Θεοφάνους Κεραμέως

Ὁμιλία Δ΄-

Εἰς τήν Ὕψωσιν τοῦ Τιμίου

καί Ζωοποιοῦ Σταυροῦ

 

(J.-P. Migne, Patrologia Graeca t. 132, 184A-204B)

 

 

Ὁρῶ σήμερον τοῦ μεγάλου τοῦδε ναοῦ τὸν σαβάσμιον ὄροφον τήν οὐράνιον μιμούμενον ἄντυγα· ὡς δὲ λειμώνα πολυανθῆ τὸ ἁγιώτατον δάπεδον, τῇ ποικιλία ὠραϊζόμενον τῆς τοῦ λαοῦ συνελεύσεως, ὡς δὲ ψεκάζουσες  νεφέλαας τὸν τοῦ ἱεροῦ κλήρου κατάλογον, καὶ μέσον δορυφορούντα τὸν ζωηφόρον σταυρὸν  τό τῆς ζωῆς ξύλον, τό βασιλικόν σκῆπτρον, τῶν δαιμόνων τόν ἀναιρέτην, τῆς ἁμαρτίας τόν καθαιρέτην, τῆς πάντων σωτηρίας τόν αἴτιον, οὗ τήν σεβάσμιον ὕψωσιν πανηγύσοντες ἤκομεν, ἥτις δὴ σύμβολον ἐστιν ἐναργές τῆς ἀπό γῆς εἰς οὐρανοὺς τῶν ἀνθρώπων διὰ σταυροῦ ἀνελκύσεως· καὶ ἐπειδὴ ἡ πρώτη τοῦ σταυροῦ στάσις ἐν Γολγοθᾷ ἄτιμος ἐδόκει τοῖς ὑβρισταῖς, ἡ νῦν γινομένη ἀνύψωσίς της μελλούσης ἐστί δόξης προτύπωσις, καθ’ ἥν ὁ σταυρός ὁραθήσεται ὑπ' ἀγγέλων δορυφορούμενος. «Τότε γὰρ φανήσεται τό σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου,» ὡς προαναφωνεῖ τό ἅγιον Εὐαγγέλιον. Τοίνυν ὑψοῦται σταυρός χερσί τῶν οἰκονόμων τῆς χάριτος, τῷ τετραμερεῖ κόσμῳ διδούς τόν ἁγιασμόν. Ἐπειδὴ γὰρ ἡ πάντων τῶν ὄντων ὕπαρξις ἤ ἄνω, ἤ κάτω νοεῖται, ἡ πρὸς κατὰ τό πλάγιον πέρατα · αὕτη γὰρ ἡ τῶν ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθόνιων διαίρεσις · διὰ τοῦτο σταυρός ἀνυψούμενος ταῖς ἀπὸ τοῦ μέσου τέταρσι προβολαῖς, πᾶσαν τήν κτίσιν περιλαβών τῆς ἴδιας δόξης πληροῖ. Ἀμέλει προειδυῖα ἡ ὑπεράρχιος φύσις τό διὰ σταυροῦ μέλλον οἰκονομεῖσθαι μυστήριον ἐν τοῖς ὡρισμένοις καιροῖς, πολυμερῶς καί πολυτρόπως, ἀποστολικῶς εἰπεῖν, τήν τούτου δύναμιν προεσήμανε τοῖς ὀπωσοῦν δυναμένοις χειραγωγηθῆναι διά τῶν φαινομένων πρὸς τὰ νοούμενα.

