logo

Θεοφάνους Κεραμέως

 

«Ὁμιλία εἰς τήν Βαϊοφόρον.

ἐλέχθη ἐν τῷ ἄμβωνι τῆς Καθολικῆς Ῥηγίου

(ἐκδοθέν ὑπό Stefano Carouso)

 

(Ἐκ τῆς Ἐπετηρίδος τῆς Ἑταιρείας Βυζαντινῶν Σπουδῶν

 τ. ΜΑ΄, Ἀθῆναι 1974 σσ. 124-127)

 

 

Ὡς λίαν ὁρῶ φαιδροτέραν τὴν παροῦσαν πανήγυριν, τὰ προοίμια φέρουσαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως καὶ τριττὴν εὐφροσύνην τῷ χριστωνύμῳ λαῷ ἐπεισάγουσαν, τὴν τοῦ θανάτου κατάλυσιν, τὴν τοῦ ἀνθρωπείου γένους ἀνάκλησιν, τὴν τῆς σωτηρίου ἐγέρσεως προεκφώνησιν. διὰ τοῦτο - οἶμαι καὶ τριττὴ τῆς συνελεύσεως διαφορά, ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, ἀναπληρούντων τὸν ὅμιλον διὰ τοῦτο καὶ τριττὸν γένος φυτῶν ἐν ταῖς χερσὶ περιφέρομεν, τῆς τριπλόκου ἑορτῆς δηλοῦντες τὰ ἐπινίκια.

Τίς οὖν μοι λόγον παράσχοι τριχῇ μεριζόμενον καὶ πρὸς ἑκάτερον μέρος συναρμοζόμενον; ᾿Εχρῆν γὰρ τὴν διδασκαλικὴν ἀξίαν παραχωρῆσαι τοῖς ἡλικίᾳ καὶ λόγῳ προέχουσιν ἐπεὶ δὲ ἡ ὑμετέρα ψῆφος ἐκράτησε καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι ἄκων πρὸς τὸν βαθμὸν τοῦτον ἀνήχθην, πρῶτος τῆς ἱερᾶς λογάδος τῶν τιμίων ἱερέων γενόμενος͵ ταῖς ὑμετέραις εὐχαῖς πεποιθώς, ἐπὶ τὸν διδασκαλικὸν λόγον ἵημι, αὑτὰς τὰς σήμερον ἀναγνωσθείσας ἡμῖν ἱερὰς τοῦ Εὐαγγελίου ῥήσεις ταῖς ὑμετέραις ἀκοαῖς, ὡς δυνατόν, ἐξηγούμενος.

«Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤγγισεν ὁ Ἰησοῦς εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ᾽Ελαιῶν. . . ». Ἄθρει δὴ ἐκ προοιμίων αὐτῶν πόσα δι᾿ ἑνὸς γίνεται. Προφητεύει τοῖς μαθηταῖς ὡς ἀπελθόντες εὑρήσουσιν ὄνον δεδεμένην καὶ πῶλον προλέγει ὡς οὐκ ἀντείποιεν οἱ τῆς κώμης, οὐδὲ εἵρξουσι τοὺς μαθητὰς λῦσαι τὰ ὑποζύγια, ἀκούσαντες ὅτι «ὁ Κύριος αὐτῶν χρείαν ἔχει» τούτων, δείκνυσιν ὡς ὁ πείσας τοὺς ἀγροίκους ἐκείνους τῶν ἰδίων παραχωρεῖν - καὶ ταῦτα μὴ παρόντος τοῦ ἐπιτάττοντος, ἐδύνατο καὶ τοὺς ᾿Ιουδαίους κωλῦσαι καὶ ἀφώνους καταστῆσαι, κατ᾿ αὐτοῦ φονικῶς ἐπιόντας διδάσκει μετρίους εἶναι καὶ μόνοις ἀρκεῖσθαι τοῖς ἀναγκαίοις.

 Οὕτω γὰρ διὰ πάντων τὸ τῶν ἀνθρώπων ἦθος ῥυθμίζει τὴν γὰρ ἡμετέραν προσλαβὼν φύσιν καὶ τεχθῆναι βουλόμενος, οὔτε μητέρα ἔσχε πλουσίαν καὶ ὄλβῳ περιφανῆ, οὔτε ἐν βασιλικοῖς οἴκοις τίκτεται, ἀλλὰ σπήλαιον μὲν ἡ τοῦ τόκου κατάλυσις, ἀντὶ δε κάπης ἐν φάτνῃ πενιχρῶς ἀνακλίνεται ἀλλὰ καὶ μαθητὰς συναγείρας, οὐ φιλοσόφους συλλέγει καὶ ῥήτορας, πλούτῳ κομῶντας καὶ δόξῃ κομπάζοντας, ἀλλ’ ἁλιεῖς καὶ ἀγροίκους καὶ πένητας ἐκ τόπου δὲ τόπον ἀμείβων πεζῇ τὴν ὁδοιπορίαν ἐποίει, καὶ κοπιῶν ἐκάθητο παρὰ τῇ πηγῇ, οὕτως ἠμελημένος, καὶ γυναικὶ χυδαίᾳ διελέγετο. Οὕτω δὴ κἀνταῦθα. Ὅτε χρεία ἦν ἔποχον γενέσθαι ὑποζυγίῳ, οὐχ ἵππον γαῦρον ἐπιζητεῖ, μηνοειδῶς κυκλοῦντα τὸν τράχηλον καὶ συνεχῶς τὴν ὁπλὴν τῇ γῇ προσαράσσοντα, ἀλλ’ ἐν ὀνικῷ πώλῳ κάθηται, διδάσκων ἡμας-ὡς προεῖπον-φιλοσοφεῖν μετριότητα ἅμα δὲ πληροῖ καὶ τὴν προφητείαν, ἦν ἀριδηλότατα προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ Ζαχαρίου πρὸς τὴν Σιὼν «Χαῖρε σφόδρα, Θύγατερ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἥκει πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

Εἰπάτωσαν οὖν ἡμῖν τὰ τῶν ἀχαρίστων Ἰουδαίων γεννήματα, οἱ τὴν καρδίαν ὡς ἀληθῶς ἀπερίτμητοι τίς ποτε βασιλεὺς εἰσῆλθεν εἰς Ἱερουσαλὴμ ὄνῳ καθήμενος; Πρὸς ἕτερον τίνα τὸ τῆς προφητείας ἀνάγεται; ᾿Αλλ᾽ οὐκ ἔχουσι δεῖξαι εἰς μόνον γὰρ τὸν Σωτῆρα Χριστὸν ἦθεία ὀμφὴ πεπλήρωται. ᾿Επειδὴ γὰρ Σιὼν διψῶσα ἐφερμηνεύεται, ἡ δὲ ἀνθρωπίνη φύσις τῷ καύσωνι τῆς ἀσεβείας δεινῶς ἐνεφρύγετο, ἔμελλε δὲ τὸ ὕδωρ τὸ ζῶν, ὁ τοῦ Θεοῦ Λόγος, ἐλθεῖν καὶ τὴν θεσπεσίαν ἀφήσειν φωνήν «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, τοῦτο προϊδὼν ὁ Προφήτης ὀξυδορκίᾳ προβλεπτικῇ χαίρειν τὴν ἐκκλησίαν προτρέπεται.

 

᾿Αλλὰ φέρε, τὸν τῆς ἱστορίας πέπλον ἀναπετάσαντες, εἴσω τῶν ἀδύτων τῆς θεωρίας γενώμεθα. Οἱ μὲν οὖν σταλέντες μαθηταί, Πέτρος καὶ Ἰωάννης, προφήτας καὶ ἀποστόλους εἰκόνιζον ἡ δὲ ὄνος, ἅτε ἀχθηφοροῦσα, τὴν συναγωγὴν τῶν Ἰουδαίων ἐδήλου, ὡς βρίθουσαν ἐφολκίδι, βαστάζουσαν τὰ τοῦ νόμου παρατηρήματα ὁ μέντοι πῶλος, ἅτε σκιρτικὸς καὶ δυσήνιος, τῶν ἐξ ἐθνῶν ἦν προτύπωσις- καὶ γὰρ καὶ ὁ ἐθνικὸς λαὸς ἀπειθὴς ἦν καὶ δυσάγωγος, λύουσι δὲ ἀμφοτέρους οἱ μαθηταὶ διὰ τοῦ κηρύγματος τῆς τῶν ἁμαρτιῶν σειρᾶς. ᾿Επεὶ δὲ ἄμφοδα λέγεται τὰ προπύλαια, καλῶς πεπεδῆσθαι λέγει αὐτοὺς εἰς τὸ ἄμφοδον ἔξω γὰρ τῆς εὐαγγελικῆς πύλης οἱ τῇ ἀπιστία ἐνισχημένοι ἐδέδεντο ἡ δὲ τῶν ἱματίων ἐπίθεσις τὸν εὐσχήμονα βίον ἠνίττετο, περὶ οὗ φησιν ὁ ᾿Απόστολος' «’Ενδυσώμεθα τὰ ὅπλα τοῦ φωτός».

Διὸ δὴ καὶ ἡμεῖς, ὦ χριστιανικώτατε θίασε, ἀναπεπταμένη καρδίᾳ δι᾽ ἀρετῆς ἑαυτοὺς ὑφαπλώσαντες, τὸν Δεσπότην ὑποδεξώμεθα' μιμησώμεθα τὰ θεοφιλῆ ἐκεῖνα μειράκια, τὰ τοῖς ραδάμνοις τῶν ἐλαιῶν τὸν Κύριον δεξιούμενα” νηπιάσωμεν τῇ τῆς γνώμης ἀκεραιότητι ἀπὸ τῶν νοητῶν ἐλαιῶν ἐκκόψωμεν ὄρπηκας, τῷ πελέκει τῆς διδασκαλίας αὐτοὺς ἀναλέγοντες ἔποχοι τῇ ὄνῳ καὶ τῷ πώλῳ γενώμεθα, τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καθυποτάττοντες στῶμεν ὡσεὶ ἐλαία κατάκαρπος. καθὼς ἡ δαυϊτικὴ φόρμιγξ παρακελεύεται ὑψωθῶμεν ὡς φοῖνιξ, τοὺς ψῆνας τῆς θεογνωσίας εἰς τὸ μετέωρον αἴροντες ὡς ἂν καὶ περὶ ἡμῶν ἡ ψαλμικὴ φαίη Γραφή «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει». ᾿Αλλὰ βλέπω τὸ τῆς ὥρας ἐπάναγκες ἐβουλόμην τὸν λόγον ὑπερεκτεῖναι τρανότερον-καὶ γὰρ πολλὴν περιέχει τὴν ἠθικὴν θεωρίαν ἡ τῆς ἱστορίας ὑπόθεσις -, ἀλλὰ καταπαύειν τὸν λόγον βιάζομαι, τὸ τῆς ὥρας στενὸν καταστοχαζόμενος.

Διὸ καὶ ἡμεῖς, ὦ ἀδελφοί, μετὰ βαΐων ἐξελθόντες τὸν νικητὴν τοῦ θανάτου δοξάσαι, ἐν πάσῃ δόξῃ τοῦτον δοξολογήσωμεν, μὴ κλάδους μόνον ἐλαιῶν ἐν ταῖς χερσὶ κρατοῦντες, ἀλλὰ κλάδους ἀειζώων ἀρετῶν, ἐν αἷς καὶ ὁ ἀείζωος Κύριος μᾶλλον δοξολογεῖται δοξάζεται γάρ, ἐλεήμων ὧν, ἐν ἐλεημοσύνῃ, ἦς σύμβολον ἡ ἐλαία διὰ τὸ ἀειθαλὲς καὶ διὰ τὸ τροφὴν εἶναι τοῦ φωτὸς τὸ ἐξ αὐτῆς ἀποστάζον ἔλαιον, φῶς δὲ ὁ Θεὸς ἡμῶν καὶ πῦρ λέγεται καὶ ὀνομάζεται χρῄζεται οὖν τοῦ παρ᾽ ἡμῶν ἐλαίου τῆς ἐλεημοσύνης, καὶ μάλιστα ἐλεήμων ὧν. ᾿Εν ταύτῃ γοῦν τοῦτον δοξολογοῦντες καὶ ἐν σωφροσύνῃ καὶ ἁγιασμῷ ψυχῆς τε καὶ σώματος, δοξασθησόμεθα παρ᾿ αὐτοῦ καὶ τὸν ἔλεον αὐτοῦ ἐπιτύχωμεν καί, τετραήμεροι καὶ ὀδωδότες ὡς Λάζαρος, τοῦ μνήματος τῶν ἁμαρτιῶν ἡμῶν τῇ αὐτοῦ κελεύσει ἐξαναστῶμεν. Οὕτω δοξάζεται Χριστός, οὕτω βαϊφορεῖται τὰ τοιαῦτα βαΐα τοῦτον εὐφραίνουσιν, αἱ λευκαὶ καρδίαι, ὧν τὸ τῶν φοινίκων φυτόν ἐστι σήμαντρον, τὸ πρὸς οὐρανὸν βλέπειν πάντας.

᾿΄Εστω δὲ οἷον ἐπισφράγισμα ἡ ὀφειλομένη ἡμῖν πρὸς Θεὸν ἱκετηρία ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν αὐτοκράτορος, ἵνα ὁ τοῦτον λαμπρύνας Θεὸς δόξῃ  καὶ φρονήσει καὶ γενναιότητι τηρήσῃ καὶ τὸ κράτος αὐτοῦ ἕως τέλος ἀνεπιβούλευτον καὶ συντρίψῃ τοὺς τῆς Ἄγαρ υἱοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ δίκην κόνεως, ἐπευρύνῃ δὲ τὰ τῆς ἐπικρατείας αὐτοῦ σχοινίσματα ἐν εὐσταθίᾳ καὶ εἰρηνη και γαληνότητι. Ἐν ΧριστῷἸησοῦ τῷ Κυρίῳ ἡμῶν, ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.