Θεοφάνους Κεραμέως
Ὁμιλία Ζ΄ (Κυριακή Δ΄ Λουκᾶ)
Περὶ τῆς παραβολῆς τοῦ σπόρου
(J.-P. Migne, Patrologia Graeca t. 132, 236B-250A)
Οἱ τάς μακρᾶς ἀποδημίας κατ' ἐμπορίαν πλούτου στελλόμενοι, ἐπειδἀν τῆς ὁδοῦ βουληθῶσιν ἐφάψασθαι, εὐχὴν ποιοῦνται τῆς ὁδοιπορίας προοίμιον, Θεὸν αὐτοῖς γενέσθαι καθηγεμόνα καί συνοδοιπόρον αἰτούμενοι. Ἐπεὶ οὖν καὶ ἡμεῖς κατ' ἐμπορίαν τοῦ δεσποτικοῦ πλούτου τε καὶ πνευματικοῦ, τῆς ὁδοῦ τῶν εὐαγγελικῶν ἐξηγήσεων ἐφαπτόμεθα, δεηθῶμεν ἐπιχορηγηθῆναι πάσι τήν χάριν τοῦ Πνεύματος, ἡμῶν μέν διατρανοῦσαν τήν γλώτταν, καί τὸν λόγον εὐθύνουσαι, ὑμῶν δέ τάς ἀκοὰς διεγείρουσαν εὖ μάλα πρὸς τήν ἀκρόασιν, ἵν’ ἀπέλθωμεν ἐντεῦθεν τοῦ πνευματικοῦ σπόρου καρπωσάμενοι τὸ γεώργιον, ἐκείνου τοῦ σπόρου, περὶ οὗ σήμερον ἡ εὐαγγελική παραβολή διηγήσασα οὕτω λέγει · Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Τήν προορισθεῖσαν ἐκ Θεοῦ ἀνέκαθεν βούλησιν, καὶ τήν μέχρι τῆς ἡμετέρας ἐσχατιᾶς τοῦ Θεοῦ Λόγου κένωσιν, καὶ τήν πρὸς τὸν ἄνθρωπον ἄῤῥητον ἕνωσιν ἡ μεγάλη του Εὐαγγελίου φωνή ὀνομάζει ἐξέλευσιν· οὕτω γάρ καὶ ἐν ἄλλοις φησίν. «Εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατήρ εἰς τάς χείρας, καί ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει.» Ἐν δέ τοῖς πρὸς τούς μαθητὰς συντακτηρίοις λόγοις, φησὶν ὁ Σωτήρ· «Ἐγὼ ἀπὸ Θεοῦ ἐξῆλθον παρά τοῦ Πατρδς, καὶ πορεύομαι πρὸς τὸν Πατέρα». Ἐντυγχάνων δέ τῷ Πατρὶ ὡς ὁμοτίμῳ εἰρήκει περί τῶν φοιτητῶν, «καὶ αὐτοὶ ἔγνωσαν ὅτι παρά σοῦ ἐξῆλθον.» Καὶ νῦν δέ περὶ ἑαυτοῦ τήν παραβολήν συντιθείς, «Ἐξῆλθε, φησίν, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ὁ θεηγόρος δέ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολή τήν κατά σάρκαΧριστοῦ παρουσίαν, εἰσέλευσιν ὀνομάζει φάμενος οὔτωσι· «Ὅταν δέ πάλιν εἰσάγη τὸν Πρωτότοκον.» Ἆρ’ οὖν ἐναντιοῦνται ἀλλήλαις αἱ θεῖαι φωναί; Καί τίς ἄν εἰς τοῦτο προαχθείη χυδαιότητος λογισμῶν νοῆσαι, ἤ φράσαι τὸν Ἀπόστολον ἐναντία φάσκειν τῆς εὐαγγελικῆς ἀποφάσεως; Ἀλλ’ ὥσπερ ἐν τῇ μυστικῶς ὁραθείσῃ τῷ Ἰακώβ ποτε κλίμακι, οἱ αὐτοί ἄγγελοι ἀνέβαινον καί κατέβαινον, ἑνὸς τοῦ ὑποκειμένου τυγχάνοντος, οὕτως ὁ μονογενής τοῦ θεοῦ Παῖς κατ’ ἄλλο καί ἄλλο σημαινόμενον λέγοιτ' ἄν εἰσελθεῖν τε καὶ ἐξελθεῖν τοῖς ἐκδεχομένοις τάς θείας ἐκφαντορίας θεοπρεπῶς. Ὅταν γάρ παρατραπῇ ἡ τοῦ ἄνθρωπου