logo

Θεοφάνους Κεραμέως

 

Ὁμιλία κστ΄

 

«Εἰς τὴν Βαϊοφόρον ἑορτὴν-ἐλέχθη δὲ ἐνώπιον τοῦ ῥηγὸς Ῥόγου»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 541Β-549Β)

  

 

Φαιδρὰ τῆς παρούσης ἑορτῆς ἡ συνέλευσις λαμπρὰ τῆς πανηγύρεως ἡ συνάθροισις, οἷά τινα κόσμον ἄλλον συνάγουσα τὴν τοῦ βασιλέως προέλευσιν, ὃς ὁρᾶται νῦν προκαθήμενος, οὐ τοσοῦτον τῷ διαδήματι, ὅσον τοῖς κατορθώμασι φαιδρυνόμενος μᾶλλον δὲ οὐ τοσοῦτον τοῖς κατορθώμασιν, ὅσον τῇ Θεὸν πίττει κρατυνόμενος, δι᾿ ἧς τοσούτων κατορθωμάτων γέγονεν αὐτουργός. Ἡ μὲν οὖν ἑορτὴ δυσὶν αὐγαζομένη μαρμαρυγαῖς. Θεία τέ ἐστι καὶ βασιλική. Οἷς μὲν γὰρ τὴν σωτήριον προμηνύει ἀνάστασιν, καὶ τὴν τοῦ Θανάτου κατάλυσιν, καὶ τὴν ἡμῶν ἐπανόρθωσιν, θεϊκαῖς ἀκτῖσι πυρσεύεται. Οἷς δὲ ͵ποικίλως αὑτὴν ὁ εὑσεβὴς βασιλεὺς κατεκόσμησε τῇ αὐτοῦ παρουσίᾳ, τῇ τῶν ἀρχιερέων ἐνδημίᾳ, τῇ τοῦ κλήρου ὑμνῳδίᾳ, τῇ παμπληθεῖ δημαγωγίᾳ, βασιλική ἐστιν ἡ πανήγυρις. Τίς οὖν ἔσται μοι λόγος πρὸς ἑκάτερα μεριζόμενος, καὶ τῷ ἑορτῆς μεγέθει κατάλληλος, καὶ βασιλικῇ δόξῃ ἁρμόδιος ὡς νῦν γε

