ἔξω τοίνυν μηδὲν ὅτι μὴ τῶν ἀναγκαίων τῆς σαρκὸς καλυμμάτων ἀγόμενος, καλὸν εὐσεβείας ἐμπόρευμα τῆν ἀχρηματίαν ἐνθέμενος ἀκτημοσύνη γὰρ πλοῦτος αὐτῷ, καὶ πορισμὸς ἦν ἡ εὐσεβεία. Ἐντεῦθεν ἀπανίσταται πρὸς Διόσπολιν πρός ἀγῶνας Γεωργίῳ τῷ μάρτυρι προσευξόμενος τῆς ὁμοίας ἀθλήσεως, φιλοῦσι γάρ πως οἱ ἄνθρωποι ἀγῶνος ἀρχόμενοι προσοικειοῦν ἑαυτούς τοῖς ἤδη νικήσασιν. Ἐκεῖθεν εἰς τό Γαριζίν ὄρος μετέρχεται, ἔνθα τοῦ λογισμοῦ τόν παῖδα τόν Ἰσαάκ προσενέφερεν, θύων τῷ Θεῷ θυσίαν αἰνέσεως, ἤ τὸ εὐάρεστον ἀρνοῦ πρός ὑπαλλαγὴν οὐκ ἐδέετο. Εἶτα καί πρός τήν Στράτωνος ἥκει Καισάρειαν ἀγόμενος ἄνωθεν ' ἡγεῖτο γὰρ τῷ Θεῷ, θαυματουργίας ἐπίδειξις. ᾿Εν τοίνυν τῷ τεμένει τῆς πανυμνήτου Θεομήτορος ἐναυλίζεται ὁπλιζομένῳ γὰρ πρὸς ἀγῶνας ἐχρῆν τοιοῦτον προσλαμβάνειν ὁρμητήριον. Ὡς δὲ δύω τῆς καταγωγῆς ἡμέραι διέδραμον, ἐπὶ τὸ τέμενος τῆς Ἁγίας Εὐφημίας διανύων περίπατον, ἔνθα τῶν άθλων αὑτοῦ τὸ προοίμιον λαμδάνει...τὴν γένεσιν. Θέαμά τι καθορᾷ τῶν οὐ ξένων, κατά γε τὸν πρῶτον τὸν βίον αὐτοῦ. Μάγοι περιστάντες πῦρ ἀνεμαγγάνευον, σύστημα πονηρὸν καὶ δαιμόνων ὑπήκοον. Τούτοις ἐγκάρδιος ὁ τοῦ Χριστοῦ στρατιώτης ἐπέδραμεν, παίων τῇ γλώττῇ, καὶ τιτρώσκων τοῖς ρήμασι ψυχαὶ δὲ ἦσαν αὑτοῖς αἱ βαλλόμεναι, μηδενὸς ὅπλου λογικοῦ πρὸς ἄμυναν εὐπορήσασαι στρατηγὸς γὰρ οὐκ ἦν αὐτοῖς εὐπαράσκευος. Παρεγύμνου τὸν λόχον, καὶ τὸν δόλον ἐμήνυεν, τὴν γνῶσιν ὡς αὐτόμολος μὴ κλεπτόμενος. Τί πλανᾶσθε, φησὶ, καὶ πλανᾶτε; τί τερατεύεσθε, καὶ κομπάζετε φληνάφους πρὸς ἀπώλειαν ψυχῶν ἀνευρίσκοντες; Τῶν δὲ θαυμαζόντων, καὶ τὸν τρόπον ἀναζητούντων τῆς γνώσεως, ὑπολαβών ὁ θαυμάσιος Κἀγὼ τοῖς αὑτοῖς ἐστράτευμαι πρότερον ἐνόσουν κἀγὼ τὸ παρ᾽ ὑμῖν πολύτιμον νόσημα ἐμαινόμην ποτὲ τῆν παραφορὰν τὴν ἑκούσιον. Τούτοις τὰ νῶτα διδόντες, καὶ καθομολογήσαντες τῆν ἀσέβειαν, ἐλιπάρουν ἔκπτυστον αὑτοῖς μὴ γενέσθαι τὸ σόφισμα, κέρδος ἡγούμενοι τῆν τοῦ ἀνδρὸς ἀναχώρησιν. Ἤδη δέ πως αὑτοῦ τὸ λειπόμενον τῆς πορείας ἀνύοντος, τὴν τάξιν ἰππόται τοῖς προπυλαίοις τοῦ Δερβᾶς ἐφιζάνοντες, ὅ δή φίλον ἀρχεῖον παρ' Ἕλλησιν ὀνομάζεσθαι, θεασάμενοι τὸν μακάριον διελάλουν εἶναι κατάσκοπον. Τί οὖν ὁ γεννάδας ἐκεῖνος; ἀντιβλέψας γενναῖον, καὶ συναναστήσας τῷ ὀνόματι, καὶ τὸ φρόνημα τῆν ἀδολεσχίαν τῶν ἀνδρῶν ἀπεφαύλιζεν μήτηρ γὰρ τῆς καλῆς παρρησίας ἐστὶν εὐσέβεια. ᾿Εγώ ποτε τὴν αὐτὴν ὑμῖν τάξιν ἐταττόμην, φησὶν, ἵππον ἀναβαίνων, καὶ τόξον ἐντείνων, ἀσπίδα προτείνων, καὶ σείων ἀκόντιον νῦν δὲ στρατεύομαι τῷ Χριστῷ, καὶ τῶν ὑμετέρων πατόπτης οὐκ ἀφῖγμαι καὶ ταῦτα κατέλεγεν ἑαυτοῦ μᾶλλον ἢ ἐκείνων ὑπάρχων κατάσκοπος οὐ γὰρ ἔδει κρύπτειν, ὥς τι λῃστρικὸν, τὸ φιλόχριστον , ἢ ψεύδει τὴν σωτηρίαν ὠνήσασθαι, τόν γε τῆς ὄντως ἀληθείας ὑπήκοον. Εἶχον τὸ λοιπὸν τοῦ μάρτυρος κατὰ κράτος οἱ βάρβαροι, οἷα κυνῶν πλῆθος περιχυθέντες τῆς εὐσεβείας τὸν λέοντα. Τούτοις ἐπιγενόμενος ὁ σελλάριος, τίς τε εἴη, καὶ γένος ἀνίχνευεν,τὴν πεῦσιν ἀναπαύων τῇ ἀντιδόσει τῆς ἀποκρίσεως. Ἐκ δὲ τούτων τριταῖος ἐναυλισάμενος τῇ φρουρᾷ διημέρευσεν ἄσιτος, οὐκ ἀνορεξίᾳ τροφῆς χαλινούμενος, οὐ σπάνει τῶν τρεφόντων σφιγγόμενος ἀλλά τό µή φίλα νοεῖν τοὺς προσάγοντας τὴν ἐδωδὴν ἀπετρέφετο, δυσχεραίνων τοῦ γένους τὸ ὕφαλον, τὸν ἄνωθεν ἄρτον οὐ κόρακι, κατὰ τὸν προφήτην, δεχόμενος, τῷ πνεύματι δὲ νοερῶς χορηγούμενος. ᾿