Τοιγαροῦν ἐν τῇ τοῦ κόσμου γενέσει φυτεύσας παράδεισον κατ’ ἀνατολάς ὁ Θεὸς, ὡς διδάσκει τὰ λόγια, τό ξύλον τῆς ζωῆς εἰς τό τῆς Ἐδὲμ φυτεύσει μεσαίτατον, οἰονεί προαναφωνῶν πᾶσιν ἄνωθεν, ὡς ἐν μέσῳ τῆς γῆς φυτευθήσεται ὁ ζωηφόρος σταυρός, τόν τῆς ζωῆς παροχέα ἐν ἑαυτῷ φέρων ἐκκρεμαννύμενον. Καί τί βουλόμενος Μωυσῆς, οὗ φυτόν, ἡ δένδρον ὠνόμασεν τοῦτο, ἀλλά ξύλον ζωῆς ; ξύλον γὰρ μετὰ τήν τομὴν εἴωθε λέγεσθαι · ἀλλά διὰ τοῦ ξύλου φωνῆς τό μέλλον πείθει νοεῖν. Τοῦ δε προπάτορος ὀλισθήσαντος, καί  τοῦ τυράννου ὑπερισχύσαντος, καί παντός τοῦ γένους πρὸς τήν κακίαν ὁρμήσαντος, καὶ τοῦ Θεοῦ τήν ἁμαρτίαν διὰ τοῦ ὕδατος κατακλύσαντος, τό περιλειφθέν τῆς φύσεως λείψανον Νῶε συμπανοικοὶ διά ξύλου τυπικῶς διασώζεται· τό μὲν οὖν ὕδωρ τύπος ἦν τοῦ κατακλύσαντος τήν ἁμαρτίαν βαπτίσματος. Ἡ δὲ κιβωτός τοῦ ξύλου τοῦ σταυροῦ, δι’ οὗ σεσώσμεθα οἱ πιστεύσαντες. Ἡ δὲ διὰ τοῦ τῆς ἐλαίας κάρφους μηνύσασα περιστερὰ τῆς ὀργῆς τήν κατάπαυσιν, τήν διὰ τοῦ πνεύματος προέφαινεν. Ἀβραάμ δὲ ὁ μέγας τήν φρικτήν ἐκείνην θυσίαν ἀνενεγκεῖν κελευσθείς,  καὶ ὁλοκαυτῶσαι τόν Ἰσαάκ, τόν υἱόν τόν μονογενῆ, τόν ἀγαπητόν προφητικώτατα προΐδων ὡς τύπος ἦν ἡ θυσία Ἰσαὰκ τῆς σφαγῆς Ἰησοῦ, τὰ τῆς ὁλοκαρπώσεως ξύλα βαστάζειν προτρέπει τόν τυθησόμενον, λίαν ἀκολούθως τοῦτο ποιῶν. Καὶ Ἰησοῦς γὰρ εἰς  τήν ὑπὲρ ἡμῶν θυσίαν ἀγόμενος, ἐξῆλθε βαστάζων τόν σταυρίν αὐτοῦ. Ταύτη τοι καὶ θύεται μὲν ὁ κριός, ξύεται δὲ Ἰσαάκ, καὶ μετὰ τρεῖς ἡμέρας Σάῤῥα τῇ μητρί ἀποδίδοται· προφανῶς δεικνυούσης τῆς ἱστορίας, ὡς ἡ μὲν τοῦ Κυρίου σὰρξ, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, κατὰ τόν Ἡσαΐαν, καὶ τέθυται· ἡ δὲ θεότης ἔξω τοῦ πάθους ἐγένετο· καὶ μετὰ τρεῖς ἡμέρας τῇ Μητρί Παρθένῳ ἀναστάς πεφανέρωται. Ἰακὼβ δὲ ὁ Ἱερός τῆς πατρικῆς ἑστίας κεχωρηκώς, καὶ τῷ Λάβᾳ δεδουλευκώς, καὶ μισθόν οὐ κεκομικῶς, οὕτω τῷ Λάβᾳ σοφίζεται· ἐκλεπιδώσας σποράδην τρεῖς ὄρπηκας τῇ δεξαμενῇ ἐναπέθετο, ἐν ᾗ πίνειν εἰώθει τὰ θρέμματα. Τό δὲ ἐντεῦθεν, δ μὲν πολύθεος Λάβας πένης ἐγένετο, Ἰακὼβ δὲ πλούσιος καὶ πολύαρνος. Μετὰ γὰρ τόν τριήμερη σταυρόν καὶ τό βάπτισμα, πᾶσαν ἦρε Χριστός τήν ἀγέλην τοῦ Σατανᾶ μίαν αὐλήν ποιησάμενος. Ἀλλά καὶ εἰς  Χαῤῥάν ἐλθοντι τῷ Ἰακώβ, καὶ μετὰ τὰς ἡλίου δυσμάς λὶθῳ τήν κεφαλὴν προσερείσαντι, καὶ ὑπνώσαντι, κλίμακα  οὐ φανῆναι τὰ λόγια φάσκουσιν ἀπὸ γῆς μέχρι τῶν οὐρανίων ἀντύγων διήκουσαν, ἐπεστηρίχθαι δὲ ἐν αὐτῇ τόν Θεόν. Πάλιν οὖν σοι τόν νοῦν ἀνάγει ἡ ἱστορία εἰς  θεωρίαν. Τό γὰρ ὑπνῶσαι τόν Ἰακὼβ ἐδήλου τό ἔξω γενέσθαι τῶν αἰσθητῶν, μύσαντα δὲ τὰ τοῦ σώματος αἰσθητήρια, καὶ τό ἡγεμονικόν, ὅ διά τῆς κεφαλῆς ὑπῃνίξατο πρὸς τόν λίθον ἐρείσαντα. Νοεῖς δὲ πάντως τόν λίθον τόν ἀποδοκιμασθέντα παρὰ τῶν οἰκοδομούντων τὰ τοῦ νόμου, καὶ πρὸς γωνίας ἁρμογήν τῶν δύο λαῶν χρηματίσαντα. Τούτῳ προσερείσας ὁ πατριάρχης τόν νοῦν, εἶδε κλίμακα προσημαίνουσαν τόν σταυρόν, τόν γενόμενον ἡμῖν κλίμακα τῆς εἰς οὐρανοὺς ἀναβάσεως · διὰ τοῦτο καὶ δῦναι λέγει τόν ἥλιον· ἔδυ γὰρ ἐν σταυρῷ διὰ θανάτου τῆς δικαιοσύνης ὁ ἥλιος, στηριγμόν καὶ δύναμιν αὐτῷ χαρισάμενος. Ἀλλά καὶ τό ἄκρον τῆς ράβδου Ἰωσὴφ προσκυνήσας ὁ Ἰακώβ, τήν διὰ σταυροῦ τῆς βασιλείας γενησομένην ἰσχύν προεσήμανεν · ἐπευλογῶν καὶ τοὺς υἱωνούς, καὶ τῷ χεῖρε τεθεικώς ἐναλλάξ, τοῦ σταυρικοῦ σημείου τήν εὐλογίαν ὑπέγραφε. Ξύλινη δὲ κιβωτός πάντως καὶ τόν Μωϋσῆν, ὡς ἐξ ἄλλου κατακλυσμοῦ διεσώσατο, ὅς δὴ κατ’ ἀρετήν μέγας γενόμενος, καὶ τήν προστασίαν ἐγχειρισθείς τοῦ λαοῦ, τῶ σταυρικῷ τύπῳ τὰ τέρατα καὶ σημεῖα εἰργάζετο, ποτὲ μὲν τήν ῥάβδον μεταμείβων εἰς  δράκοντα, ὡς ἐμφαίνειν τόν μὲν σταυρόν διὰ τῆς ράβδου, διὰ τοῦ ὄφεως τόν ἐν αὐτῷ κρεμασθέντα ἐν ὀμοιώματι ὄφεως· ποτὲ δὲ τῇ μὲν χειρῶν σταυροτύπῳ ἐκτάσει παῦλαν διδοὺς τῶν πληγῶν, αἷς ἐμάστιζεν Αἴγυπτον. Οὐκ ἦν γὰρ ἄλλως τήν δυσώδη τῶν βατράχων ἐξαλειφθῆναι φθοράν, ἤ τό σκότος λυθῆναι τό ψηλαφητόν, εἰ μη Μωϋσῆς τὰς χείρας ἐπέτασεν. Ὥσπερ ἀμέλει οὐκ ἂν ἡ δυσώδης ἁμαρτία ἐξήλειπτο, καὶ τό τῆς ἀσεβείας σκότος ἐλέλυτο, εἰ μὴ ὁ νομοδότης Χριστός ἐν σταυρῷ τὰς χεῖρας ἐφήπλωσεν. Ἀλλά καὶ τῷ αἵματι τοῦ ἀμνοῦ κελεύσας Μωϋσῆς τήν φλιὰν καὶ τοὺς ἑκατέρωθεν χρίσαι σταθμούς, ὡς ἂν ἐκφυγεῖν δυνηθεῖεν τόν ὁλοθρεύοντα τόν τριμερῆ προεχάραττε τῷ αἵματι χρισθέντα τοῦ ὑπὲρ ἡμῶν τυθέντος Ἀμνοῦ, δι’ οὗ τόν ὁλοθρεύοντα ἐκπεφεύγομεν. Τί δὲ ἡ κατὰ τήν τῆς Ἐρυθρὰς θαλάσσης περαίωσιν, διὰ τῆς ῥάβδου διπλή τοῦ ὕδατος κρότησις, ἀπ' εὐθείας μὲν γενομένη ἐν τῇ διαιρέσει τοῦ κύματος, ἐγκαρσίως δέ ἐν τῇ ἀποκαταστάσει τοῦ ὕδατος ; οὐ καθαρῶς ἐδήλου τόν σταυρόν, καὶ τό βάπτισμα, δι' ὧν Ἰσραηλίτης λαός διασώζεται, ἡ δὲ τῆς ἁμαρτίας Αἰγυπτιακὴ στρατιὰ ὑποβρύχιος γίνεται; Καὶ μὴν καὶ τό ἔμβληθεν ξύλον ὑπὸ Μωϋσέως ἐν τῇ Μεῤῥᾷ, καὶ γλύκαναν τό ἄποτον, ὁ σταυρὸς ἦν, δι’ οὗ γέγονεν ὁ νόμος, κατὰ τόν Ἱερώτατον Κύριλλον, πότιμος καὶ γλυκὺς · «Τό γράμμα γὰρ ἀποκτείνει, > φὴσιν» ὁ Ἀπόστολος, πικρόν ὄν, εἰ μὴ πρὸς τήν γλυκύτητα τοῦ πνεύματος μεταβάλλοιτο. Καὶ ὁ ἀλλόφυλος δὲ Ἀμαλήκ κατετροποῦτο τόν Ἰσραήλ, εἰ μὴ σταυρικώς ἑαυτόν ὁ Μωυσῆς ἐσχημάτισε. Καὶ ὁ νοητός Ἀμαλήκ μέχρι τότε τῆς ἡμῶν κατεδυνάστευε φύσεως, ἕως ὁ Δεσπότης τὰς παλάμας ἐν σταυρῷ διεπέτασεν. Ἀλλά καὶ αὐτῇ ἡ βλαστήσασα ῥάβδος τοῦ Ἀαρών τόν ἅγιον ἐδήλου σταυρόν  βλαστήσαντα τήν σωτηρίαν ἡμῶν. Τόν Φινεὲς δὲ ἀκούοντες μιᾷ τῆς λόγχης πληγῇ τήν Μαδιανίτιν τῷ ἀσελγοῦντι Ἑβραίῳ συνεκκεντήσαντα τὸν σταυρὸν ὑπογραφόμενον βλέπομεν. Ἡ γὰρ λόγχη ξύλον ἐστί καθωπλισμένον σιδήρω, δι’ ὧν μετὰ τῶν ἥλων ὁ σταυρός εἰκονίζεται, ὅς τήν κακίαν μετὰ τοῦ αὐτῆς εὑρετοῦ συνηφάνισεν. Εἰ δὲ τῷ Ἰσραηλίτη ὁ διάβολος εἴκασται, θαυμαζέτω μηδεὶς· κἀκεινος γὰρ ἔκτισται μὲν νοῦς δρῶν τόν Θεὸν, ἀλλά τῆς ἀγγελικῆς παρεμβολῆς ἀποσκιρτήσας ἑκών τῇ πρὸς κακίαν ῥοπὴ  αὐτομαχία ἐγένετο. Ἐκεῖνο δὲ πῶς παρέλθοιμεν ἀμνημόνευτον ἐμφαῖνον καθαρῶς τό μυστήριον, τόν βότρυν λέγω, καὶ τό ξύλον, ἐν ᾧ ἀπῃώρητο ; Ὅτε γὰρ ἐπεπόμφει Μωϋσῆς κατασκόπους θεασαμένους τῆς ἐπαγγελίας τήν γῆν, συνεκπέμπει καὶ τόν παίδα Ναυῆ Ἰησοῦν, τῆς κατασκοπῆς ἀφηγούμενον. Ὡς δ' ὑπέστρεψεν Ἰησοῦς ἀγαθάς ἀγγελίας μηνύων περί τῆς γῆς ἐκείνης, δεῖγμα τοῦ λόγου ἐποιεῖτο τόν ἐπανόφορον βότρυν, ὅν ἐκόμιζεν. Νοεῖς εἰς  ὅ τι βλέπει τό αἴνιγμα· βότρυς γὰρ ἐπὶ ξύλου κρεμάμενος, τὶς ἄλλος ἐστί παρὰ τόν ἐπ’ ἐσχάτων ἡμερῶν ἐπὶ τοῦ ξύλου κρεμασθέντα Χριστόν, οὗ τό αἷμα ποτόν τοῖς πιστεύουσιν σωτήρων γίνεται; Τοῦτο Μωϋσεως προειπόντος ἡμῖν δι’ αἰνίγματος, ὅτι αἷμα σταφυλῆς ἐπινον δι’ οὗ τό σωτήριον πάθος προμηνύεται. Ὡς δὲ τοῦτον ἐδήλου καὶ ὁ ἐπὶ στύλου κρεμασθείς ὄφις χαλκούς, ὁ τῆς τῶν ἰοβόλων δηγμάτων φθορᾶς καταλύτης, ἐμάθομεν παρά τῆς ὑψηλῆς τοῦ Εὐαγγελίου φωνῆς. "Ὥσπερ γάρ, φησί, Μωϋσῆς