φύσις, διώλισθεν, ἔξω γέγονε τοῦ Θεοῦ . Ἐξῆλθεν οὖν καὶ αὐτὸς ὡς ὁ πρέσβυς, ἵν’ εἰσάγῃ ἡμᾶς, ἐξ οὗ κακῶς ἐκπεπτώκαμεν. Ὁ δέ θεῖος Ἀπόστολος τήν εἰς τήν κληρονομίαν εἴσοδον λέγων, καθ’ ἥν τῶν ἐθνῶν κληρονόμος εἰσήνεκται, ὡς προέφησεν ὁ θεῖος χρησμός· «Αἴτησαι παρ’ ἐμοῦ, καί δόσω σοί ἔθνη τήν κληρονομίαν σου, καὶ τήν κατάσχεσίν σου τά πέρατα τῆς γῆς.» πρὸ γάρ τῆς οἰκονομίας οὐδέν ἦν Θεῷ καὶ τῇ κτίσει κοινόν · τίς γάρ κοινωνία πρὸς τήν αἰσθητήν κτίσιν τῷ παντί ἀΰλῳ, καὶ ἀκτιστῷ , καί ἀναφεῖ; κοινωνήσας δέ ἡμῖν διά τοῦ προσλήμματος, εἰσαχθῆναι πρὸς τήν κτίσιν παρά τῆς ἀποστολικῆς φαίνεται ῥήσεως. «Ἐξῆλθεν ὁ σπείρων·» εἰ λέγοιτο τοίνυν ἐπί θεοῦ ἐξέλευσις, διαῤῥρίψωμεν πᾶσαν ὑποψίαν τοπικῆς μεταβάσεως· ἐπικρατείτω δέ λογισμὸς τῇ τοῦ Θεοῦ φύσει προσάπτων τά πρεπωδέστερα. Οὐ γάρ τόπῳ ἐξῆλθεν, ἄλλα σχέσει γέγονε πλησίον ἡμῶν γενόμενος ἄνθρωπος· Θεός γάρ ὑπάρχων, καὶ βροτωθείς, δοκεῖ πώς ὑπομεῖναι κίνησιν, καί τοι τόπον οὐκ εἰδώς, ἀλλ’ ἐρηρεισμένος ἐν τῇ ἰδίᾳ. φύσει. Τοῦτο δή καὶ Μιχαίας προεχρησμώδησεν «Ἰδού Κύριος, λέγων, ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ.»
«Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Τί μέν ὁ σπόρος, αὐτὸς προϊών ἐδήλωσεν, ὡς ὁ λόγος τοῦ θεοῦ ἐστι, τὸ εὐαγγελικὸν πάντως κήρυγμα. Σπορεύς δέ τοῦ ἀγαθοῦ τούτου σπέρματος αὐτός ὁ ταῦτα λαλῶν Ἰησοῦς · αὐτός ἐστιν ὁ παντὸς ἀγαθοῦ σπορεύς, καὶ παρ’ αὐτοῦ πᾶσα καρποφορία πνευματική. Γῆ δέ καὶ γεώργιον αὐτοῦ, αἱ τῶν ἀνθρώπων ψυχαί· εἶπε δέ τὸν σπόρον αὐτοῦ, ἐπειδή οὐχ ὑπό τινος ἄλλου τὸν λόγον δανείζεται, λόγος ὤν αὐτὸς τοῦ Θεοῦ ἐνυπόστατος. Πῶς δέ οὐ προηγεῖται τοῦ σπόρου ἡ νέωσις; Οἱ γάρ τῇ γεωργίᾳ προσκείμενοι, πρότερον τήν γῆν τῇ ἀρόσει νεώσαντες, οὕτω καί τά σπέρματα καταβάλλουσιν. Ἀλλά προσήκει νῦν εἰδέναι, ὡς κἀνταῦθα οἱ προφῆται τῷ τοῦ νόμου ἀρότρῳ τάς ψυχάς τῶν ἀνθρώπων νεώσαντες διά τῶν ἐντολῶν, δεκτικωτέρας αὐτάς τοῦ εὐαγγελικοῦ σπόρου ἐποίησαν. Ἀλλ’ ὁ ἐπ’ εὐεργεσίᾳ παντὸς τοῦ κόσμου παραγενόμενος, ὁ τάς ἠλιακάς θάλψεις ἐπίσης δικαίοις καὶ φαύλοις διδούς καὶ ταῖς νεφέλαις ἐπιτάττων ὑετίζειν ἐπὶ πονηρούς τέ καί ἀγαθούς, οὗτος καί τὸν τῆς διδασκαλίας λόγον ἐπίσης πᾶσιν ἐφήπλωσεν, ἀδιακρίτως διασκεδαννύς τά καταβαλλόμενα, ἵν’ ᾗ τοῦ ἑλομένου καρποφορεῖν οὐχ ἧττον ἀγαθόν, ἤ τοῦ παρασχόντος τά σπέρματα.