Ἐπεὶ δὲ τὸν Μαρζαβανᾶν αὖθις ἡ πόλις ἐδέχετο (καὶ γὰρ ἔτυχεν οὐκ ἔνδημος ὢν), διαγγέλλει παρ᾿ αὐτὸν ὁ σελλάριος, τῷ ἀρχείῳ παραστησάμενος τὸν μακάριον ὁ δὲ ἐπιδημίας τὸν νέον καιρὸν οὐ παρέσχε τῆς πρὸς τὸν μάρτυρα διαλέξεως φιλεῖ γὰρ πλῆθος δήμου τοῖς ἐξ ὁδοιπορίας προσγίνεσθαι. Παρίσταταί τις αὐτῷ τῆν ἀρετὴν σπουδαῖος ἀνὴρ καὶ ὡς ἐν ξένοις γνωστός ἤδη γὰρ αὐλιζόμενον ἐν τῷ τῆς Θεομήτορος ἑωράκει νεῷ  καὶ καταμαθὼν τῆς ἐπιστασίας τὸ αἴτιον τῆς ἐνάρξεως αὐτὸν εὐδαιμόνιζε, καὶ πρὸς τὸ πέρας ὑπέθηγεν, ὡς ἔθος τοὺς θεατὰς τοῖς ἀθληταῖς ἐγκελεύεσθαι. ᾿Επεὶ δὲ προὐκάθητο μὲν ὁ Μαρζαβανᾶς, προσλαβών τι καὶ τοῦ φρυάγματος, ὀψὲ δὲ τῷ μάρτυρι γέγονεν εἴσοδος. Τὴν πάτριον εὐθὺς ἠρνεῖτο προσκύνησιν, τρόπῳ δημιουργῶν τὴν μετάθεσιν, καὶ σχήματι σημαίνων τῆς ψυχῆς τὸ ἀδούλωτον, κακίστης ὑποταγῆς ἀνακύπτων τὴν ἔναρξιν τοῦ δράκοντος γάρ τῆν κεφαλὴν ἐφυλάττετο, τῆς πτέρνης αὐτοῦ μὴ καταλιμπάνων ὑπόνοιαν- εἰ γὰρ τῷ χεῖρε δήσας τὴν κεφαλὴν τῇ γῇ προσκατέκλινεν, εἶχεν ἂν ὁ ἀντίπαλος φθέγγεσθαι. Ἡμέτερον τὸ προοίμιον οὐκ ἐξήμβλωσε τῆν μνήμην τῶν πατρίων ὁ ἄνθρωπος τῇ θέα μόνῃ τοῦ δικαστοῦ καταπέπληκται ἔτι μικρὸν δικαστά, καὶ μεταχωρήσει πάλιν αἰχμάλωτος. Ταύτην αὐτοῦ τὴν ἐλπίδα σοφῶς ἐξωστράκισεν.Τούτοις ὁ Μαρζαβανᾶς τοξοποιόν τάς ὀρφῦς, καί τήν ἀπειλήν ἐξαγγέλων τῷ βλέμματι, ἐγχρονίζει τῇ σιωπῇ, τῇ ἐλπίδι τοῦ φθέγματος, φοδερωτέραν ποιῶν τὴν ἐρωτήσιν εἶτά φησι, Τὶς τε εἶ, καὶ πόθεν, ὦ οὗτος, ἀνάγγελλε. Ὁ δὲ Χριστιανὸς ἀληθινός εἰμι. Πλήρης Θείας χάριτος ἡ ἀπόκρισις τῇ πρώτῃ λέξει τοξεύει τὸν δράκοντα, τῇ νευρᾷ τῆς ψυχῆς εὐτόνως ἱστάμενος. Χριστιανὸς ἀληθινός εἰμι ταὐτὸν ὑπῆρχεν εἰπεῖν, Βασιλική μοι σφραγὶς ἐπιβέβληται, καὶ τὸν θησαυρὸν τῆς σωτηρίας οὐ κλέπτομαι εἰ δέ σοι φίλον, καὶ ὅθεν διδάσκεσθαι, Πέρσης τῷ γένει, Ῥαζήχ μοι χώρα, καὶ πατρὶς Ῥασνουνὶ, τὴν τάξιν ἱππότης, τὸ ἐπιτήδευμα μάγος, καὶ τὴν ἀχλὺν τῆς πλάνης φυγὼν ταῖς ἀκτῖσι τῆς ἀληθείας κατέφυγον. Τῶν ρημάτων τῆς ἀσφα-λείας ὑπέρευγε ὡς σοφὸς στρατιώτης τὴν ἀσπίδα προτάξας τῆς πίστεως τῶν ἀσθενεστέρων ἀσφαλίζεται τὸ εὐάλωτον. Ὡς ἀληθῶς καλλίστη τῶν ρημάτων ἡ πρόοδος ἔπρεπε γὰρ ὡς ἐλευθέραν ἡγεῖσθαι τῆς Βαπίστεως συγγένειαν, ὡς δὲ δούλην ἕπεσθαι τὴν τοῦ σώματος. Αὖθις ὑπολαβὼν ὁ σελλάριος Ἀναφρόνησον, ἄνθρωπε, τοῦ νοσήματος, καὶ τὸ ὑγιαῖνον τῆς θρησκείας ἀνάλαβε, καὶ παρ᾽ ἡμῶν ἔσται σοι κτηνῶν δεσποτεία, πλούτου περιουσία, καὶ δωρεῶν κατάλογος ἕτερος. Καταπληξίας οὐ μικρᾶς τὸ λεγόμενον. Δοκεῖ τι τοιοῦτο βοᾷν Ἰατρεύσομέν σου τὴν νόσον ἡμεῖς, ἀλλά παρέξομέν σοι μισθὸν τῆς ὑγιείας, ὧ ἄνθρωπε. Πρὸς ταῦτα ὸ μακάριος Μή δῴη μοι ὁ Θεὸς τῆς ἀγαπήσεως ἐκπεσεῖν τοῦ Χριστοῦ μου. Διελέγχει σου τάς δωρεὰς, δικαστά, στηλιτεύει τὴν ἄνοιαν οὐκ ἀνέχεται κερδῆσαι φθαρτὰ, Θεὸν ἄφθαρτον ζημιούμενος ἀνορεκτεῖ δωρεῶν ὀγκούντων ἀσέβειαν. Μισῶ πλοῦτον, τὸν ἄνω θησαυρὸν ἀποκλείοντα. Εἶτα τὸ ἀφιλότιμον διαπτύων τοῦ σχήματος Τί οὖν ἐπιτερπὴς ἡ τῶν ρακίων σοι πέφυκεν ἔνδυσις; Καὶ γὰρ τούτοις σεμνύνομαι. Ὁ μὲν γυμνῶσαι σπεύδει τῆς εὑσεβείας τοῦ θώρακος ὁ δὲ περιτίθεται μᾶλλον, τοῖς ἐχθροῖς ἑαυτὸν δεικνύων ἀνάλωτον. Δαιμονᾷν, φησὶν, ὁ ἄνθρωπος ἕοικεν. Ὁ δὲ, Πρώην ἐγεγόνειν δαίμοσι καταγώγιον, νῦν δὲ τέμενος ὑπάρχω Χριστοῦ, δι᾽ ὃν δραπετεύουσι δαίμονες. Εἶτά φησιν Οὐ φοβῇ, μὴ πως ἀνασκολοπισθῆναι δεήσῃ βασιλέως κελεύοντος; ᾽Επαγαγὼν ὁ μάρτυς Ἄνθρωπον οἶδα, καὶ βασιλέα, καὶ σέ. Τούτοις ζέσας ὁ Μαρζαβανᾶς τῷ θυμῷ, Πρὸς τὸ φρούρειον ἑλκέσθω, ἔφη ἀχθοφορείτω λίθους ἐχέτω μηδεμίαν ἀνάπαυλαν. Ὡς ἀληθῶς θυμοῦ ταῦτα γεννήµατα φιλεῖ γὰρ ἑξουσία κολακείαις μὴ πείθουσα τὴν ἀνάγκην ἐπικαλεῖσθαι συνήγορον. Τούτοις ὁ γενναῖος ἀθλητής ἐξυπηρετῶν τοῖς προστάγμασιν, εἶχε τούτων ἐπεισόδια δυσχερέστερα προσιόντες γὰρ αὑτῷ τῶν ὁμοφύλων τινὲς, οὐκ ἀνεκτὴν ἡγούμενοι τὴν ἐγχείρησιν, ληστεύειν κολακείαις τὸν λογισμὸν ἐπειρῶντο τοῦ μάρτυρος, ἤ λοιδορίαις ὑπορύττειν ἱστάμενον, τὸν Χριστιανισμὸν ὀνειδίζοντες, καὶ τὸ ἄνθος βιαίως τῶν παρειῶν ἀπεθέριζον. Ὁ δε οἷα σιδήρῳ πυρίτης λίθος κρουόμενος τῇ βίᾳ τῆς πληγῆς τούς σπινθῆρας τῆς ἀρετῆς πλέον ἐξέλαμπεν. Λίθοις αὐτὸν κατεφόρτιζον, οὓς οὐδ᾿ ἂν τετρακτὺς ἀνθρώπων ὑπέμεινεν καὶ ταῦτα δεσμώτην ἕτερον τῆς αὐτῆς ἐπεχούσης ἁλύσεως. Οὕτως αὐτοῖς τὴν βλασφημίαν ἐπέπληττε, καὶ τὸ ἄχθος τῶν λίθων ἠνείχετο, τὸν ἀκρογωνιαῖον λίθον ἐπιποθῶν τὸν Χριστόν. Οὗτος πρῶτος τῷ δικαίῳ σκαμμάτων νικητήριος στέφανος, καὶ τῷ διαβόλῳ πτωμάτων ἦχος ἐξάκουστος.