τρέμω καὶ δέδοικα, ἱδρῶτι ῥαινόμενος, καὶ φόβῳ κρατούμενος, καὶ δειλία ἐχόμενος, καὶ τὴν ψυχὴν δειλαινόμενος, καὶ τον νοῦν κραδαινόμενος, καὶ τὴν καρδίαν παλλόμενος, καὶ τῆς φωνῆς τὸν τόνον ἀνακοπτόμενος, ὅτι βασιλικαῖς ἀκοαῖς ὑπαντλῶ λόγον ἁλμυρόν τε καὶ ἄποτον. ᾿Αλλ᾿ ἐπειδήπερ ἡ χριστομίμητος γαληνότης τοῦ κράτους σου τοταύτην ἐπιεδείξατο συγκατάβασιν, ὡς ἐπήκοον ἑαυτὸν καθίσαι τῶν ἀμούσων ἡμῶν λόγων, καὶ μηδὲν ἐχόντων ἐράσμιον, ἰδοὺ σοι καὶ πάλιν, ὡς δασμὸν ἐτήσιον τὸν λόγον προσάγομεν. ᾿Αλλὰ τὰς μὲν σάς ἀρετάς, ὦ βασιλεῦ, καὶ τὰς νίκας τὰς ἐκ Θεοῦ καὶ τὰς ἀριστείας, καὶ τὰ τρόπαια ἄλλος καιρὸς καὶ συγγραφαὶ διηγεῖσθαι, ταὐτὸν ἐστι μετρεῖν κοτύλῃ τὴν θάλασσαν. Νῦν δὲ περὶ τῆς ἑορτῆς ὁ λόγος θιασεύτω, καὶ τῶν ἀναγνωσθεισῶν εὐαγγελικῶν φωνῶν ἐπὶ τροχάδην ἐπιμεμνήσθω, τοῦ τῆς ὥρας στενοῦ καταστοχαζόμενος. Τῷ καιρῷ ἐκείνῳ Ὅτε ἤγγισεν ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὅρος τῶν Ἐλαιῶν, τότε ἀπέστειλε δύο μαθητάς, λέγων αὐτοῖς Ἀπέλθετε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην. καὶ πῶλον μετ’ αὐτῆς λύσαντες τὸν πῶλον ἀγάγετε μοι. Πολλάκις εἰς Ἱερουσαλὴμ ἐλθὼν ὁ Σωτὴρ, πεζὴν τὴν πορείαν ποιούμενος, ὡς ἔθος αὐτῷ, καινοτέραν ἄρτι ποιεῖ τὴν εἰσέλευσιν, μετ᾿ εὐφημιῶν, καὶ δόξης, καὶ προπομπῆς εἰσερχόμενος. Ἐπειδὴ γὰρ τὰ τῆς οἰκονομίας πέρας ἤδη ἐλάμβανε, καὶ τὸ πάθος ἐπὶ θύραις ἦν, καὶ ὁ σταυρὸς ἐγειτνίαζεν, αὐτὸς δὲ ταῖς ἄλλαις θαυματουργίαις, καὶ τον Λάζαρον ἐκσπάσας τῆς τοῦ ἅδου γαστρὸς, τοῦ θανάτου νικητὴς ἐχρημάτισεν, εἴσεισι λοιπὸν εἰς τὴν πόλιν, οἷα βασιλεὺς μετὰ τρόπαια, καὶ νίκας δορυφορούμενος ὁμοῦ τε τὰ τοῖς προφήταις τεθεσπισμένα πληρῶν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν ὑποτυπῶν. Ὁ μὲν γὰρ πατριάρχης Ἱακώβ δεσμεύειν αὐτὸν εἶπεν εἰς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Ὁ δὲ μέγας Δαβὶδ τὰς τῶν παίδων εὐφημίας προβλέπων, οὕτω φησίν ᾿Εκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. » ᾿Εκδηλότερον δὲ καὶ Ζαχαρίας προχρησμῳδεῖ, ἔποχον αὐτὸν ἥκειν ἐν τῇ Σιών Εἴπατε, λέγων, τῇ θυγατρὶ Σιὼν Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Τί οὖν, ὦ προφῆτα, οὐκ αὐτὸς ταῦτα λέγεις τῇ Θυγατρὶ Σιὼν, ἀλλ᾽ ἄλλοις προτρέπεις εὐαγγελίσεσθαι; Ἐπειδὴ ἐγὼ μὲν, φησὶν, ἱμειρόμην