«Καὶ ὅ ἔπεσε παρά τήν ὁδόν καί κατεπατήθη, καὶ τά πετεινά τοῦ οὐρανοῦ κατέφαγε. > Καί οἱ τὸν μέγαν δεῖπνον ἐκεῖνον παραιτησάμενοι, τρεῖς δήπου ἔτυγχανον · ὁ τά ζεύγη τῶν βοῶν ὠνησάμες, καὶ ὁ τὸν ἀγρόν ἠγορακώς, καί ὁ τήν γυναίκα γεγαμηκώς. Κἀνταῦθα δέ τριχῇ δέδοται ὁ σπόρος, ὁ εἰς ἀνεπιτήδειον γῆν ἐμπεσών, καὶ τάς ἐλπίδας ἀμαλδύνων τοῦ σπείραντος, ὁ παρά τῇ στιβουμένῃ ὁδῷ, καὶ ὁ ἐν τῇ πέτρᾳ τῇ καταξήρῳ, καὶ κραναῇ, καὶ ὁ ὑπό τῶν ἀκανθῶν συμπνιγεῖς. Τί οὖν ἐκ τῶν παραβολῶν ἐκμανθάνομεν ; Ὅτι τρεῖς εἰσί οἱ τόν εὐαγγελικὸν σπόρον δεξάμενοι, καὶ μή τελεσφορήσαντες. Οἱ τῇ τοῦ κόσμου σοφίᾳ, καί τοῖς Ἕλληνικαῖς τερθρείαις ἀκολουθήσαντες , καί οἱ τῇ σκιώδει νόμῳ ἐναπομείναντες, καὶ τά ἔθνη τά καθάπερ ἐν ἀκάνθαις ταῖς ἡδοναῖς συμπνιγόμενα. Οἱ μέν οὖν πρῶτον σφᾶς αὐτούς ὁδὸν ἀπώλειας κατασκευάσαντες, ἅ τέ τήν τοῦ νόμου αὔλακα μή δοξάμενοι, οὗτοι τοῦ μυστηρίου τόν λόγον ἀκούσαντες, ἀνακαγχάζουσι τὸ στόμα ῥηγνύμενοι. Εὐθύς γάρ οἱ πονηροί λογισμοὶ καθάπερ τινά πτερωτά καταπτάμενα, καὶ ὡς ἀπίθανον τὸν λόγον δεικνύοντες, τὸν νοητὸν σπόρον ἐκ τῆς ψυχῆς σκεδαννύουσιν. Εἰ δέ καὶ τά ἐναέρια πνεύματα πετεινά οὐρανοῦ εἰρῆσθαι νοήσωμέν, ὑφ’ ὧν τὸ εὐγενές ἀφανίζεται σπέρμα, οὐκ ἐκπέσοιμεν σκοποῦ τοῦ προσήκοντος. Τάχα δέ εἰπών, παρά τήν ὁδόν καὶ ἄλλο τί ἐμφαίνει κρυφιωδέστερον. Εἰ γάρ περὶ ὁδοῦ ἁπλῶς ἔλεγεν, εἶπεν ἄν «Ὁ μέν ἔπεσεν ἐν τῇ ὁδῷ,» ἤ ἐπί τὸν ὁδὸν, καθώ ἐν τοῖς ἐπομένοις φησίν, « ἕτερον ἔπεσεν ἐπί τήν πέτραν, καὶ ἕτερον ἐν μέσῳ τῶν ἀκανθῶν, καί ἕτερον εἰς τήν γῆν τήν ἀγαθήν. Ἐνταῦθα δέ παρά τήν ὁδόν εἰπών, δέδωκε μᾶλλον νοεῖν ὑψηλότερον τί καὶ θεωρητικώτερον. Ὑπηγάγετο δέ μοι πρὸς ταύτην τήν ἔννοιαν, καὶ τούς τρεῖς εὐαγγελιστάς ὁμοφώνως εἰπεῖν, « παρά τήν ὁδόν». Ἐπεί οὖν μεμαθήκαμεν, ὡς ὁδός ἐστιν ὁ Χριστὸς ὁ εἰπών « Ἐγώ εἰμι ἡ ὁδός,» · νοεῖν προσήκει, ὡς τὸ σπειρόμενον ἔξω τῆς ὁδοῦ ταύτης ὑπό τῶν δαιμόνων ὡς πετεινῶν διαρπάζεται.