Ἤδη δὲ πρὸς πάλην ἑτέραν ἐρχομένῳ τῷ μάρτυρι, θέατρον ὁ λόγος ἐπισυνάγει σεμνότερον, ἵνα θρίαμβον ἀγείρῃ λαμπρότερον. Αὖθις τὸν γεννάδαν ὁ Μαρζαβανᾶς διαπέμπεται, καὶ διαπλάσας ἐαυτὸν  σοβαρώτερον, Ἄγει δὴ, λέξον, ὦ οὗτος εἰ πατήρ σοι μάγος, καὶ τὴν τέχνην σὺ μαθητὴς, ἀποστομάτιζέ τι τῆς τοιαύτης μαθήσεως, ἵνα σου τῶν λόγων τὸ ἀψευδὲς διακρίνωμεν. Μή μοι οὖν, ἔφη, τὴν ἐμὴν γένοιτο γλῶτταν καθυπουργῆσαι μιᾶναι τὴν πρὸς τὴν εὔνοιαν εἴσοδον τὸ πρὸς εὐφημίαν ὄργανον ἀνατεθὲν τῷ Θεῷ βεβηλοῦν οὐκ ἀνέχομαι ἡ γὰρ πρὸς δοξολογίαν λύρα πολύφωνος, ἄφωνος ἐν τοῖς ἀτόποις εὑρίσκετο. Τῆς θρησκείας οὖν, φησιν ὁ Μαρζαβανᾶς, οὐ μελετᾷς τὴν ἐπάνοδον; Παρὰ βασιλεῖ σε γραφώμεθα. Πρὸς αὐτὸν ὁ μακάριος Ὁπόσην βούλει πονηρευμάτων κατάγραφε λαίλαπα. Ἐγώ γάρ τῷ λιμένι τοῦ Χριστιανισμοῦ προσορμίζομαι, καὶ τῶν ἀπειλῶν οὐχ ὑφορῶμαι τὸν κλύδωνα. Εἶτα δεσμεύεσθαι προστάττει τὸν μάρτυρα, τῇ τυράννῳ πληγῇ πρὸς ὑπακοὴν βιαζόμενος τὸν δὲ φάναι, Περιττὸς ὁ δεσμός καὶ ταῖς πληγαῖς διαπλασάμενος εὔθετον τὸ σῶμα ῥοπάλοις αἰκίζεσθαι (ὁ γὰρ τοῦ μαρτυρίου πόθος, ἑκούσιος αὐτῷ δεσμὸς περιέκειτο), τύπτεσθαι τὴν σάρκα γυμνὴν καθικέτευε, βλασφημεῖσθαι μὴ συγχωρῶν τοῦ σχήματος τὸ σεβάσμιον ψυχικῶν γὰρ ἀλγηδόνων ἐφρόντιζε, παραμελῶν ὡς ἐφολκίου τοῦ σώματος Παιγνίον ἐμοὶ, φησὶ, τὸ πραττόμενον καὶ κατακρεουργοῦντες γάρ ἕξετε πλέον οὐδὲν, ἢ Χριστὸν ἀκούειν ὑμνούμενον. Γράφειν αὔθις ὁ Μαρζαβανᾶς ἠπείλει βασιλεῖ τὴν ἐγχείρησιν ὁ δέ πρὸς ὀρμὴν ἐγκελεύεται. Ὁ μέν πρὸς φόβον τοῦ βασιλέως ἐξέφερε τό ὄνομα, ὁ δέ τὴν κοινωνίαν τῆς φύσεως ἀντεξέφερε, δοῦλον φθορᾶς βασιλέα καλῶν, καί νόμοις ὑποταττόμενον τῆς φύσεως, καὶ συγγενῆ τοῦ πηλοῦ καί τῆς κόνεως. Ἐκπλαγεὶς δὲ πρὸς τὴν παῤῥησίαν ὁ Βάρβαρος (ἐδόκει γὰρ τῶν ῥημάτων τῷ κόμπῳ καὶ ταῖς ἀπειλαῖς τῶν πληγῶν, ἤ λέοντα  χαλινοῦν, ἤ γίγαντα μορμολύττεσθαι), πρὸς τὸ φρούριον αὖθις ἀπάγεσθαι προστάττει τὸν μάρτυρα. Ἐπεὶ δὲ καὶ τρίτον συνεστήσατο θέατρον, ἐπειρᾶτο τὸν γενναῖον ἀθλητὴν ῥημάτων λαβαῖς διαζώσασθαι, καὶ πρὸς τὴν κόνιν τῆς θρησκείας καταλαβὼν τῶν στεφάνων στερῆσαι τῆς πίστεως. Θῦσον, ἔφη, τὴν μαγικὴν στολὴν περιθέμενος, ἵνα μὴ δε τῆς τοῦ φωτὸς ξενηλατήσωμεν τέρψεως. Καί ποίοις, ἔφη, σπείσω θεοῖς; Εἰ γὰρ ἥλιος καὶ σελήνη θεοί, καὶ ἵππος καὶ πῦρ, καταλεγέσθω καί ὄρη καί κρουνοί σὺν αὐτοῖς, καὶ πάντα λοιπὸν τῆς ἀθέου μὴ στερείσθω θεότητος. Πῶς γάρ οὐκ αἰσχρὸν θεοποιεῖσθαι τὸν ἥλιον τὸν κυκλικαῖς περιφοραῖς ὑποκείμενον, καὶ τῷ κώνῳ τῆς γῆς βιαζόμενον καὶ κρυπτόμενον; Οὐ γὰρ δήπου [σοῦ] καλοῦντος, ἐν νυκτὶ παραστήσεται µένει γάρ δεσμευόμενος, ἐν οἷς περιώρισται, τὸ αὐτεξούσιον αὐτῷ τοῦ Δημιουργοῦ μὴ πιστεύσαντος, ὅπως μὴ πλάνης τάχα περισσεία τοῖς ἀθεωτέροις, ἐγγένηται οὐδὲ μὴν ἀντιλυπεῖν ἱκανὸς τὸν μὴ σέβοντα ἀρκεῖ γὰρ πρὸς συµµαχίαν τῷ θέλοντι δένδρου πολλάκις εὐτελοῦς ἀποσκίασμα. Τὰ δὲ τῆς σελήνης ἐῶ λέγειν, ἥγε τὸ φῶς κλέπτουσα διελέγχεται, καὶ φύσις αὐτῇ τὸ κλέπτειν ἀεὶ καὶ ἐλέγχεσθαι. Πῶς δὲ τὸν ἵππον οὐκ ἐλεεῖν ἔστι θεούμενον, ὅς γε παρ᾿ αὐτῶν προσκυνούμενος τύπτεται, καὶ τὴν τιμὴν οὐ νοῶν τῆς μάστιγος ἐπαισθάνεται; Γελῶ δὲ καὶ τὸ πῦρ προσκυνούμενον ὃ γὰρ Θεὸν ὀνομάζουσι, κατεθαλοῦσιν, ὅτε καὶ βούλονται, καὶ τοῦ παρ᾿ αὐτοῖς τιμωμένου Θεοῦ δεσπόται τῆς σωτηρίας εὑρίσκονται. Μὴ γένοιτό μοι τοῖς τοιούτοις ὑποκαμφθῆναι σεβάσμασι δοῦλα γὰρ ταῦτα, καὶ δεσπότης ὁ ἄνθρωπος. Ὑμεῖς δὲ δουλείαν ἀντὶ δεσποτείας ἠλλάξασθε, ἀνθυποχωροῦντες ἀλλήλοις τῆς τάξεως, καὶ τῇ πρὸς τὸν ἀληθινὸν ἀγνωσία τὴν σκοτώδη τῶν δαιμόνιον πορείαν ὀδεύετε. Οὕτω τῇ πυρίνῃ γλώττῃ, καὶ αὐτοσχεδίῳ σοφίᾳ τῷ διώκτῃ μαχόμενος ἐλάλει, καθὰ τὸ Πνεῦμα ἐδίδου αὐτῷ ἀποφθέγγεσθαι. Πάλιν οὖν ἀπήγετο πρὸς τὸ φρούριον τῷ πλήθει τῶν στεφάνων σεμνότερος.

Ἐπεί δὲ φήμη τις διαγγέλουσα καὶ πρὸς τὴν μονὴν διεκήρυσσεν (ὅ δὴ γυμνάσιον αὐτῷ τῆς ἀρετῆς ἐγένετο) τὰς του Βαρβάρου προσβολάς, καὶ τὴν ἀριστίαν τοῦ μάρτυρος, πάντες τῇ νίκῃ θεοπρεπῶς ἐπαιώνιζον. Ἐκεῖνος μέν οὖν ὁ πνευματικὸς γυμνασίαρχος, ὁ τῆς τοῦ δικαίου μονῆς προεστὼς, πέμψας ἀδελφῶν συνωρίδα τῷ μάρτυρι, ὥσπερ ἐν ἄθλοις παιδοτρίβης τοῦ σκάμματος διιστάμενος, τὰς λαβὰς καταλέγει τοῖς γράμμασιν, ἀνακινῶν τοῦ ἀθλητοῦ τό φιλότιμον.

Ἀλλ’ ἤδη πρὸς τὸ δισμωτήτιον ὁ λόγος ἀνιστορῆσαι θαυματουργίαν ἑλκόμενος, δεσμεύεται τὴν γλῶτταν τῷ θαύματι, καὶ δεσμωτήριον τῷ λόγῳ μᾶλλον, ἤ τῷ μάρτυρι γίνεται, τῇ ἐκπλήξει τῆς γλώττης ἀναστέλλον τὴν κίνησιν. Ἐπεὶ γὰρ πρὸς τὸ φρούριον ὁ γεννάδας ἐσφίγγετο, τὴν Δαβιδικὴν διενυκτέρευε λύραν κρουόμενος, καὶ τὰ νεῦρα τῆς ψυχῆς ψηλαφῶν εὐήχως ἐμελῴδει ταῖς πράξεσιν, ἀπελευθέρῳ δέ τινι κοινωνῶν τῆς ἐπεχούσης ἁλύσεως, πρός ὑμνῳδίαν ἱστάμενος οὐχ ἀνεῖλκε τὸν κείμενον- ἀλλὰ τὸν αὐχένα κάμπτων πρὸς τῇ κεφαλῇ τοῦ ἀνδρὸς, καὶ τὸν πόδα τῷ ποδὶ τιθέμενος γείτονα, ἑαυτῷ μὲν τὴν στάσιν ἐφύλαττεν, ἐκείνῳ δὲ τὴν ἀνάκλισιν ὡς μηδὲ τῇ ἀνακλίσει παρεμποδίζεσθαι τὸν ἱστάμενον, μηδὲ τῇ στάσει παραλυπεῖσθαι τὸν κείμενον. Ἀλλὰ γὰρ πλησιάσας τῷ θαύματι, ὡς δὴ πεζεύειν ἐπιχειρήσας τὴν θάλατταν, τῆς γλώττης βαπτιζομένης αἰσθάνομαι, καὶ χεῖρα τὸν μακάριον αἰτῶ προτεῖναί μοι μάρτυρα, διαβαστάζοντα τὸν λόγον ἐν τῷ πελάγει τοῦ θαύµατος. Νὺξ ἦν, καὶ τῶν νυκτῶν ἀωρία. Ὁ δὲ τὴν πάννυχον ψαλμῳδὶαν τῇ λαμπάδι τῆς ψυχῆς ἐπιχέων, ὡς ἔλαιον, ἀγρύπνως τοῦ Νυμφίου τὴν παρουσίαν ἐφύλαττεν. Ἐνταῦθά τις ἐπηκροάτο. τὴν τύχην δέσμιος, τὴν θρησκεία Ἑβραῖος, ὅς τοὺς διαμερινοὺς ἐκ τῶν λίθων ἱδρῶτας, καὶ τὸ τῆς θεολογίας ἀκατεύναστον λογιζόμενος, ἀνιστόρει τοῦ μάρτυρος ἀσκαρδαμυκτὶ τὴν στεῤῥότητα τὸ θαυμαζόμενον γὰρ οἶδεν αἰχμαλώτους ἕλκειν τοὺς ὀφθαλμοὺς τοῦ θαυμάζοντος. Ἀκορέστως οὗν ἐπεντρυφῶν τῷ θεάματι, καὶ τῷ σκότῳ μεμφόμενος, ὅτι μὴ βλέπειν δαψι-λεστέρως ἔχῃ τὸν ἅγιον, ἐνορᾷ λευχειμονοῦσαν πληθὺν, δίκην στεφάνης, κυκλωσαμένην τὸν μάρτυρα, τῷ τε κάλλει τῆς θέας, καὶ τῷ λαμπρῷ τῆς στολῆς ἐξαστράπτουσαν, καὶ τῆς χορείας τῷ σχήματι τὴν νίκην μηνύουσαν. Συνεπεδήμει δέ ταύτῃ καὶ φῶς, ὥσπερ ἥλιος τῇ δαδουχία τῶν ἀκτίνων πυρσεύοντος ἔδει γὰρ τούς φωτὸς ὑπηρέτας σύν φωτὶ παραγενέ-σθαι. Ὡς δὲ τὸν νοῦν τῆ ἐκπλήξει σφιγγόμενος, ἀγγέλων ὑπώπτευεν εἶναι κατάλογον. Θεασάμενος αὖθις περικειμένους ὠμοφόρια, μετετίθετο τὴν διάνοιαν, ἐπισκόπους νοῶν τῇ ἐξηγήσει τοῦ σχήματος. Εἶτα καὶ τὸν καλλίνικον ᾽Αναστάσιον ἐώρα τῆς πληθύος ἓνα γενόμενον, καὶ τῷ τῆς στολῆς ὁμοιοτρόπῳ λαμπρῶς καταυγάζοντα. Τούτῳ νεανίας ἐφίσταται τὸ ἀξίωμα μέγας, τὴν τιμὴν ὑψηλὸς, καὶ ὢν ἀγχίθεος, ἄνθραξιν ἐκκαίων πρὸς εὐωδίαν ἀρώματα. Τί οὖν ὁ ἄνθρωπος; Μεταίχμιος γίνεται φόβου καὶ θαύματος. Σύγκλινον τοίνυν ἔχων Χριστιανὸν Σκυθοπόλεως ἄρχοντα, τῆς ὀπτασίας αὐτῷ μεταδοῦναι γληχόμενος, ἐπειρᾶτο διαναστῆσαι καθεύδοντα, ἵνα τὸ θέαμα μεριζόμενος ἐπελαφρύνοιτο τὴν ἔκπληξιν ὡς δὲ τὴν χεῖρα πρὸς τὸν κείμενον ἐβιάζετο, τὸν φόβον ἀντιδια-ζόμενον εὕρισκε, καὶ ψυχῇ συμβουλεύουσα, πειθομένην τὴν δεξιὰν οὐκ ἐδέχετο καὶ πρὸς ἑαυτὸν ὁ ἄνθρωπος ἐστασίαζεν, μηδὲ τῷ σώματι συνηρεμοῦντος τοῦ νοῦ, μηδὲ τῷ νῷ συγκειμένου τοῦ σώματος. Τέλος ἀνάγκη τὴν ἀνάγκην νικῶν, ὅλον ἑαυτόν τῷ κειμένῳ προσέῤῥιψεν, ἐγεγόνει γὰρ τις, ὡς εἰπεῖν, συνασπισµός τῶν μελῶν πρὸς τὴν κίνησιν, μὴ τολμῶντος προπηδῆσαι τοῦ σώματος. Εἶτα τοῦ ὕπνου διὰ τῆς ἐμβολῆς δραπετεύσαντος. Ἀπόβλεψον ὧ οὖτος, ἐνταυθοῖ, τὸν Ἑβραῖον εἰπεῖν καὶ ἦν οὐδὲν, ὃ μὴ τῆς συνήθους ὄψεως ὑπῆρχεν ἀντίτυπον τῷ τε Χριστιανῷ τὴν θεωρίαν ἱστόρησε καὶ ὅπερ δι' ὀφθαλμῶν ὁ νοῦς οὐχ ἐπύθετο, τοῖς ὠσὶν ἐτεθέατο ζημιοῦται γὰρ πλέον οὐδὲν ἢ αἴσθησιν ἀντ᾿ αἰσθήσεως ἀλλαξάμενος. Τοῦτο πολύτιμος τῷ μάρτυρι στέφανος τοῦτο τοῦ ἀθλητοῦ θριαμβεύει τὴν πρὸς οὐρανὸν ἀναγόρευσιν καὶ τοιοῦτον τοῦ παραδόξου ποιεῖται θεατὴν ὁ Θεὸς, οὐ τοῦ Χριστιανοῦ πλέον τιμώμενος, ἀλλ' ὅπως μὴ τῇ σχέσει τῆς πίστεώς κόµπος ὑποπτευθῇ τὸ διήγημα, τῇ τοῦ ἐχθροῦ προσμαρτυρία τὸ θαῦμα πιστούμενος ἄξιον δὲ καὶ τῆς αὐτῆς ἀπογεύσασθαι διηγήσεως οὐ γὰρ ὅτι δαψιλὴς ἡ ἑστίασις, ἥδη μεταξὺ καλὸν ἀπαλλάττεσθαι, ὥσπερ αἰτιώμενος τοῦ ἐστιάτορος τὸ φιλότιμον.

Ὅτε τὸ γενναῖον τοῦ μάρτυρος τρισὶ πάλαις ὁ Μαρζαβανᾶς κατηρεύνησε, τῷ τυράννῳ τὸ εὔτονον τοῦ ἀθλητοῦ κατεμήνυσεν, ὡς δὲ τῆς γραφῆς ὀξέως ἀντεδέξατο τὴν ἀπόφασιν, οἰκεῖον ὑποπεμψάμενος πρόσωπον ἐκ τοῦ δεσμωτηρίου μετακαλεῖται τὸν ἅγιον. Εἶτά φησι Κελεύει σε βασιλεὺς τὸν Χριστιανισμὸν ἀπαγορεῦσαι, μόνῳ προσρήματι τῆς εὐπειθείας ἀντιχαριζόμενος σοι τὴν πρὸς τὸ μέλλον αὐτεξούσιον αἵρεσιν εἴτε τὴν μοναδικὴν ἐθέλεις μεταχειρίζεσθαι δίαιταν, εἴτε σὺν ἡμῖν αὖθις ἱππότης στρατεύεσθαι. Ὦ ἀνάμεστον εὐηθείας τὸ σόφισμα! Νῦν, φησὶ, δίδου τὸ πτῶμα τῷ σκάμματι, καὶ τὴν ἧτταν ἀναπαλαίειν ἐν σοί, ἢ προσμένειν τῷ πτώματι τῶν λέξεων. Εἴπερ ὀρθὸν τὸ ἐννόημα, δίδου πρὸ τῆς πάλης, ἀντιστάτα, τὴν αἵρεσιν, οὐδεὶς γὰρ νίκην προδίδωσιν, ἀμφίβολον ἔχουσαν τῆν ἀνάκλησιν. Ὁ δὲ πρὸς ἀντίῤῥησιν ἐπαγαγὼν εὐτόλμως. Μή μοι γένοιτο χωρισθῆναι τῆς πρὸς Χριστὸν ἀγαπήσεως.

Ταῖς αὐταῖς αὖθις τὸν ἀντίπαλον ἀντιζώννυται λέξεσι, φιλεῖ γᾶρ ἀθλητὴς ἐφὁποίας ἄν εὐημερήσοι λαβῆς, ταύτῃ προσχρῆσθαι καὶ δεύτερον, καὶ τὴν νίκην μνηστεύσθαι τῷ προτέρῳ παλαίσματι. Προσπέμψας οὖν ἕτερον Μαρζαβανᾶς δωρεῶν πλῆθος τῷ μάρτυρι κατέγραφεν, ἀγκίστρῳ δῆθεν παραπηγνύων τὸ δέλεαρ, βόθρῳ προπετάζων τό θήρατρον, ὡς δὲ καὶ τῆς πείρας ταύτης διώλισθεν, ἐφἑτέραν μέτεισιν ἔννοιαν, ἀνευρών, ὡς δοκεῖ, τὶ καὶ σοφώτερον τὸν θρίαμβον. Οἶδα, φοβῇ τῆς ἀρνήσεως, καὶ τὴν ὁμοδόξων αἰδὼ τῆς εὐπειθείας νοεῖς ἀντιπράκτορα. Ἐπεί οὖν τοῦτο κελεύει σε βασιλεύς, δεῦρο σου τὸ στασιάζων ἡμεῖς διαλύσωμεν, καὶ τὸ μαχόμενον τῆς γνώμης ἑνώσωμεν. Οὐδείς ἀκροατὴς ἔστω σου τῆς ἀρνήσεως, ἐγὼ καὶ δύω σελλάριοι, καὶ τὸ ἐντεῦθεν ἐλεύθερος βάδιζε. Τῆς ἐπιφανείας τῶν ῥημάτων ἡ εὔχροια φοβερόν ἔχει κατὰ βάθους τό νόσηµα.

Ἐπεί, φησί, κελεύει σε βασιλεὺς ὁ φθαρτὸς ἀπειπεῖν τὸν ἀθάνατον, ἐπὶ τριῶν ἀνθρώπων τῆς Τριάδος ἄρνησαι τὴν θεότητα, καὶ τὸ ἐντεῦθεν ἔσο δαιμόνων ὑπήκοος ἡ γάρ ἐλευθερία τοῦ δικαστοῦ τὴν αἰχίστην δουλείαν ἐπέφερεν. Τί οὖν ὁ σοφὸς ἐκεῖνος, καὶ θαυμάσιος ἄνθρωπος; Μή µοι γένοιτο ταῖς σαῖς, ἢ ταῖς ἑτέρων ἀκοαῖς τοιοῦτο καταθαλέσθαι µηδέν. Οὐ φεύγει τῆς πληθύος τὸ θέατρον, ἀλλὰ Χριστοῦ τὴν ἀκοὴν ἐπαισχύνεται. Οἶδεν γὰρ, ὡς καί τῆς διανοίας ἀκροατὴς Θεὸς, μήτιγε δὴ τῆς ἀμυδρᾶς ἐκφωνἠσεως, καὶ διαφεύγει τούτων οὐδὲν, πλὴν ὅσα διὰ φιλανθρωπίαν ἑκών ἀποπέμπεται.