τὴν δόξαν ἐκείνην ἰδεῖν, ἀλλ’ ἡ ὡρισμένη ἀκολουθία ἐκώλυσε. Συνευφραίνομαι δὲ τοῖς τότε καταντήσουσι, καὶ τῇ νέα Σιὼν ταῦτα ἐγκελεύομαι. Θυγάτηρ δὲ τῆς Σιὼν ἡ Ἐκκλησία ἐστὶν ἡ πάλαι διψῶσα τὴν τοῦ Θεοῦυ ἐνανθρώπησιν τοῦτο γὰρ ἡ Σιὼν ἑρμηνεύεται. Αὕτη γὰρ τῷ τῆς εἰδωλολατρείας καταφρυγεῖσα φλογμῷ. ἐδίψα διακαῶς τοῦ ζῶντος ὕδατος γεύσασθαι. ᾿Αλλὰ τίς ποτε ἦν ἡ κατέναντι κώμη, κατά τὸν τῆς ἀναγωγῆς λόγον, πρὸς ἦν στέλλεται τῶν μαθητῶν η δυάς; (Τὸ γὰρ τῆς ἱστορίας ὡς ἐγνωσμένον πᾶσι παρήσομεν.) Τίς οὗν ἄλλη , ἢ οὗτος ὁ κόσμος, ὁ δι᾽ ἁμαρτίας ἀποστὰς τοῦ Θεοῦ, καὶ ἀπεναντίας γενόμενος; Ὥσπερ οὖν ἐν ἐκείνῃ τῇ κώμῃ Πέτρος καὶ Ἰωάννης ἐκπέμπονται, τὴν ὄνον καὶ τον πῶλον κομίσοντες. οὕτως ἐν τῷδε τῷ κόσμῳ προφῆται καὶ ἀπόστολοι στέλλονται τοὺς ἐκ περιτομῆς καὶ τοὺς ἐξ ἐθνῶν τῷ Χριστῷ διὰ πίστεως ἄγοντες Εἰ δὲ δεσμοῖς ὁ πῶλος ἐν τῷ ἀμφόδῳ ἐδέδετο, οὐδὲ τοῦτο ἐστιν ἀνακόλουθον. Ἔξωθεν γὰρ τῆς ἐκκλησιαστικῆς πίστεως ἀμφὶ τὴν πλατεῖαν ὁδὸν καὶ εὐρύχωρον ἐδεσμοῦντο τὰ ἔθνη ταῖς τῶν ἁμαρτημάτων σειραῖς. Ἐδέδετο δὲ καλὴ ὄνος  ταῖς γὰρ ἐντολαῖς τοῦ νόμου καθάπερ δεσμοῖς οἱ Ἰουδαῖοι συνείχοντο. Καλῶς δὲ τῆς θεωρίας ὁ λόγος τὸν μὲν πῶλον εἰς τύπον ἕλαβε τῶν ἐθνῶν ἀτάκτως γὰρ τὰ ἔθνη ἐφήλλατο εἰς ἀσεβείας καὶ πράξεις αἰσχράς, καθάπερ πῶλος μήπω χαλινῷ δαμασθεὶς, μηδ᾿ ἐφεστρίδα τοῖς νώτοις δεξάμενος, ἤγε μὴν ὄνος τὴν τῶν Ἰουδαίων ἐδήλου συναγωγήν. ᾽Ηχθηφόρει γὰρ καὶ αὕτη τὰ τοῦ νόμου φορτία, ὑπὸ τὸν ζυγὸν οὖσα τῆς νομικῆς δουλείας, καὶ ὡς φορδιὰν φοροῦσα τά τῶν ἐντολῶν διατάγματα. ᾿Αλλὰ τοῦ Χριστοῦ κελεύσαντος ἀμφότεροι λύονται πρὸς μίαν πίστιν δεσμούμενοι καὶ οὕτω κατὰ τὴν Πατριαρχικὴν προφητείαν, δεσμεύει πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Ἄπελος γάρ ὁ ἐξ ᾽Ισραὴλ, περὶ ὧν φησιν ὁ ψαλμός Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. ᾿Εν ταύτη οὖν τῇ ἀμπέλῳ τὸν ἐθνικὸν λαὸν συνδεσμεῖ ταῖς εὐαγγελικαῖς ἐντολαῖς. Ἐπικάθηται δὲ ἐν αὐτοῖς ὁ Χριστὸς, τῶν ἀποστόλων ὑποστρωσάντων αὐτῷ τὰ ἱμάτια. Νοεῖς δὲ πάντως διὰ τῶν ἱματίων τὸν εὐσχήμονα βίον, τὸν ἐπικοσμοῦντα τὸ ἦθος διὰ τῆς εὐπρεποῦς καταστάσεως. Ταῦτα τὰ ἱμάτια ἐνέδυσαν ἡμᾶς οἱ ἀπόστολοι καὶ βοᾷ Παῦλος ᾿Ενδύσασθε τὰ ὅπλα τοῦ φωτὸς, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.