« Καί ἕτερον ἔπεσεν ἐπὶ τήν πέτραν, καὶ φυέν ἐξηράνθη διά τὸ μή ἔχειν ἱκμάδα. » Ἐκόπει οὖν τῶν δεχόμενων τὸν εὐαγγελικόν λόγον τὸ διάφορον. Οἱ μέν γάρ πρῶτοι, οἱ τῇ λεωφόρῳ οἴμῳ παρομοιούμενοι, οὐδ' ὅλως τὸν σπόρον ἐδέξαντο. Ὁμοῦ τε γάρ ἔσπαρτο καὶ ἀπὸ τῶν πετεινῶν ἀφυλάκτως διήρπαστο. Οὕτω γάρ ἦσαν ἀπιστίᾳ ἐνεσχημενοι, ὡς μήδ’ ὅλως τό κήρυγμα παραδέξασθαι, ὁδός ὄντες σκληρά καὶ ἀνήροτος. Διό καὶ τοῖς μαθηταῖς ὁ Σωτήρ ἐνετείλατο, εἰς τοιαύτην τῶν ἐθνῶν μή βαδίζειν ὁδόν. Οὗτοι δέ οὕς πετρώδεις ὠνόμασε, πίστεως μέν ἦσαν οὐκ ἄμοιροι, ἄλλως δέ ἀσθενεῖς, καὶ ἐξίτηλοι. Ἐκείνους δέ ὁ λόγος αἰνίττεται, ὅσοι τὸ μέν εὐαγγελικόν παρεδέξαντο κήρυγμα, καὶ τελεσφόρειν δι' ἔργων ἀπήρξαντο· πειρασμοῦ δέ τινος ἐπισυμβάντος, ἤ θλίψεως, λειποτάκται γεγόνασι, καὶ ῥιψάσπιδες. Ὡς γάρ ἐν τῇ πετρώδει γῇ σπόρος διά μέν τὸν ἄνωθεν ἐπιστολάζοντα χοῦν, τέως ῥιζωθεις ἄρουρα γέγονεν, ἡλίου δέ εἰσβάλλοντος θερμότερον, καὶ κάτωθεν μή ἀναλόγου ἱκμάδος ἀντιμαχούσης, αὐξαίνεται. Οὕτως οἵ μή πρὸς βάθος διαπυροῦ πίστεως τὸν λόγον δεξάμενοι, ἀτελεσφόρητοι μένουσιν. Εὐθέως γάρ ἐλέγχονται τοῦ ἐναντίου ἡλίου σφοδρότερον ἐπαφήσαντος. Νοεῖς δέ πάντως τίς οὗτος ὁ ἥλιος, ὁ τοῖς πνευματικοῖς βλαστήμασι λυμαινόμενος, μαθών ἐκ τῆς ᾠδῆς τῶν ἀναβάσεων «Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε» καί ἐκ τῆς νύμφης τοῦ Ἄσματος · « Μή βλέψητέ μέ, ὅτι μέ μελανωμένη εἰμί, ὅτι παρέβλεψέ με ὁ ἥλιος». Οὕτως ὁ τἀναντιά