Τότε λοιπόν ὁ Μαρζαβανᾶς αὐτοπρόσωπον τῷ μακαρίῳ ποιούμενος τήν διάλεξιν. Κελεύει σε βασιλεύς μή πειθόμενον παρ’ αὐτόν ἀναπέμπεσθαι σιδήρῳ σφιγγόμενον. Ὁ δέ, Δίδου τἠν ἄδειαν, καί μόνος ἀπέρχομαι. Τῶν ἄθλων αὐθαιρέτως ὑφίσταται, τῷ ἑκουσίῳ καλλωπίζων τόν στέφανον. Ὡς δέ κολακείαις ἐτεθέατο μή χαυνούμενον. ἤ ἀπειλαῖς ὑποπίπτοντα, σφραγίσας, ὡς ἔθος Πέρσαις, τόν ἅγιον πρός τήν δημώδη φρουράν προσέταττεν ἀποφέρεσθαι, πεμπταίαν ὁρίσας τὴν ἐντεῦθεν ἐπὶ τῇ πορεία μετάβασιν, τρίτον αὐτὸν τῆς ὁμοτρόπου ποιησάμενος ἀναπέμψεως. Ὡς δὲ τῶν ὁρισθεισῶν ἐντὸς ἡμερῶν ἡ τοῦ τιμίου σταυροῦ τῆς ὑψώσεως πανήγυρις ἐπεδήμησεν, ὅ τε μακάριος, οἱ τε τῆς μονῆς σταλέντες παρ᾿ αὐτὸν ἀδελφοὶ, καὶ οἱ τῆς ἀναπέμψεως αὐτῷ κοινωνήσαντες, καί τῆς πόλεως ἕτεροι τῇ ψαλμῳδία θεοπρεπῶς ἐπαννύχιζον, καὶ τὸ δεσμωτήριον ὑπῆρχεν ἰδεῖν εὐσεβείας, ὡς εἰπεῖν, ἐργαστήριον συμμεταβάλλεται γὰρ καὶ ὁ τόπος πρὸς τὴν τῶν ἐνοικούντων διάθεσιν. Ἄρτι δὲ προαγούσης ἡμέρας καὶ ἡλίου πρὸς τὸ ὑπέργειον ἀνατρέχοντος ἡμισφαίριον, ὁ τῆς σηρικῆς ἄρχων ἐσθῆτος. σπουδαῖος ἀνήρ, αἰτησάμενος τὸν Μαρζαβανᾶν , τῶν δεσμῶν ἀπολύεται τὸν μακάριον, οὐχ ὡς τῆς λοιπῆς ζημιώσων ἀθλήσεως, ἢ τῶν στεφάνων τῶν ἔπειτα στερησόμενον, ἀλλ᾽ ὅπως τῆς ἑορτῆς φυλαχθῇ τὸ σεβάσμιον ἤδη δὲ τῷ τεμένει τοῦ Θεοῦ προτερχομένῳ τῷ μάρτυρι πάντες προσέτρεχον, καὶ τύπους τῶν δεσμῶν κατησπάζοντο ἐταινίουν τοῖς λόγοις τῶν χρυσῶν στεφάνων τιμιωτέρως τὸν ἀθλητὴν περιστέφοντες λαμπρύνει γὰρ μᾶλλον χρυσὸς τὸν παρέχοντα, εὐφημία δὲ τὸν λαμβάνοντα ἐνεκελεύετο δὲ πρὸς τὴν ἄθλησιν, καὶ τῷ γενναίῳ τοῦ μάρτυρος ἐμπιστεύοντες, καὶ τῶν μελλόντων αὐτῷ τῆν εὐφημίαν κατέβαλλον. Ὡς δὲ τῷ Θεῷ τήν λατρείαν εὐσεβῶς ἀπεπλήρωσαν, ἅμα τοῖς δύο τῆς σηρικῆς ἄρχων ἐσθῆτος σύσκηνον βίᾳ ποιεῖ τόν ἅγιον. ὑπεφθόνει γάρ πως τῇ φρουρᾷ φερομένῃ τοιοῦτον οἰκήτορα. Πέρας οὖν δεξαμένης τῆς ἑστιάσεως, πρός τό δεσμωτήριον αὐτούς ἐπανήγαγεν, εὐδαιμονίζων ἑαυτῷ, καί τῷ Θεῷ χάριν εἰδώς τῆς μικρᾶς ἐπιθυμίας τοῦ μάρτυρος.

Ἐπεὶ δέ τῆς προσαγορεύσεως ὁ καιρὸς ἐβόα τῆς πόλεως ἀπανίστασθαι, ὥσπερ ἀθλητήν ἐξ Ὀλυμπίας καλῶν ἐπὶ Νεμεαῖον, ἐξορμᾷ τῆς Στράτωνος, ἔχων συνέμπορον τήν δυάδα τῆς κοινῆς ἀναπέμψεως. Προέπεμπεν τοίνυν αὐτὸν τὸ πλῆθος τῆς πόλεως,  Χριστιανοὶ, καὶ Περσῶν οἱ ὁμόφρονες, τῇ στεῤῥότητι χαίροντες, τῇ στερήσει δακρύοντες, ἐπαινοῦντες τά φθάσαντα, ἐγκελευόμενοι πρὸς τὰ μέλλοντα καί συμμιγὴς τις ὑπῆρχε βοὴ, πρὸς ἓν βλέπουσα τοῦ ἀνδρὸς τὸ φιλότιμον. Τῆς οὖν τῶν ἀδελφῶν συνωρίδος, ὁ μὲν τῆς πρὸς τὴν μονήν ἐπανόδου λαμβάνεται, ἕτερος δὲ συναναβαίνει τῷ μάρτυρι τοῦτο γὰρ ὑπὸ τοῦ προεστῶτος αὐτῷ προετέτακτο, πῆ μὲν τῇ συναφείᾳ κατευφραίνειν τὸν ἅγιον, πῆ δὲ τῇ χρείᾳ καθυπουργῆσαι τοῦ μάρτυρος ἀληθέστερον δὲ λέγειν ἐστὶ καὶ σαφέστερον, ἀνιστορῆσαι τὴν ἄθλησιν προσταττόμενος, ὅπως τῇ διαστάσει τῶν τόπων τοῦ πέρατος μὴ κλαπῶσιν τήν εἴδησιν. Φήµη δέ τις διατρέχουσα συνεκάλει τὰς πόλεις πρὸς τὴν θέαν τοῦ μάρτυρος πᾶσι γὰρ ἀξιοθέατος ἦν ὁ μακάριος, ὥσπερ ἐν νυκτὶ διαλάμψας φωστὴρ, τοὺς ἁπάντων ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐφελκόμενος θαυμαστὸς γὰρ ὡς ἀληθῶς ἀθλητὴς, μετὰ νίκην πρὸς ἀγῶνα στελλόμενος. Κρότος οὖν ἁπάσης ἠγείρετο πόλεως, κοινὸν ἐγκαλλώπισμα τῆς πίστεως ὀνομάζοντες, καὶ ναὸν Θεοῦ, καὶ τέμενος ἅγιον, καὶ τῆς εὐσεβείας πλοῦτον ἀµείωτον. Ἔσπευδέ τε πᾶς καὶ ἰδιώτης, καὶ ἄρχων τῷ μάρτυρι γίνεσθαι καταγώγιον, ψυχοῦσθαι πιστεύων ἐκ τοῦ τῆς ἁμαρτίας νοσήματος, οὕτω τοίνυν λαμπρῶς διεξελθὼν τὴν πορείαν ὁ δίκαιος, καὶ ὥσπερ ἐπὶ τὸ θαυμάζεσθαι μᾶλλον, ἤ τιμωρεῖσθαι στελλόμενος, τῆς Περσίδος ἐπέβαινε γῆς. Ἐνταῦθα τὸ δεσμωτήριον αὐτὸν χωρίον Βηθσαλωὲ παραδέχεται σταδίοις ἀπῳκισμένον που τοῦ Δισκαρθὰς τεσσαράκοντα, ὅπη τῷ μιαιφόνῳ Χοσρόῃ διῳκοδόμητο τά βασίλεια. Καί μιμεῖται κἀνταῦθα τόν Παῦλον ὁ δίκαιος, ἐκ δεσμωτηρίου διὰ Χριστὸν πρὸς δεσμωτήριον μεθιστάμενος. Ὁ δέ τῆς μονῆς ἀδελφός σκηνοῖ πρός  Καρτάκ παῖδα μὲν Ἰεσδίν Πέρσην τὸ γένος, ἀξίωμα μέγιστον περικείμενον, Χριστιανὸν δὲ ὅμως.