Ἐπικαθίσας δὲ τοῖς ζώοις ὁ Κύριος εἴσεισιν εἰς Ἱερουσαλήμ. Ὅσοι γὰρ αὐτὸν ἐν ἑαυτοῖς ἐδέξαντο διὰ θεωρίας καὶ πράξεως, εἰς τὴν ἄνω εἰσάγονται Ἱερουσαλὴμ, τὴν ὄντως ἁγίαν πόλιν, ἐν ἧ τῆς εἰρήνης ἡ ὅρασις. Ἱερουσαλὴμ γὰρ εἰρήνης ὅρασις Α ἑρμηνεύεται. Παῖδες δὲ ὑμνοῦσι τὸν Κύριον εἰ μὴ γὰρ τὴν τῶν παίδων ἀκακίαν κτήσωμεν, οὐ πρεπόντων δυνάμεθα ὑμνῆσαι τὸν Κύριον. Ἡ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες τοὺς πρὸ τῆς Χριστοῦ ἐνανθρωπήσεως, καὶ τοὺς μετὰ ταῦτα δικαίους αἰνίττονται. Προῆγε μὲν Ἀβραὰμ, καὶ οἱ ἐξ αὐτοῦ πατριάρχαι, καὶ ἡ χορεία τῶν προφητῶν, οἵτινες διὰ συμβόλων καὶ προῤῥήσεων τὴν τοῦ Χριστοῦ παρουσίαν κατήγγειλαν. Ἠκολού0ουν δὲ Πέτρος, καὶ Ἀνδρέας, καὶ Ματθαῖος-καὶ Ἰωάννης καὶ Φίλιππος οἷς ἐπεφώνει « Ἀκολουθεῖτε μοι,» καὶ οἱ μέχρι νῦν δι᾽ ἐκείνων πεστεύοντες. Σπουδάσωμεν οὖν καὶ ἡμεῖς, ὦ Χριστιανικώτατον ἄθροισμα, δι᾿ ὀρθῆς πίστεως καὶ πράξεων εὐσεβῶν ἐν ἑαυτοῖς φέρειν τὸν Κύριον ἔποχον. Μιμησώμεθα τοὺς παῖδας ἐκείνους τῇ τῆς γνώμης ἀκεραιότητι. Τοὺς κλάδους ἐκ τῶν δένδρων ἐκκόψωμεν, τοὺς λόγους ἀναλεγόμενοι τῶν νοητῶν δένδρων, τῶν ἁγίων Πατέρων καὶ διδασκάλων, τῶν πεφυτευμένων παρὰ τὰς διεξόδους τῶν ὑδάτων τοῦ Πνεύματος. ᾿Εκ  τούτων τῶν φυτῶν τὴν διδασκαλίαν καὶ τὴν πολιτείαν δρεψώμεθα, καὶ ἐπιστρώσωμεν ἑαυτοὺς τὴν τοῦ βίου ὁδὸν προάγοντα, καὶ ἀκολουθοῦντα τὸν βίον τῇ κατὰ Χριστὸν πολιτείᾳ δεικνύοντες. Ζηλώσωμεν τοὺς ἱεροὺς μαθητὰς, ὡς μὲν Πέτρος καὶ Ἰωάννης διὰ θεωρίας καὶ πράξεως ἐκ τῆς κώμης τὴν ὄνον καὶ τὸν πῶλον ἐκβάλλοντες, τὸν θυμὸν καὶ τὴν ἐπι θυμίαν ἐκ τοῦ τὰ κοσμικὰ φρονεῖν ἀπολύοντες, καὶ εἰς ὑπακοὴν τοῦ Χριστοῦ μεταφέροντες, ὡς δὲ οἱ λοιποὶ μαθηταὶ ὑποστρωννύντες τὸ σῶμα, τὸ τῆς ψυχῆς ἱμάτιον. Ὑποστρώννυται δὲ τῷ Χριστῷ, ὅταν αὐτὸ δι᾿ ἐγκρατείας