τοῦ δικαιοσύνης Ἡλίου διαπραττόμενος ἄμοιρος μέν τοῦ φωτίζειν ἐστιν, ἥκιστα δέ οἶδε ζωογονεῖν, μελαίνει δέ καὶ ξηραίνει τῆς ἁμαρτίας ἐπάγων τὸν καύσωνα· Διά τοῦτο Ἡσαΐας ὁ μέγας σκιαδίοις ἐπικαλύπτει τάς τῶν πιστῶν κεφαλάς ἀποκρουομένας τοῦ τοιούτου ἡλίου τήν μελανοῦσάαν πυράκτωσιν. « Ἄλλο δέ ἔπεσεν ἐπί τάς ἄκανθας, καί συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.» Τάχα τοιαύτας ἀκάνθας ἐβλάστησεν ἡ γῆ, μετά τήν τοῦ πρωτοπλάστου παράβασιν, ἀποφηναμένης τῆς θείας φωνῆς. « Ἀκάνθας καί τριβόλους ἀνατελεῖ σοι ἡ γῆ». Κακεῖσε γάρ γῆν μέν τήν σάρκα Ἀδάμ ὠνόμασεν ἡ Γραφή πολλῶν ἀκανθῶν περισπαρεῖσαν ταῖς ἀμυχαῖς, ἅς ἡμῖν προεξένησεν, οἴμοι, ὁ τά νόθα τοῖς τροφίμοις ἐπισπείρας ζιζάνια, καθώς ἑτέρα παραβολή διεσάφησε. Κἀκεῖσε γάρ ἔσπειρε τὸ καλόν σπέρμα ὁ οἰκοδεσπότης· καθεύδοντας δέ τούς ἀνθρώπους ὁ ἐχθρός ἐπιφυλάξας, ἐνέσπειρε τῷ τροφίμῳ τὸ ἄχρηστον, αὐτῷ τῷ σίτῳ κατά τὸ μέσον ἐνθείς τὸ ζιζάνιον, ὅπερ ἐνταῦθα ἀκάνθας ἐκάλεσεν. Ἐξέχονται γάρ ἀλλήλαις αἱ θεῖαι φωναί, καὶ ταῖς αὐταῖς ἐννοίαις συνείρονται, κἄν τοῖς ῥήμασι διαλλάσσωσιν. Εἶεν δ’ ἄν καί ἄκανθαι αἵ τὸν νοητὸν σπόρον συμπνίγουσαι ὁ ἀπὸ τοῦ θυμοῦ καί τῆς ἐπιθυμίας τικτόμενος μυριοπληθύς τῶν κακῶν συρφετός, φροντίδες, μέριμναι, λύπαι, ἐπιθυμίαι, πένθη, συμφοραί, καί τά ἐκ τούτων πολύτροπα πάθη, δι’ ὧν αἱ ἀγαθαί πράξεις, κἄν ἄρξωνται φύεσθαι ἐν τῇ ψυχῇ, ἀτελεσφόρητοι μένουσι, καὶ εἰς ὕψος προκοπῆς οὐ προβαίνουσι.