ὕψωσε τόν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τόν Υἱὸν τοῦ ἄνθρωπου. Ἀλλά καὶ οἱ  Γαβαωνῖται, οὕς ὁ Ναυΐδης Ἰησοῦς κατέστησε ξυλοφόρους τῆς θείας σκηνῆς, τήν ἐθνικήν μοῖραν εἰκόνιζον προσχωροῦσαν τῷ ἀληθεῖ κληροδότη τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ, ὑφ' οὗ σωζόμενοι ξυλοφορεῖν ἐδιδάχθησαν, τουτέστι τόν περὶ τοῦ σταυροῦ σωτήριον λόγον τοῖς ὤμοις περιφέρειν τῶν ἀρετῶν, καὶ τῇ σκηνὴ τῆς πίστεως χορηγεῖν. Περιϊῶν δὲ τὰς γραφικάς ἱστορίας, καὶ ἀπὸ τῶν σωματικῶν ἀναθρώσκων εἰς  τὰ πνευματικά, καὶ μετάγων τό γράμμα ἐπὶ τό νόημα εὑρήσεις, ὡς καὶ γυναῖκες τοῦ σταυροῦ τήν ἰσχυν συμβολικῶς ἐνεδείξαντο. Ἦτε γὰρ ἀλλόφυλος Θάμαρ τοῖς δυσὶν ἀδελφοῖς συνοίκησασα, καὶ ἄγονος μείνασα, ἐπινοίᾳ τόν πενθερόν ἐσοφίσατο, τοῦ Ἰσραηλιτικοῦ σπέρματος τήν εὐγένειαν κλέψασα, καὶ σχοῦσα τόν κηδεστὺν ἐραστήν, λαμβάνει τήν ῥάβδον ἐνέχυρον,  ταύτην ἔσχεν ὕστερόν του θανάτου λυτήριον. Εἰ μὴ γὰρ τήν τοῦ Ἰούδα ῥάβδον ὑπέδειξεν, οὐκ ἄν τῆς σφαγῆς ἀπελύετο; Ἡ μὲν οὖν Θάμαρ τήν ἐξ ἐθνῶν Ἐκκλησίαν εἰκόνιζεν, ἥτις ὡς δυσί φαύλοις ἀδελφοῖς, ἀθεΐα καὶ πολυθεΐα, πρότερον συνοικήσασα, ἐπεί μηδένα καρπόν εὐσεβείας ἐκίσσησεν, ἁρπάζει τόν ἐκ τοῦ Ἰούδα καρπόν, φημὶ δὴ τόν ἐκ τῆς Ἰούδα φυλῆς ἀνατείλαντα Κύριον, καὶ ὡς ῥάβδον δέχεται τόν σταυρόν , δι' οὗ τοῦ ψυχικοῦ θανάτου λελύτρωται. Ἡ δὲ θαυμαστῇ ἐν τοῖς κριταῖς Ἰαήλ σκόλοπι τόν πολέμιον Σισάρα προσπατταλεύσασα, προδιετύπου τήν διὰ σταυροῦ τοῦ διαβόλου κατάλυσιν. Καὶ ὁ τῶν προφητῶν ζηλωτής Ἡλιοῦ πρὸς γυναίκα χήραν ἐν Σιδωνίᾳ σταλείς διατρέφεσθαι, ὁρᾶ τήν ξενοδόχον ἔξω τῆς πύλης τοῦ ἄστεως. Ἡ δέ ἐνόρκως ἐβεβαιοῦτο αὐτόν, ὡς οὐκ ἔστι παρ' αὐτῇ ἀλλ’ ὅσον δρὰξ ἀλφίτων, καὶ βραχύ  τι ἔλαιον εἰς  τήν λήκυθον. Καὶ ἰδού, φησί, συλλέγω δύο ξυλάρια, ἵν’ ἐσθιάσω ἐμαυτήν καὶ τοὺς παῖδάς μου, καὶ φαγόντες ἀποθανούμεθα· πάλιν ἡ χήρα τήν ἄνανδρον Ἐκκλησίαν εἰκόνιζεν ἁρμοσθεῖσαν Χριστῷ μετὰ τό ἀποβαλεῖν τόν διάβολον, ᾧ παρανόμως συνῴκησε, τόγε μὴν ἄλευρον τήν δεσποτικὴν σάρκα, δι’ ἧς ἔκτρεφομεθα. Τό ἔλαιον δὲ τοῦ ἱεροῦ χρίσματος σύμβολον· τάδε δύο ξυλάρια τῶν δύο ξύλων, ἐξ ὧν ἡ τοῦ σταυροῦ γέγονε σύνθεση, τὸ τὲ ἄνωθεν ἐπ’ εὐθείας σταθέν, καὶ τό ἐγκαρσίως αὐτῷ ἑνωθέν. Καλῶς δε ἡ ἱστορία φησίν, ὡς ἔξω ἦν τῆς πύλης τῆς πόλεως. Ἔξω γὰρ τῆς Ἱερουσαλὴμ τόν Δεσπότην ἐσταύρωσαν. ’Ελισσαῖος δὲ ὁ τοῦ Ἠλιοῦ φοιτητής πεσόντα τόν πέλεκυν εἰς  τάς Ἰορδάνου ῥοάς, καὶ τῷ βυθῷ ἐποκείλαντα, ξύλον ἐπιθείς ἀνειλκύσατο, τήν ἐκ τοῦ βυθοῦ τῆς ἀσεβείας τῶν ἐθνῶν προδιατυπῶν ἀνάληψιν διὰ τοῦ σταυροῦ γενομένην καί τοῦ βαπτίσματος. Ἀλλά μικροῦ διέφυγεν ἡμᾶς ἡ ἱστορία Δαβίδ τοῦ κατὰ τόν σταυρόν  μυστηρίου ἐναργὴς οὖσα προτύπωσις, ἥν παραδραμεῖν ἥκιστα θεμιτόν. Κορυβαντιῶντα ποτε τόν Σαούλ τῇ ἐκ δαιμόνων παραφορᾷ, θεραπεύει Δαβίδ ἤδη πρὸς βασιλείαν χρισθείς, τῷ τῆς κιθάρας ὀργάνῳ τῶν πνευματικῶν ἐνεργήσας τήν πτόησιν· ὁ δὲ τύραννος παυσάμενος δαιμονᾷν, παρέστωσαν αὐτῷ τήν λόγχην εὑρωών τῷ εὐεργέτη αὐτῷ, ἐπαφίησιν ἰθύνας κατ’ αὐτοῦ τήν αἰχμήν. Τοῦ Δαβὶδ κατὰ θείαν συμμαχίαν τῆς βολῆς ἑαυτόν ὑπεκστήσαντος, ὁ τοῖχος ἀντί τοῦ Δαβὶδ δέχεται τήν πληγήν, ὅς ἐκδραμών τῶν βασιλείων ἐν τῷ ἰδὶῳ οἲκῳ ἐγένετο. Διὰ μὲν οὖν τοῦ Δαβὶδ ὁ ἐκ τοῦ Δαβὶδ προμηνύεται·  ὁ δὲ χρισθείς τόν Χριστόν διασημαίνει. Ἡ κιθάρα δὲ τό ἀνθρώπινον ὄργανον διὰ τῆς ἐκ ταύτης ᾠδῆς τόν διὰ τοῦ σαρκωιέντος λόγον σημαίνουσα, οὗ ἔργον ἄφανισαί τοῦ κόσμου τήν ἐκ δαιμόνων παραφοράν. Ἂλλ' ὃ τῶν Ἰουδαίων λαός ὅν ὁ Σαοὺλ ὑπαινίττεται πατάσσει τόν εὐεργέτην τῷ δόρατι· τό δὲ δόρυ ξύλον ἔστί πάντως καὶ σίδηρος, δι’ ὧν τά τοῦ Πάθους ὄργανα δείκνυνται · ἀλλά δέχεται ὁ τεῖχος ἀντ' ἐκείνου τό δόρυ. Τοῖχον δὲ νοοῦμεν τήν γηΐνην οἰκοδομήν, δι’ ἧς τό σῶμα καταμανθάνομεν. Ὁ δὲ Δαβὶδ ἐκεῖνος ὁ Χριστός καὶ βασιλεὺς ἔξω τοῦ Πάθους ἐστίν. Ἡ γὰρ θεότης ἐν τῷ σταυρῶ καὶ τοῖς ἥλοις οὐ πήγνυται. Ἀλλά τῶν μὲν ἱστορικῶς τήν τοῦ σταυροῦ χάριν μηνυσάντων, καὶ τό μυστήριον, ὡς ἐκ πελάγους κοτύλην λαβόντες ἀρκεσθησόμεθα. Φέρε καὶ τῶν προφητικοῖς λόγοις χρησμῳδηθέντων ὀλιγ' ἅττα περιληψώμεθα. Τό γὰρ πάντα περιλαβεῖν τῶν ἀμηχάνων ἐστι. Μωϋσῆς τοίνυν οὐ πράγμασι μόνον τόν σταυρόν προϋπεγραψεν, ἀλλ’ ἤδη καὶ προθεσπίσματι. Ὄψεσθε γάρ, φησί, τήν ζωὴν ὑμῶν ἐπὶ ξύλον κρεμάμενην. Δαβὶδ δὲ τῆς ψαλμικῆς φόρμιγγος ἄπαρξ γενόμενος, τήν περὶ σταυροῦ προφητείαν ἐκτίθησιν. Ὁ γὰρ εἶπε ξύλον ἐμπεφυτεῦσθαι μὲν παρὰ τὰς τῶν ὑδάτων ῥοάς, φέρειν δὲ τόν καρπόν ἐν τῷ καιρῷ, τόγε μὴν φύλλον ἔχειν ἀειθαλές, αὐτὸς ἔστιν ὁ σταυρὸς·  οὐ γὰρ ἂν ξύλον πεφυτευμένον ὠνόμασεν. Ὡς γὰρ καὶ πρώην μοι λέλεκται, τό ξύλον μετὰ τήν τομὴν ὀνομάζεται. Τοῦτο δὴ οὖν ἐφυτεύθη παρά τὰς διεξόδους, τοῦ ἐκ τῆς θείας πλευρᾶς ῥεύσαντος ὕδατος. Ἔφερε δὲ τόν Χριστόν ὡς ὡραῖον καρπὸν ἐν τῷ προωρισμένω καίρψ. Τό φύλλον δὲ ἑνικῶς τήν ἰσχύν τοῦ σταυροῦ παρεδήλωσεν, ἥτις οὐκ ἀποῤῥυήσεται, οὐδὲ ἐπιλείψει σκιάζουσα τοὺς πιστοὺς τοῦ ἐκ δαιμόνων φλογμοῦ, ὡς μὴ τόν καρπὸν ἡμῶν ξηρανθῆναι τῷ καύσωνι, καθώς, περὶ τοῦ πεσόντος σπόρου ἐπὶ τήν πέτραν ἐμάθομεν, ἀλλ’ οἷον σκιαδίῳ κατὰ τόν Ἠσαΐαν εἰπεῖν, σκέπεσθαι τῷ ξὺλῳ τῷ τοῦ σταυροῦ, τῇ αὐτοῦ δυνάμει κατασβεννυμένου τοῦ καύσωνος. Προμηνύει δὲ καὶ τήν ἡμῶν διὰ σταυροῦ σωτηρίαν, καὶ τήν ἐκ δαιμόνων ἀπώλειαν, ποτὲ μὲν εἰπών · «Ὁ δέ Θεός ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς’» ποτὲ δὲ · Ἐνεπάγησαν ἔθνη ἐν φθορᾷ, ᾗ ἐποίησαν.» Τί τοῦτο λέγων ; Ἐν τῷ σταυρῷ ἐμπαγέντες οἱ δαίμονες, ἐν ᾧ διαφθεῖραι τόν Κύριον ᾤοντο, ἐξώλεις ἀπώλοντο. Ἀλλά καὶ τὸ · « Ἀνέβη εἰς  ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν,» ἡ ἐν τῷ σταυρῷ νοεῖται ἀνάβασις, καὶ ἡ τῶν αἰχμάλωτων ἀνάκλησις. Τί δὲ καὶ τό, « Ἐσημειώθη ἐφ' ἡμᾶς τό φῶς τοῦ προσώπου σου ; » οὐ τόν σταυρόν σημαίνει δι' οὗ σημειούμεθα ; καὶ τοῦτο δὲ τό σχῆμα ὑπέγραψε τοῦ σταυροῦ· λέγει γάρ· Ἐὰν ἀναβῶ εἰς  τόν οὐρανόν, σὺ ἐκεῖ εἶ · ἐὰν καταβῶ εἰς  τόν Ἅδην, πάρει· ἐὰν ἀναλάβοιμι τάς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσε με. Διὰ μὲν τοῦ ἀναβῆναι τό ἀπὸ τοῦ μέσου ἄνω τοῦ σταυροῦ σημαίνων · διὰ δὲ τοῦ καταβῆναι, τό ἀπὸ τοῦ μέσου κάτω διῆκον · διὰ δὲ τῶν ἔσχατων τῆς θαλάσσης, τὰ ἐκ πλαγίου παρατεινόμενα μετὰ τήν συμβολὴν ἑκατέρωθεν Καὶ ἡ τοῦ Σολομῶντος σοφία περὶ τῆς ἀληθοῦς εἰποῦσα σοφίας, ὡς ξύλον ζωῆς ἐστιν, αὐτόν ἐδήλωσε τόν σταυρόν . Τοῦτον καὶ Ἡσαΐας αἰνιττόμενος ἔλεγεν· «Ἄρει σημεῖον εἰς τὰ ἔθνη» καὶ τοῦ σημείου ἑρμηνεύων τήν δυνάμιν, «Συνάξει, φησί, τοὺς ἀπωσμένους Ἰσραὴλ ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς, » τὰς τεσσάρας προβολάς τοῦ σταυροῦ αἰνιττόμενος. Ἀλλά καὶ αὐτὰ τῶν ξύλων τά εἴδη ἐξ ὧν ἡ τοῦ σταυροῦ γέγονε σὺνθεσις, καὶ τήν ἐν αὐτῷ δόξαν Μονογενοῦς