᾿Επεὶ δὲ παρεῤῥύη τις ἡμερῶν ἀριθμὸς, τὴν παρουσίαν τοῦ μάρτυρος Χοσρόης διδάσκεται. Ἐντεῦθεν ἑτέρων ἀγώνων ἀρχαὶ, καὶ νίκης ὑψηλότερα τρόπαια ὁπόσον γὰρ ὁ διώκτης τοῦ διώκτου σφοδρότε-ρος, τοσοῦτον οἱ στέφανοι τῶν στεφάνων λαµπρότεροι. Πέµψας οὖν ὀ τύραννος, ὃν ᾤετο πρὸς ἀσέβειαν ἐπιτήδειον, προσέταττεν ἀνακρῖναι τό ἅγιον, ἔγκλημα προβαλλόμενος αὐτῷ τὴν εὑσέβειαν παραδυσσεβεῖ γὰρ ὁ μὴ δυσσεβῶν ἁσεβέστατος. Οὗτος τὸν ἐπὶ τῆς φρουρᾶς χιλίαρχον οἷα σύμμαχον προσβαλλόμενος, τῷ δεσμωτηρίῳ παρίσταται, καὶ, Τί, φησὶν, ὧ οὖτος, βούλεταί σοι τῆς μεταθέσεως ἡ προαίρεσις; Ὁ δὲ τῆς γλώττης ἐξηγητὴν προστησάμενος (τὴν πάτριον γὰρ εὐθὺς ἀπεῖπε διάλεκτον, νοθεύειν μηδὲ τρόπῳ τῆς φωνῆς ἀνεχόμενος τὰ ἡμέτερα). Ὅτι σωτηρία μὲν ἐμοὶ καὶ Θεὸς τὸ τιμώμενον, ὑμῖν δὲ πλάνη καὶ δαίμονες τὸ σεβάσμιον και τούτων ἀκριβής ἐγώ δικαστὴς, ὡς ἀμφοτέρων ἔχων τὴν εἴδησιν. Τί οὖν, ὦ τάλαν; Ἑβραίων παῖδες οὐ τὸν Χριστὸν ἀνεσταύρωσαν; Καὶ πῶς τὴν ἀπάτην ἀντὶ τῆς ἀληθείας ἐπόθησας; Ἐπ᾿ αὐτὸν ὁ μακάριος. 'Εκλαλεῖς μὲν τὸ πάθος, ἀποκρύπτεις δὲ τὴν ἀνάστασιν. Χριστῷ τὸ πάθος ἑκούσιον ἑνωθεῖσα γὰρ Θεότης τῇ σαρκὶ, θανάτῳ καταλύει τὸν θάνατον, τῶν παρ᾽ ὑμῖν τιμωμένων δαιμόνων τῆς δουλείας ἐλευθεροῦσα τὸν ἄνθρωπον. Αὕτη τὸν οὐρανὸν καὶ τῆν γῆν διεμόρφωσε, καὶ διέπλασεν ἀφέντες δὲ τὸν δημιουργὸν τῶν ἁπάντων Θεὸν, τοῖς κτίσμασιν ὑποτάττεσθε. Πάρες τουτουσὶ τούς τετυφωμένονς λόγους, ὁ ἄρχων ἔφη τῷ μάρτυρι πειθομένῳ γάρ σοι χαρίζεται βασιλεὺς ἀξιωμάτων λαμπρότητα, περιφάνειαν πλούτου, ἵππων εὐγένειαν, καὶ τὸ δὴ μέγιστον, εἶναι σὺν αὐτῷ, καὶ βασιλέως ἀκούεσθαι. Προαγωγικῶς ὁ ἀντιστάτης τῷ γεννάδᾳ προσφέρεται τὴν πόρνην γὰρ θρησκείαν ψιμυθιώσας, τοῖς χρήμασι, τοῦ κάλλους ἀνθέλκειν τῆς εὐσεβείας ἐπείγεται. Ού μὴν τοῦ ἀνδρὸς τὸν λογισμὸν διεσάλευσεν τοῦ φυσικοῦ γὰρ τῆς ἀληθείας κάλλους ἐραστὴς ἦν γνησιώτατος. Τὶ οὖν φησί; Tὸν κτίσαντα με Θεὸν οὐκ ἀρνήσομαι, τὸν δὲ τοῦ βασιλέως πλοῦτον, αἰθάλην ἡγοῦμαι καὶ χοῦν. Τούτοις καταπαλαισθεὶς ὁ ἀντίπαλος τῷ τυράννῳ τὴν ἧτταν ἐμήνυσεν. Ὁ δέ τοῖς λόγοις τὴν φλόγα  τοῦ θυμοῦ, δίκην ἐλαίου προσαγωγῆς ἀναπτόμενος, τιμωρεῖσθαι τῷ ἄρχοντι προστάττει τὸν μάρτυρα. Ὁ δὲ τῷ τυράννου θυμῷ προσαγάγων καὶ τὸν ἴδιο ἐξελέσθαι τῆς φρουρᾶς παρεσκεύαζεν. Εἶτα γίγαντι δὴ τινα πύργον συντιθεὶς ἀπειλῶν, πορθεῖν ᾤετο τὸν οὐράνιον ἄνθρωπον. Ὡς δὲ μάταιον ἠλέγχετο τὸ ἐγχείρημα, καὶ κόμπος ἀνόνητος διαλυόμενος τῇ ἐνστάσει τοῦ μάρτυρος, αἰκίζεσ0αι ῥοπάλοις προσέταττεν δαψιλῶς, ἐπιχωρίῳ σχήµατι δεσµευόμενον, ὑπειπών. Οὗτός σοί τῆς καλῆς ἀπειθείας µισθός ταῦτά σοι πεισθέντι ταῖς βασιλέως τιμαῖς ἀντεισφέρεται, αὕτη σοι τῆς ζωῆς διηµέρευσις. Ὁ δὲ πρὸς ἄρχοντα. Οὐ γλυκὺς ὁ τοῦ βασιλέως σοι πλοῦτος, οὐδὲ ἐμοὶ πικρὸς ὁ τῶν ἀπειλῶν σου κόμπος. Τότε δὴ τὸν ἄρχοντα θηριωδῶς τραχυνόμενον ἀνευρεῖν τῆς ὀργῆς ἀξίαν ἐπίνοιαν κελεῦσαι λυθῆναι μὲν τῆς δεσμεύσεως, ἐκταδὸν δὲ τῷ νώτῳ προσαπλωθέντα τῇ γῇ πρὸς οὐρανὸν ἀντιπρόσωπον ξύλον ἐπὶ ταῖς κνήμαις ἱδρύσασθαι, καἰ πρὸς τὴν ἐφ᾿ ἑκάτερα ἄκραν ἄνδρας  ἐπιβῆναι, τάχα τινὰ Ὦτον καὶ Ἐφιάλτην, δίκην κναφικῶν ὀργάνων πιάζοντα τῶν ποδῶν τῆν ὀστέωσιν. Καὶ τίς ἂν ἐνταῦθα τῶν ἀλγηδόνων κατείποι τὸ μέγεθος ἐμοὶ γὰρ νοῦς ὑποφρίττει, καὶ δείδει παρελθὼν τῆς βασάνου πρὸς ἔννοιαν. Ὁ δὲ γενναῖος τοῦ Χριστοῦ ζηλωτὴς ταῖς ἀλγηδόσιν ἐτέρπετο, καὶ τῇ βασάνῳ τοῦ ξύλου προσέχαιρεν, τὸ ξύλον τοῦ σταυροῦ τοῦ Χριστοῦ λογιζόμενος, καὶ τὴν ἀντίθετον τοῦ Πέτρου διανοούμενος σταύρωσιν, τῷ ξένω τρόπῳ τῆς οἰκείας ἐνετρύφα σταυρώτεως. Ὡς δὲ καὶ βασάνοις ἀνάλωτον ἐτεθέατο, κελεῦσαι πάλιν πρὸς τὴν φρουρὰν μεταστῆσασθαι, μέχρις ἂν τῷ τυράννῳ τοῦ ἀγῶνος δηλώσῃ τὴν ἔνστασιν. ᾿Επεὶ δὲ Χριστιανὸς ὁ τῶν δεσμοφυλάκων ὑπῆρχε χιλίαρχος, ὁ τῆς μονῆς ἀδελφὸς ἀνεμπόδιστον ἔχων τήν πρὸς τὸν ἅγιον εἴσοδον καταντλῶν εὐσεβείας λόγοις τὰ τραύματα τῶν δυσσεβῶν ἀλγηδόνων ἀπέσμηχεν, καὶ οἷον εὐγενῆ τινα πῶλον χαλινῷ πρὸς τὸ τέλειον ἀνηγείρετο τῆς ἀθλήσεως. Ἤδη δὲ καὶ Περσῶν οἱ ὁμόφρονες, καὶ τοῦ Ἱεσδὶν οἱ παῖδες ἐπιφοιτῶντες τῷ μάρτυρι, τούς τε πόδας καὶ τά δεσμά κατησπάζοντο, καὶ τοῦ κρασπέδου τῆς ἐσθῆτος ἁπτόμενοι ἤτουν αὐτοῖς παυθῆναι τὴν τῆς ἁμαρτίας αἱμόρροιαν. Ἐδέοντο δὲ καὶ τι παρ’ αὐτοῦ κομίζεσθαι φυλακτήριον, τοῦ δὲ τὸ φορτικὸν διαφεύγοντος, κηρὸν τοῖς δεσμοῖς ἐπιβάλλοντες, ἐκμαγείῳ τὸ σπουδαζόμενον ἤνυον, ἐκ τοῦ χρωτός, ὥσπερ ἀποστολικὸν λαμβάνοντες σιμικίνθιον.