Καί ἕτερον ἔπεσεν ἐπὶ τήν γῆν τήν ἀγαθήν, καὶ φυέν ἐποίησε καρπόν ἑκατονταπλασίονα». Ὁρᾷς τὸν αὐτὸν σπόρον ὑπό τοῦ αὐτοῦ σκιδνάμενον γεωργοῦ, καί μή τήν αὐτήν καρποφορίαν ἐπιδεικνύοντα ; Τί οὖν; παρά τήν αἰτίαν ταῦτα τοῦ γεωργοῦ; καὶ τίς ἄν εἰς τοῦτο προήκει σκαιότητος λογισμῶν, ὡς τοιαύτην φλυαρίαν ἑαυτῷ παραδέξασθαι; Ἀλλ’ ὥσπερ τὸ αὐτὸ ὕδωρ ἐν ἑνὶ χειμῶνι χεόμενον, διαφόρους ἰδέας τῶν φυομένων τρέφει · καὶ ἡ μέν ὑπονοτίζουσα τὸ καθ' ἕκαστον δύναμις μία ἐστίν, ἡ δέ τῶν δεχόμενων ἰδιότης εἰς διαφόρους τὸ ὑγρόν μεταβάλει ποιότητας· τὸ γάρ αὐτό ὕδωρ ἐν μέν τῇ ἀψίνθῳ πικραίνεται, εἰς φθρροποιόν δέ χυμόν ἐν τῷ κυάμῳ μεθίσταται, καί ἐρυθραίνεται μέν ἐν τῷ ρόδῳ, ἐν δέ τῷ κρίνῳ λευκαίνεται, καί τὸ μέν ἐνθερμαίνεται, τὸ δέ καταψύχεται, καὶ πάνθ’ ὅσα κατά τήν γῆν ἔστιν ἰδεῖν, ἐκ μιᾶς καί τῆς αὐτῆς ἱκμάδος ἀναβλαστάνοντα εἰς τοσαύτας διαφοράς διακρίνεται πρὸς τήν τῶν δεχόμενων φύσιν μεταποιοῦμενου τοῦ ὕδατος· οὕτως ὁ αὐτὸς τοῦ Θεοῦ λόγος ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς οἷόν τί σπέρμα καταβαλλόμενος, πρὸς τήν τῶν δεχόμενων ἕξιν προέκοψεν, ἤ καρποφορήσας, ἤ μείνας ἀτελεσφόρητος. Ἐπεὶ δέ ὁ ἱερός Ματθαῖος καὶ τήν καρποφορίαν τῆς ἀγαθῆς γῆς ἀκριβέστερον ἔγραψεν, ὡς προῆκεν εἰς ἑκατὸν, καί ἑξήκοντα, καὶ τριάκοντα, προσήκει ζητεῖν, τίς ἡ τρίτη τῆς γεωργίας διαφορά. Ὅσοι μέν οὖν τούς ἀθλητικούς διελθόντες ἀγῶνας ἐν τῇ τῶν κολάσεων χωνείᾳ χρυσίου δίκην ἐδοκιμάσθησαν, ἤ παρά τοῦ τυράννου τοῦτο παθόντες, καθάπερ οἱ καλλίνικοι μάρτυρες, ἤ πειρασμοῖς διαφόροις παραδοθέντες ἐκ τοῦ Θεοῦ τῷ ἐχθρῷ καί ἐκδικητῇ, ὡς ἄν ὀφθεῖεν δόκιμοι, ὡς ὁ Ἰώβ πολυάθλος · ἤ σφᾶς αὐτῶν ψυχάς, ψαλμικῶς εἰπεῖν, «ὡς ἀράχνην ἐκτήξαντες,» καὶ τῷ φόβῳ τοῦ Θεοῦ τήν σάρκα διά παντός καθηλώσαντες, ἤ τῷ Θεῷ ἀμέμπτως ἱερατεύσαντες, καί τῇ ἁγιαστικῇ σωφροσύνῃ ἐλλαμπρυνόμενοι, οὗτοι δή πάντες τὸ πρῶτον καὶ ἀγαθόν γεώργιον τά ἑκατὸν ἐγεώργησαν. Ὁ γάρ ἑκατοστὸς ἀριθμός ἔχων τήν τελείαν δεκάδα πολυπλασιαζομένην εἰς ἑαυτήν παντέλειος γίνεται τὸ τῆς ἀρετῆς δηλῶν τελειότατον. Ὅσοι δέ τάς μέν εὐμαράντους ἡδονάς ἀπεστράφησαν, ἤττους γε μήν ὤφθησαν τῶν ἀκροτάτων, οὗτοι καρποφορῆσαι λέγονται τά ἑξήκοντα, ὡς τήν ἑξάδα τῶν θείων ἐντολῶν δεκαπλασιάσαντες, καί τηρηταὶ τούτων ὀφθέντες κατά τὸ φαινόμενον καὶ νοούμεvov. Οἱ δέ γάμῳ προσομιλήσαντες, καί κοσμικοῖς ἀναφυρθέντες πράγμασιν, ἐνάρετου γε μήν ἐργασίας οὐκ ἀμελήσαντες, ὡς τήν ἑξάδα αἰσθητῶς τῶν ἐντολῶν τετηρηκότες, ἐγεώργησαν τά τριάκοντα. Ὁ γάρ τριακοστὸς ἀριθμός πεντάκις ἔχων τά ἕξ, διά μέν τῆς πεντάδος δεικνύει τήν αἴσθησιν, διά δέ τῆς ἑξάδος τάς ἐντολάς, δι' ὧν κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας οἱ δίκαιοι γίνονται, καθώς ὁ ἐπί θρόνου κριτής ταύτας ἠρίθμησεν. Ὁ γοῦν τὸν πεινώντα θρέψας, καὶ τῷ διψώντι παρέξας ποτὸν, καὶ περιβάλων τὸν γυμνόν, καὶ ὑπὸ στέγην ἀγαγών τὸν ξενιτεύοντα, καὶ τῷ ἀσθενεῖ καὶ τῷ ἐν εἱρκτῇ τήν προσήκουσαν ἐπίσκεψιν ἐνδειξάμενος, εἰ μέν κατά τὸ φαινόμενον αἰσθητῶς ταῦτα ποιεῖ, λέγεται γεωργῶν τά τριάκοντα· εἰ δέ πρὸς τῷ φαινομένῳ καί πνευματικῶς αὐτά κατορθώσειε, τρέφων τῷ τῆς ἀγάπης ἄρτῳ, καὶ τῷ λόγῳ τῆς διδασκαλίας ποτίζων τὸν ἐνδεῆ, περιστέλλων δέ ἠθικῇ εὐσχημοσύνῃ τὸν γυμνόν ἀρετῶν, καὶ τὸν ἀποξενωθέντα τῆς ἄνω πατρίδος ἐπάγων πρὸς τήν θείαν συγγένειαν, τὸν δέ ἀσθενοῦντα τῇ πίστει προσλαμβανόμενος, καὶ τόν κατάκλειστον ἐν ἁμαρτίαις ἐπισκεπτόμενος, τότε λέγεται γεωργεῖν τά ἑξήκοντα. Ἀγάσθητι οὖν τοῦ γεωργοῦ Δεσπότου τήν γεωργίαν τε καὶ φιλανθρωπίαν, καὶ καταπλάγηθι, πῶς οὐ τῷ αὐτῷ μέτρῳ ἅπαντας ἀπαιτεῖ, ἄλλα καί τὸν πολλά καρποφορήσαντα στέφανοῖ, καί τὸν ὀλίγα οὐκ ἀποστρέφεται. Διαλευκαίνει δέ τοῦτο τρανώτερον ἐν τῇ τῶν ἐργατῶν θεολέκτῳ παραβολῇ, καὶ τῷ πρώτῳ καὶ τῷ ἐσχάτῳ παρασχών τοῦ μισθοῦ τὸ δηνάριον.
Ἐπηρώτων δέ αὐτὸν οἱ μαθηταί, τίς εἴη ἡ παραβολή αὕτη. «Φιλοστόργως ἔχοντες πρὸς τό πλῆθος οἱ μαθηταί, καὶ ὀρῶντες τήν τῶν λεχθέντων ἀσάφειαν, φιλοπευστοῦσι τά λαληθέντα μαθεῖν, ὡς ἄν καὶ οἱ ὄχλοι μάθωσι τήν αὐτῶν διασάφησιν. Τί οὖν ὁ Σωτήρ; «Ὑμῖν δέδοται γνῶναι τά μυστήρια τοῦ Θεοῦ, τοῖς δέ λοιποῖς ἐν παραβολαῖς. «Εἰπών, «Δέδοται,» δείκνυσιν ὅτι δωρεά τὸ πράγμα ἐστιν ἀλλά ταύτην τήν θείαν δόσιν οὐ πάντες δύνανται λαβεῖν. Οἱ μέν γάρ τῇ πίστει ἔτι νηπιάζουσιν · οἱ δέ παχύτερα φέρουσι τά τῆς ψυχῆς αἰσθητήρια, οὐκ ἐπιτηδείως ἔχοντες πρὸς τήν τῶν μυστικωτέρων ἀκρόασιν, οἷς καθάπερ νηπίοις ὁ παραβολικὸς ἁρμόσει λόγος. Ὑμεῖς δέ, φησίν, οἱ σπουδῇ μάλα καλλίστῃ ἀξίους ἑαυτούς τῶν ὑψηλότερων ποιήσαντες, δύνασθε ἄν μαθεῖν καὶ τά μυστικώτερα. Ἐπάγει δέ τὸ προφητικόν ἐκεῖνο ῥητόν «Ἵνα βλέποντες μή βλέπωσι, καί ἀκούοντες μή συνιῶσι.»