προεσήμανεν. Ἐν κυπαρίσσῳ λέγων, καὶ πεύκη, καὶ κὲδρῳ ἅμα δοξάσω τόν τόπον τόν ἅγιόν μου. Ἱερεμίας δὲ ὁ τῶν προφητῶν ἐμπαθέστατος ὑπογράφει τούς χριστοκτόνους προτροπάδην κελεύοντας ἑαυτοὺς · Δεῦτε καὶ ἔμβαλωμεν ξύλον εἰς  τόν ἄρτον αὐτοῦ; τόν σταυρόν  μὲν διὰ τοῦ ξύλου, διὰ δὲ τοῦ ἄρτου τήν σωτήριον σάρκα δηλοῖ. Αὐτός γὰρ ἔστιν ὁ ἄρτος, ὁ ἐκ τῶν οὐρανῶν καταβάς. Ζαχαρίας δὲ τοῦ σωτηρίου πάθους ἐν φαντασία γενόμενος, καὶ βλέπειν αὐτόν ἐναργῶς οἰόμενος τόν Σωτήρα τῷ σταυρῷ προσπηγνύμενον, οὕτω φιλοπευστεῖ · < Τί αἱ πληγαί αὗται, αἱ ἀναμέσον τῶν χειρῶν σου ; » Καὶ τῆς πεύσεως δέχεται τήν ἀπόκρισιν, ἅς ἐπλήγην ἐν τῷ οἴκῳ ἀγαπητοῦ. Ἐπεί γοῦν ἐν τῷ νόμῳ, καὶ τοῖς προφήταις τό κατὰ τόν σταυρόν  θεωρεῖται μυστήριον, εἰκότως λέγει τό Εὐαγγέλιον, ὅτι ἐκ τοῦ νόμου ἰῶτα καὶ ἡ κεραία οὐ παρέρχεται, ἀλλ’ ἐστιν οὐρανοῦ, καὶ γῆς σταθερώτερον· σημαίνων διά τῶν εἰρημένων τήν ἐκ τοῦ πλαγίου γραμμήν, καὶ τήν κάθετον, δι’ ὧν τό σχῆμα τοῦ σταυροῦ καταγράφεται. Ἔδει γάρ, ἔδει μὴ μόνον δι’ ἀκοῆς τήν φύσιν χειραγωγεῖσθαι πρὸς τήν τῆς Θεότητος κατανόησιν, ἀλλά καὶ τήν ὄψιν γενέσθαι τῶν ὑψηλότερων νοημάτων διδάσκαλον, ἵνα τοῖς διορατικωτέροις Θεολόγος γένηται ὁ σταυρός, ὡς ἔμφαινων πᾶσαν τήν κτίσιν. Ὅθεν καί ὁ μέγας Ἀπόστολος ὁρμηθείς ἐπεύχεται μυσταγωγηθῆναι τόν ἐν Ἐφὲσῳ λαόν, τί τό βάθος, καὶ ὕψος, καὶ μῆκος, καὶ πλάτος, ἑκάστην τοῦ σταυροῦ προβολὴν ἰδὶῳ σημάνας ὀνόματι. Ἀλλ’, ὢ τρισόλβιον ξύλον, τῆς παλαιάς κατάρας λυτήριον. Ὦ θεῖε σταυρὲ καὶ μακάριε, ὡς γὰρ ἐμψὺψῳ σοὶ διαλέγομαι ! ὦ σκῆπτρον οὐράνιον βασιλέων ὅπλον ἄμαχον, ἱερέων εὐπρέπεια, Χριστιανῶν κράτος, νηπίων φύλαξ, σωφροσύνη νεότητος βακτηρία γήρως, καὶ κόσμου ἀσφάλεια· κράτυνον τῇ ἰσχύϊ σου τοὺς πιστοὺς ἡμῶν βασιλεῖς· ἐνίσχυσον αὐτοὺς κατὰ τῶν ἀθέων Ἰσμαηλιτῶν τήν σὴν ἀθετούντων προσκύνησιν · ἡμᾶς δὲ τοὺς ἐν τῇ θείᾳ σου ἀνυψώσει συναθροισθέντας, τήν σήμερον, τῇ θείᾳ σου προσψαύσει ἁγίασον, καὶ διατήρησον ἀσινεῖς ἐκ τῆς τοῦ ἀντιπάλου ἐπιβουλῆς καὶ ποιμένα καὶ ποίμνιον, λατρεύοντας τῷ ἐν σοὶ ἑκουσίως παγέντι Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ σύν Πατρί καὶ Πνεύματι δοξασμένῳ, νῦν καὶ ἀεί, καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.