Εἴτα παριππεῦσαντος ἡμερῶν ἀριθμοῦ, πρὸς ἑτέραν ὁ διώκτης ἀναιδιζόμενος πάλην τῷ δεσμωτηρίῳ παρίσταται τῆς ἥττης γὰρ ἡ συνήθεια τῆς ἀποτυχίας οὐκ αἰδουμένη τὴν ἔκβασιν, θρασύτερον ἐπιτρέ-χει τῷ σκάμματι καί φησι πρὸς τὸν ἅγιον τοῖς βασιλέως, ἤ τοῖς ἑαυτοῦ πείθῃ προστάγμασιν;  Διασείσας δὲ τὴν κεφαλὴν ὁ μακάριος, καὶ τὸ ἀγεννὲς τοῦ ἀντιστάτου διαφαυλίζων τῷ σχήματι, περὶ τῶν αὐτῶν ἀνόητον ἔφη πολλάκις πυνθάνεσθαι. Ἡλίθιον γὰρ ὡς ἀληθῶς ἀνερωτᾷν τὸν νικήσαντα, ποίαν ἔχει πρὸς τὸν ἀγῶνα προαίρεσιν. Τότε τὴν βάρβαρον ἀνακινήσας ὀφρὺν, κελεύει τῷ προτέρῳ δεσμεύεσθαι σχήματι καὶ ῥοπάλοις, δίκην μετάλλου χρυσοῦ σφυρηλατεῖσθαι τὸν ἅγιον. Ὡς δὲ πρὸς εὐσέβειαν ἑώρα ταῖς πληγαῖς μηκυνόμενον (οὐ γὰρ µεταβάλλεται χρυσὸς ἐλαυνόμενος, ἀλλ᾽ ἐκτείνεται), τοῦ σταδίου τὸ πέρας ὁδυνώμενος ἀπεχώρησεν. Ἤδη δὲ καὶ πρὸς παγκράτιον αὐθαδιζόμενος ἔρχεται, καὶ κολακικαῖς προσβολαῖς ἀπεπειρᾶτο τοῦ μάρτυρος, ἢ φοβεραῖς ἀπειλῶν ἀνατάσεσιν, αὖθις δεσμευομένῳ ῥοπάλοις ἀναιδῶς διεπύκτευεν. Εἶτα τῶν δεσμῶν ἀναλύσας τὸ κράτημα, τὴν χεῖρα κάλῳ διαλαβών, ταύτης ἀνήρτησε τὸν μακάριον, λίθον ἑτέρῳ τοῖν ποδοῖν ἐξαψάμενος, ὑπονοῶν τῷ βάρει καθέλκεσθαι τῆς πρὸς οὐρανὸν ἀναβάσεως. Ὁ δὲ πρὸς οὐρανὸν ἀποβλεπούσῃ τῇ δεξιᾷ προσανέχων τὸν νοῦν τῷ χαμαιῤῤεπεῖ τοῦ ποδὸς οὐδαμῶς ἀπεστρέφετο. Ὡς δὲ τῆς ἡμέρας δύο παρανήλωτο μόρια, καὶ τοιούτῳ προσάγχων παλαίσματι προσαποτεῖναι τῷ σκάμματι τὸν ἀθλητὴν οὐ κατίσχυσεν, ἀπίει τῷ τυράννῳ τὴν τῆς νίκης δηλώσων ἀπόγνωσιν. Ἐνταῦθα τοῦ ἀγῶνος ἀλύων ὁ τύραννος, ἐκποδὼν ποιεῖσθαι τὸν δίκαιον ἐβουλεύσατο, ἀμνηστίαν ὡς ἐδόκει τῷ πράγματι σοφιζόμενος. Προσπέμψας οὖν αὐτόν τε τὸν ἄρχοντα καὶ τῶν ἄλλων οἷς προσῆν τι καὶ φρυάγματος καὶ ὠμότητος, ἀνελεῖν προστάττει τὸν ἅγιον, παρακαταστήσας αὐτῷ καὶ τῆς αἰχμαλώτου τύχης τοὺς τῆς πίστεως κοινωνούς, καὶ κοινωνοὺς ἀναιρέσεως. Ἀφικόμενοι τοίνυν, οἷα θῆρες ὡμότατοι κατευωχεῖσθαι σαρκῶν ὀρεγόμενοι, γείτονι τοῦ Βηθσαλωὲ χωρίου ποταμῷ παρεστήσαντο τόν τε μακάριον, καὶ πληθὺν ἀνδρῶν τριάκοντα τῆς ἑκατοντάδος ἐνδέουσαν. Τούτοις τῶν ἀνθρώπων ἡ δυάς ἡ συναναβᾶσα τῷ μάρτυρι κατελέγετο. Ἐνταῦθα κιρνῶντες κολακεία μὲν φόβῳ, ἀπειλὰς δὲ δωρεῶν ὑποσχέσεσι, πρὸς ἀποστασίαν ἐνῆγον τὸν ἅγιον. Ἤδη δὲ καθ᾽ ἓνα παράγοντες, καὶ βρόχῳ τὸν αὐχένα σφηκώσαντες, προσπατταλεύσαντες τὸ καλώδιον, καὶ τούτῳ μετέωρον τὸ σῶμα πᾶν ἐπιτρέποντες τῷ βάρει τῆς ὁλκῆς ἀποθλιμμένου τοῦ πνεύματος ἐναπέπνιγον, προσεπιλέγοντες τῷ µάρτυρι, Μέχρι τίνος, ὦ ἄνθρωπε, θανατοῦσαι; Ταῖς τούτων παιδαγωγήθητι συμφοραῖς τὰς αὐτοῦ καλῶς διατίθεσθαι. Τίς κολάσεις ἀντὶ δωρεῶν ἑκὼν ἀναδέχεσθαι; Τίς κακούργοις συνεῖναι [ἀντὶ] τῆς βασιλέως διαίτης ἀσπάζεται; Τίς ἀντὶ καλλίστης ζωῆς αἱρεῖται κάκιστον θάνατον, Δέχου συµβούλους ἡμᾶς ἀνάγκῃ γένους πρὸς εὔνοιαν συμβουλεύοντας. Ταῦτα κατέλεγον, καὶ τούτων πολυπλασίονα τε καὶ πλείονα, καὶ ὅσον ὁ τῶν ἑβδομήκοντα καθ’ ἕνα γινόμενος θάνατος ἐπεμέτρει τῇ δημηγορίᾳ καιρόν, τῇ ἐλπίδι τοῦ μέλλοντος, ὡς ὤοντο, δεδιττόμενοι, φοβερὸν γὰρ τὸ προσδοκώμενον, διαλανθάνει δὲ τὸ αἰφνίδιον φόβου καιρὸν μὴ δεχόμενον. Τὶ οὖν ὁ μακάριος Ἀναστάσιος; Τῷ οὐρανῷ προσαναβλέπων τοῖς ὄμμασι, καί πλέον τῷ νῷ χάριν ὁμολόγει Χριστῷ τοῦ ποθουμένου πέρατος ἐφαπτόμενος, καὶ τοῖς διώκταις ἐφθέγγετο. Οὗτος ὁ φοβερὸς ὑμῶν θάνατος; οὗτος τῇ ἐλπίδι τῶν σφοδροτέρων ἐμοὶ παρανήλωται, ἀναριθμήτοις ἐγὼ διατετμῆσθαι τιμωρίαις ἐνόμιζον, καὶ νικᾷν ἀριθμῷ τῶν ἐμῶν μελῶν τὴν διαίρεσιν νῦν δὲ μικρῷ θανάτῳ τοῖς μεγάλοις τοῦ Χριστοῦ στρατιώταις ἐναρίθμιος γίνομαι. Τούτοις ὑπειπὼν, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, Χριστὲ ὁ Θεὸς τῆς σωτηρίας μου, τοῦ μαρτυρίου τὴν κορωνίδα τῷ βρόχῳ λαμπρῶς περιγράφεται. Τοσούτοις ὁ καλλίνικος μάρτυς ἐναθλήσας παλαίσμασι, λιθοκολλήτου στεφάνου στεῤῥότερον δέχεται στέφανον, τοῖς ἐκ τοῦ παραδείσου διάπλοκον ἄνθεσι, καὶ τὴν τῶν ἀγαθῶν αἰωνίαν ἀπόλαυσιν, τῆς ἀριστείας δωρεὰν ἀποφέρεται.

᾿Επεὶ δὲ τῆς καλῆς ἀπληστίας ὁ λόγος ἐρᾷ, καὶ τῆς τοῦ μάρτυρος ἀναλήψεως, ὡς Ἐλισσαῖος ἑκὼν οὐκ ἀφίσταται, ἔτι μικρὸν ἡμᾶς αὐτοὺς τῷ διηγήματι χαρισώμεθα. Ὅτε τὸ μακάριον τέλος ὁ τοῦ Χριστοῦ μαθητὴς ἀνεδέξατο, ξίφει τὴν σεβασμίαν κεφαλὴν τοῦ σώματος διεχώριζον, ὅπως τὴν σφραγῖδα τῷ τυράννῳ τὴν περιαυχένιον ὑποδέξωσιν. Ὁ τοίνυν τῶν δεσμοφυλάκων ταξίαρχος τῷ πλήθει τῶν σωμάτων μὴ παρακλαπῆναι τοῦ μάρτυρος βουλόμενος τὴν διάγνωσιν, σπουδὴν ἐποιεῖτο διειλεῖν τῆς ἀθροίσεως οὐ μὴν οἱ δημόκοινοι συνεχώρησαν. Ἑβραῖοι τῆν θρησκείαν ὑπάρχοντες εἰκότως γὰρ οἱ τὰς χεῖρας ἐπιβαλόντες Χριστῷ καὶ τῶν τοῦ Χριστοῦ μαθητῶν αὐτουργοῦσι τὸν θάνατον. Ὡς δὲ τοῦ μάρτυρος τὴν τελείωσιν οἱ τοῦ Ἰεσδὶν παῖδες ἐπύθοντο (καὶ γὰρ οἰκέται τῶν ἀνδρῶν συμπαρωμάρτουν αὐτῷ πρὸς τὴν ἄθλησιν), τὸ σῶμα ταῖς πληγαῖς βαρυνόμενον ὑπεριδόντες, τῶν δημοκοίνων χρήμασιν ἐξωνησάμενοι τὴν ὠμότητα, τοῦ μακαρίου τὸ σῶμα χωρὶς ἐναπέθεντο. ᾿Επεὶ δὲ νύξ παρῆν, καὶ καιρὸς θεοφιλοῦς ἐγχειρήσεως καὶ κλοπῆς εὐσεβοῦς περιστεῖλαι ταφῇ τὸ σῶμα τοῦ μάρ-τυρος, ὁ τῆς μονῆς ἀδελφὸς, τῶν Ἰεσδὶν οἰκετῶν, καὶ τῶν αὐτόθεν ὁμοτρόπους τὴν ἄσκησιν προσλαβόμενος, τῷ τόπῳ παρίσταται. Ἀλλά γὰρ ποία λογογραφικῆς ἰσχὺς ἐξαγγελτικῇ πλεονεξίᾳ πιστεύουσα τὸ θαῦμα πρεπόντως ἀνιστορήσοι τῆς ἅψεως; Κυνῶν πλῆθος περιστάντες τὸν ἅγιον, τὸ τῆς φύσεως ὠμοφάγον ἐκρίψαντες, οἷα δὴ θησαυρὸν Δεσπότου πολύτιμον ἀγρύπνως ἐφύλλατον. Εἶτα θρηνώδη πως ὑλακὴν ὠρυόμενοι, καὶ γοερῶς ἐπιυλῶντες, ὡς εἰπεῖν, τὴν ἀπήχησιν ἐπιτάφιον, ὥσπερ ἐπετραγώδουν τῷ σώματι, καὶ καταιδοῦνται κύνες, ὅν οὐκ ᾐδέσθησαν οἱ ὁμόφυλοι, καὶ γίνεται πως ἐναλλάξ, ἄνδρες μὲν κυνῶν ἀγριώτεροι, καὶ κύνες ἀνδρῶν ἡμερώτεροι. Τούτων οἱ πρὸς τὴν ταφὴν ἀφικόμενοι αὐτόπται γενόμενοι, καὶ αὐτήκοοι, χιτῶσι τὸ σῶμα λεπτοῖς ἐγκαλύψαντες, τῷ τεμένει τοῦ ἀθλοφόρου Σεργίου θεοπρεπῶς ἐναπέθεντο, σταδίοις ἑπτά που τῷ Βηθσαλωὲ διιστάμενον. Ἔπρεπε γὰρ ὡς ἀληθῶς, συνοικεῖν τὸν μάρτυρα μάρτυρι. Ὡς δὲ τῆς νυκτὸς τὴν ἀχλὺν ἐκδιώξας ὁ ἥλιος, τῆν γῆν ταῖς ἀκτῖσι κατηύγασεν, διελάλουν τῶν δεσμοφυλάκων ἡ δυὰς, ὑπόθεσιν ἔχοντες τὸ σῶμα τοῦ μάρτυρος ὁ μὲν οὖν, Τεθέαμαι τὸν νεκρὸν, ὃν γε πλείσταις βασάνοις ἐναθλῆσαι γινώσκομεν, πλήθει κυνῶν κυκλοτερῶς τειχιζόμενον, καὶ τάχα πως καὶ ἀψύχῳ τειχίσματι παρεώκεισαν, πρὸς φυλακὴν ῥιζωθέντες τοῦ σώματος, μηδὲ προσωτέρω πως ἀποκλίνοντες, μηδὲ πλησιώτερον ἐπιτρέχοντες τὸν νεκρὸν ἐνστομίσασθαι, καὶ μοι Θαυμαστὸν κατεφαίνετο τὴν φύσιν τῶν κυνῶν ἐξετάζοντι. ποίῳ ποτὲ ἄρα χαλινῷ κατεσφίγγοντο. Ὁ δὲ, Παραδοξότερον ὦτ᾽ ἂν ἀκούειν ἔτι καὶ οἷον οὐ πρότερον. Τῆς νυκτερινῆς

φυλακῆς ἀπαναχωροῦντί μοι τὸ περιόρθριον ἀστὴρ ἐπὶ γῆς κατεφαίνετο, καὶ τῷ λαμπρῷ τῆς ἐκλάμψεως ἐδηλοῦτο τὴν ὅρασιν, καὶ λιχνοτέραν ἐποίει πρὸς ἀκριβεστέραν εἴδεος ὄρεξιν ἐβάδιζον οὖν ἐπίτροχα, καὶ τὴν χεῖρά που προσεπιβαλέσθαι τῷ ἀστέρι γλιχόμενος ὡς δὲ πλησίον γίνομαι τοῦ μὲν ἀστέρος ἴχνος οὐδὲν κατελίπετο τὸν δὲ νεκρὸν, ὃν δὴ καὶ αὐτὸς καθιστόρησας, εὑρίσκω προκείμενον. Ἀπιὼν τοίνυν ἕτερον εἶχον οὐδὲν, ὅτι μὴ θαυμάζειν τὸ θέαμα. Ταύτης αὐτῶν ἐπακροῶνται τῆς διαλέξεως τῶν δεσμίων τινὲς πιστοὶ τῷ Χριστῷ, τῆς Περσίδος ἤδη συνιέντες φωνῆς.

Ὅτε τοίνυν τὴν ἀξίαν δίκην ὁ τύραννος Χοσρόης ἐξέτισε, συνωρὶς τῶν δεσμίων ἐν Ἱεροσολύμοις πρὸς τὸ τού μάρτυρος τῆς ἀρετῆς ἀφικομένη γυμνάσιον, τοῖς ἐκεῖσε τὴν ἀκρόασιν διηγήσατο. Εἶτα καὶ τῶν τοῦ μακαρίου προῤῥήσεων ἀπομνημονεύματα μετεδίδοσαν. Ὡς αὐτοῖς προεῖπεν τὴν μέλλουσαν ἠὼ τὴν κορωνίδα τίκτειν τῆς οἰκείας ἀθλήσεως, καὶ τὴν ὀφειλομένην τῷ ἀλάστορι κόλασιν, καὶ τὴν αὐτῶν πρὸς τὸ ἀρχαῖον ἐπάνοδον καὶ ὡς αἰτήσαιτο τήν ἐν Ἱεροσολύμοις αὐτοῖς γινομένης ἀφίξεως τῶν πραγμάτων ἀνιστορῆσαι τὴν ἔκβασιν, τῷ δὲ τῆς μονῆς ἀδελφῷ βουλὴν ποιουμένῳ τῆς οἴκοι καθόδου τὴν ἀκίνδυνον  ἀναχώρησιν. Οἷον ἐκ χειμερίας νυκτὸς ἀναλάμψας Ἡράκλειος ὁ καλλίνικος βασιλεὺς, αἰθρίαν τοῖς ἐκεῖσε Χριστιανοῖς ἐνεποίησεν, ἀντιμεταγωγών τὴν νύκτα πρὸς τό βάρβαρον, ὡς εἰπεῖν, ἡμικύκλιον. Τότε τὸ Ῥωμακϊκὸν κατασπασάμενος στράτευμα, τὸ τῆς ἐπιθυμίας ἀνερωτώμενος αἴτιος, τὴν τοῦ μάρτυρος κατέλεγεν ἄθλησιν, καὶ τούτοις διὰ τῆς Ἀρμενίων συνανέρχεται γῆς καὶ πρὸς τὸ οἰκεῖον ἐπανάγεται μοναστήριον, τῆς αὐτοπροσώπου τοῦ μάρτυρος ἀναλήψεως μισθὸν ἔχων τὴν Ἠλίου μηλωτὴν, τὸ κολόβιον. Ἐνταῦθα τὴν πᾶσαν πραγματείαν διεξελθὼν τῆς ἀθλήσεως, παράδοξον κατέγραφε θαυματουργίαν τῷ πέρατι. Ἀνὴρ τις , ἔφη, ἔνθα τὸ τίμιον ἐναπεθέμην σῶμα τοῦ μάρτυρος, ἀκαθάρτῳ συνείχετο πνεύματι καὶ κυνηδὸν ἀνυλακτεῖ φοβερόν τε καὶ φρικῶδες, κορυβαντιῶν τε καὶ μανιωδῶς ἐξορχούμενος κροτῶν τοῖν ποδοῖν, καὶ τὴν χαίτην ἅμα τῷ αὐχένι τῇδε κἀκεῖσε σοβῶν πρὸς τὸν νῶτον διακάμψας τῷ χεῖρε, προσέπλεκεν  εἴτα τῇ παραφορᾷ πρὸς τὸ κάταντες ἐκλυόμενος συνεχὲς προσεκυλινδεῖτο τῇ γῇ, καὶ τὴν γλῶτταν τοῖς ὀδοῦσι διεμασᾶτο προήνπτουσαν, ἀφρὸν δυσώδη διαῤῥέων τοῦ στόματος. Τοῦτο λαβὼν ὁ τῆς ἐκεῖσε μονῆς προεστὼς τὸ κολόβιον ἐπίστευε γὰρ ὥσπερ εὐωδίαν μεταλαβεῖν τὴν ἐσθῆτα τῆς τοῦ μάρτυρος χάριτος τὸν ἄνθρωπον ἀμφιέννυσι καὶ παραχρῆμα τὸ πάθος ἐκδύεται, καὶ τῆς συμφορᾶς ἐλεύθερος ἀνιστάμενος, καθαρᾷ τῇ γλώττῃ ἀνύμνει τὸν Χριστὸν καὶ τὸν μάρτυρα.

Τοῦτο δεῖγμα τῆς ἀεὶ βρυούσης τοῦ μάρτυρος χάριτος, ὥσπερ μία σταγὼν τὴν ὅλην τῆς πηγῆς πιστουμένη γλυκύτητα τῶν μαρτύρων γὰρ ἀέναος ἡ χορηγία τῆς χάριτος, Χριστὸν ἔχουσα τῶν ἀγαθῶν τὴν πηγὴν, τὸ ὕδωρ τὸ ζῶν τῷ πιστεύοντι χαριζόμενον ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.