Δοθείσης γάρ αὐτοῖς δυνάμεως ἐκ Θεοῦ εἰς τὸ δύνασθαι τά λῷστα ἐκλέξασθαι, διά τὸ παχυνθῆναι αὐτῶν τάς διανοίας τοῖς φαύλοις ἐπιτηδεύμασιν ἀκούοντες αἰσθητῶς, οὐ συνιοῦσι δέ νοητῶς, καί ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τούς τῆς ψυχῆς ἐπιμύωσι. Τὸ δέ, ἵνα ἐνταῦθα οὐκ αἰτιολογικῶς εἴρηται, ἀλλ’ ἐκ τῆς ἐκβάσεως. Οὐ γάρ διά τοῦτο ἐν παραβολαῖς ἐλάλει, ἵνα μήτε βλέπωσι, μήτε ἀκούωσιν, ἀλλ’ ὅτι οὕτως ἀπέβη γενέσθαι διά τήν ἐκείνων κακόνοιαν. Ὥσπερ ἄν εἰ τίς τὸν τάς ὄψεις βεβλαμμένον, καί ἀμβλυώτοντα, καὶ πλέον τοῦ πάγους ἐπιστάμενον ἐρεῖς, ὅτι διά τοῦτο ἐνητένισε πρὸς τά ἡλιακά σελαγίσματα, ἵνα πλείονα τήν κάκωσιν δέξηται. Εἶτα διδάσκων μή ἁπλῶς τά λεγόμενα δέξασθαι, ἀλλά δι' αὐτόν εἰς ἰσχνοτέρας ἐννοίας ἀνάγεσθαι, ἐπάγει· « Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω,» τουτέστιν, ὁ εἴδως πνευματικῶς τά ὑψηλότερα συλλογίζεσθαι, καὶ ἀποθρώσκειν ἀπὸ τῶν φαινομένων πρὸς τά παραβολικῶς λεγόμενα. Οὐ γάρ ἀρκεῖ πρὸς τὸ σωθῆναι γυμνή τῶν παραινέσεων ἡ ἀκρόασις, μή ἔχουσα ὀπαδα τά ἔργα τῆς ἀκροάσεως. Ταῦτ’ οὖν εἴδοτες, ἀδελφοί, μή τοῖς λόγοις τῆς διδασκαλίας ἁπλῶς καί εἰκῆ τάς ἀκος πεταννύωμεν, ὥστε τόν μέν λόγον εἰσδέχεσθαι, μηδέν δέ καρποφορεῖν ἐκ τῆς ἀκροάσεως · ἵνα μή ὡς ἄκαρπος γῆ καὶ πεπατημένη ὁδός λογισθείημεν · μηδέ τελεσφορεῖν τὸ ἀγαθόν ἁπαρξάμενοι ἐπεισπεσούσης προσβολῆς πειρασμῶν παρ’ τοῦ βασκαίνοντος τά τῆς προκοπῆς ἡμῶν, καί ὡς ἄνικμος πέτρα τήν νοητήν της ἀρετῆς ξηράνωμεν ἄρουραν, μηδέ ταῖς ἄκαιροις μερίμναις ἐνασχολούμενοι, ταῖς ἐν τῷ καιρῷ τῆς ἐξόδου μηδέν ὠφελούσαις ἡμᾶς, ὡς ἐν ἀκάνθαις τὸ χρηστὸν γεώργιον ἀποπνίξωμεν, ἀλλά τήν ἀγαθήν γῆν μιμησώμεθα δι' ἐπιμελείας, καὶ σπουδῆς κατάλληλον του γεωργοῦντος ἡμῶν Δεσπότου ποιοῦντες καρπόν ἐπάξιον τῆς μακάριας ἀποθήκης ἐκείνης τῆς βασιλείας τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.