λεπτύνωμεν. Γενώμεθα καθάπερ ταυτὶ τὰ φυτὰ, ὧν τοὺς κλάδους ἐν χερσὶν ἐπιφέρομεν δένδρα Λιβάνου χρηματίσομεν εἰς ὀσμὴν εὐωδίας τὰς πράξεις ἡμῶν τῷ Θεῷ ἀναφέροντες. Φυτευθῶμεν, ὡς ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ὁρᾷς τὸ τῆς ἐλαίας φυτὸν ὅπως εὐθαλὲς ἐστι, μηδέποτε τὴν τῶν φύλλων ἀποβάλλων πετάλωσιν; Οὕτως ἡμᾶς ὁ Κύριος βούλεται κατακόσμους εἶναι ταῖς ἀρεταῖς, καὶ καρπὸν φέρειν τὴν ἐλεημοσύνην, ὡς ἔλαιον. Καλὸν ζηλῶσαι ἡμᾶς τοὺς φοίνικας  ὡς γὰρ τοῦ φοίνικος λευκοτάτη μὲν ἐστιν ἡ καρδία, εὕμηκες δὲ τὸ στέλεχος καὶ ὑψίκομον, οὕτως αἱ τῶν δικαίων ψυχαὶ καθαραὶ, καὶ λευκοῦ, καὶ περὶ τὰ οὐράνια ὕψη ἀνατεινόμεναι εἰ καὶ σκολόπων ὁ φοίνιξ ἐμπέπλησται, ἀλλὰ καὶ τοῖς δικαίοις ἔνεισι σκόλοπες οἱ πρὸς τοὺς ἁμαρτάνοντες ἔλεγχοι, καθάπου καὶ εἴρηται, Σοφῶν λόγοι ὡς βούκεντρα.» Διὰ τοῦτο Δαδὶδ ἐν ψαλμοῖς, καὶ Σολομὼν ἐν τῷ ἄσματι, φοίνικι τὸν δίκαιον παρεικάζουσι. Ὅς γὰρ τοῦ φοίνικος ὁ καρπὸς γλυκὺς μὲν ἔξωθεν καὶ ἐδώδιμος, ἔσωθεν ἰσχυρὸς, ὅτι μάλιστα, καὶ στερέμνιος, οὕτω καὶ ἡμεῖς εἶναι ὀφείλομεν γλυκεῖς πρὸς τοὺς ὁμοφύλους, πάσης πικρίας καὶ φθόνου, καὶ θυμοῦ ἀμοιροῦντες, ἑδραῖοι δὲ τὰς ψυχὰς, καὶ πρὸς τοὺς πειρασμοὺς ἰσχυροὶ, καὶ ἀνένδοτοι, καὶ μηδαμοῦ καταπίπτοντας, ἵνα ρηθῇ καὶ ἑκάστῳ ἡμῶν Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ὁ λίβανος πληθυνθήσεται. Προετοιμασθῶμεν ὑπαντῆσαι Χριστῷ, κατὰ τὴν λαμπροφόρον ἀνάστασιν, καθαραῖς ἐλλαμπόμενοι πράξεσιν, ὑπευχόμενοι τὸ θεοφρούρητον κράτος τοῦ εὐσεβοῦς βασιλέως ἡμῶν τοῖς υἱοῖς αὐτοῦ διαμένειν ἀσάλευτον, ἐντείνεσθαι καὶ κατευωδοῦσθαι ὑπὸ Θεοῦ τοῦ κοσμήσαντος τοῦτον σοφίᾳ, καὶ ἀνδρεία, καὶ βασιλικῷ διαδήματι, ἐν βαθεῖ τε γήρει τὴν τῶν οὐρανῶν βασιλείαν τῆς ἐπὶ γῆς ἀνταλλάξασθαι ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμὴν.