Νικήτα Δαυΐδ Παφλαγόνος
Εἰς τόν ἅγιον καί πανεύφημον ἀπόστολον καί εὐαγγελιστήν Ἰωάννην τόν Θεολόγον.
Λόγος Στ΄
(J.-P. Migne, Patrologia Graeca t. 105, 100Β-128Β)
Ὁ τὸν μέγαν τῆς βροντῆς γόνον προτρεπόμενος ἐπαινεῖν, αὐτό μοι δοκεῖ τὸ μέγα τοῦ Θεοῦ Πνεῦμαnare παραινεῖν ἐπαινεῖν ᾧ ῥυθμιζόμενος ἐχεῖνος ἐναρμονίως κροτουμενος, πρὸς τὸν οἰκεῖον τήν οἰκουμένην ἐπέστρεψε φθόγγον. Τό δέ τοσούτῳ τοῦ ἡμε τε ρου λόγου τήν δύναμιν ὑπερβάλλει, ὅσῳ καὶ τήν ἀνθρώπινην ὑπεραίρει κατάληψιν. Εἰ γάρ τόν αἰσθήσει ληπτὸν τοῦτον ἦχον, οὐ πρόχειρον κατανοεῖν, πῶς ἄν τίς ἐφίκοιτο τοῦ νοουμένου καί πᾶσαν σώματος αἴσθησιν ὑπερβαίνοντος ; Καί εἰ τήν ἐγγινομένην τοῖς νέφεσι, τῇ κατά φύσιν κινήσει τοῦ πνεύματος βροντήν, οὐχ οἷοί τε ἐσμεν ἀκριβεῖ διασαφῆσαι λόγω, πῶς ἄν τῆς ὑπερφυοῦς, καὶ μόνῳ τῷ Κυρίῳ προσκροτηθείσης ἤ γεννηθείσης, τῶν ὑμνήσεων κατατολμήσαιμεν; Τίς οὕτω τά θεία πολύς, οὕτω τήν καρδίαν βαθύς; Τίς οὕτω τῶν γηΐνων ὑπερανῴκισται, οὕτω τοῖς οὐρανίοις συνύψωται; Τίς ἐπί τοσοῦτον ἑαυτοῦ ἔξω γενόμενος, ἔνδον Θεοῦ κατείληπται, ὥστε στόμα διᾶραι τολμᾷν, καὶ γλώσσαν εἰς ἔπαινον κινεῖν τῶν τοῦ Θεοῦ μαθητῶν ; Τίς ἱκανός, μή ὅτι γέ πάντων ὑφ’ ἐν , ἑνός γοῦν αὐτῶν, τήν τῆς ἀρετῆς μεγαλοπρέπειαν, τυπωθῆναι τε κατ’ ἀξίαν τῷ νῷ, καὶ ἑρμηνεῦσαι τῷ λόγω δυνηθῆναι; Ποῖος, ἵνα συνελών εἴπω, νοῦς, ποῖος δέ λόγος τῆς Ἰωάννου μεγαλοφυΐας, μᾶλλον δέ θεοειδεστάτης ψυχῆς καὶ διανοίας τοῖς ἐγκωμίοις προσεγγίσαι, εἰ μή αὐτός ἐκεῖνος τῶν οὐρανίων ἀδύτων ὑποκαταβάς, καὶ Θεομιμήτῳ χρηστότητι τοῖς ταπεινοῖς ἠγγικώς, καὶ τὸ θεολογικώτατον στόμα τοῖς ἡμετέροις ὠσὶ παρασκευάσας, τὸν οἰκεῖον ἔπαινόν, εἰς τήν τοῦ Πατρός δόξαν, ὡς ἐφικτὸν ἡμῖν, ἐμβροντήσειεν ἡμῖν; Ἐλθέ τοιγαροῦν, ὦ θεσπέσιε θεολόγε καὶ εὐαγγελιστά, ἡ οὐράνια τοῦ Λόγου σάλπιγξ, ἡ εὔηχος ἡ ἐναρμόνιος, ἡ τοῖς μελιειδέσι τῆς ἀληθείας φθόγγοις, πᾶσαν εἰκαιομυθίαν ἑλληνικήν κατασιγάσασα· πάντα δέ ῥητόρων καὶ φιλοσόφων ὄργανα πολυαρμόνια τῷ βροντοφώνῳ τῆς θεολογίας σου κατακοιμίσασα · πᾶσαν δὲ ψυχήν ἀξίαν τοῦ Λόγου πρός ἑαυτήν ἐφελκομένη· καί οὐκ ἀνθρώπων μόνων, ἀλλά καὶ αὐτῶν, τολμῶ φάναι, τῶν οὐρανίων Δυνάμεων, τήν ὑπερφυεστάτην ἐπισπωμένη πρὸς ἑαυτή ἀκοήν.
Ὁ τοῦ Πατρός τῶν φώτων ἀξιώτατος ὑποφήτης καὶ γραμματεύς · τό στόμα τοῦ Χριστοῦ, ἡ γλώσσα τοῦ Πνεύματος, ἐλθέ μοι τῷ πνεύματι, Πνεῦμα καὶ αὐτὸς ἐκ Θεοῦ Πνεύματος γεγεννημένος. Ἰδοὺ κίχρημί σοι καρδίαν πραεῖαν καὶ ἡσυχίον, καὶ οἷα δὴ νοερόν κῆπον καὶ μυστικόν, διάνοιαν ὑπέχω ταπεινήν τε καί ὁμαλή. Ἐξεγείρου, βοῤῥᾶ, καί ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου, Προσλαλείτω γάρ σοί καὶ Σολομών· σὺ γάρ βοῤῥᾶς μέν, ὡς τοῖς καθαρωτάτοις τῆς θεολογίας φθέγμασιν, οἷα λαμπραῖς καὶ ζωογόνοις ἀναψυχῶν πνοαῖς · καὶ τό τῆς πολυθεΐας πνῖγος, καί τὸν τῶν αἱρέσεων διαχέων φλογμόν· καὶ τάς πιεζομένας ἐν τούτοις καρδίας ψυχαγωγῶν καί ἀνακτώμενος. Νότος δὲ ὡς τοῖς τῆς ἀγάπης διαθερμαίνων λόγοις, καὶ τούς ἀναισθησίᾳ νοῦ καὶ σκληρότητι θείας ἐστερημένους ἐπιῤῥοῆς, ἀγόνους τε διά ταῦτα καὶ κατεψυγμένους καθεστῶτας, ἀναθάλπων καὶ ἀναζωπυρῶν, καὶ ζωτικῆς ἱκμάδος πληρῶν καὶ καρποφόρους ἀποτελῶν. Τοιαύταις πνοαῖς, τοιούτοις ῥοιζήμασιν ἀεὶ διαπνέων ἡμᾶς, ὦ μακάριε, ὥσπερ τινά ποικίλην ἐκ ποικίλων ἀρωμάτων εὐωδίας ὀσμήν, τήν ἐκ τῶν λόγων σοι αἴνεσιν παρασκεύασον ἐνεγκεῖν. Πάντως δέ, οὐδεμιᾶς ἡμῖν μακρηγορίας χρεῶν, τὸν πρῶτον ἐν θεολόγους προθεμένοις ὑμνεῖν. Ὡς γάρ ἀεί τὸ Θεῖον ἐν τε τοῖς ἄλλοις πᾶσι, καὶ πολύ πλέον τοῖς λόγοις, τό γοργὸν καὶ συντετριμμίνον [συντετμημένον] φιλεῖ φίλον δέ τοῦτο, καὶ τοῖς ἐν αὐτῷ θεολογεῖν εἰδόσιν, οὕτω προσήκειν ἡγοῦμαι καὶ τῷ νῦν ἐπαινουμένῳ, ἀπέριττόν τε καὶ σύμμετρον, ὡς οἷόν τε , τὸν λόγον καρποφορεῖν. Ὅθεν οὐκ ἀπὸ τῶν ἔξω καὶ γῆθεν αὐτῷ, τῷ παρεπομένων, γένους, φημί, καὶ πατρίδος, ἤ τίνος εὐκληρίας βίου, τὸν οὐράνιον ἄνδρα γνωριοῦμεν περιττή γάρ, καὶ οὐκ ὅπως τῷ ὑψηλοτάτῳ τῆς ἀληθείας εὐαγγελιστῇ· ἀλλ’ οὐδέ τοῖς πολλοῖς λειπομένοις τῆς ἀρετῆς ἅγιοις, οἰκεία ἤ θελητή, ἤ ἀπὸ τῶν τοιούτων εὐφημία. Ἀλλά τά ἀπὸ γῆς μέν τίμια τοῖς ἀπὸ γῆς ἐναβρύνεσθαι παρῶμεν, οἷς δέ ἡ γέννησις οὐκ ἐξ αἱμάτων, οὐδέ ἐκ θελήματος γέγονεν ἀνδρός, ἀλλὰ ὁ Πατήρ μέν οὐράνιος ἄνωθεν προεγνωκώς, συμμόρφους κατά καιρόν ἐξελέξατο τῷ Μονογενεῖ· τὸ Πνεῦμα δέ τό ἅγιον ὡς ἁγίοις ἐπαναπαυσάμενον, καὶ καινόν ἐν αὐτοῖς ἄνθρωπον καὶ θεοειδῆ τῷ τῆς ἀληθείας λόγῳ γεγεννηκώς, υἱοθετήσατο τῷ Θεῷ, τούτους ἐντεῦθεν ὑμνεῖσθαι καὶ θαυμάζεσαι, ἐν τῷ Κυρίω, κατά λόγια, ψυχήν ἐπαινουμένους, καὶ ὡς ἥδιστα τῷ οὐρανῷ . Ἐντεῦθεν πᾶσι μέν Ἁγίοις προσήκων ὁ ἔπαινος ὡς ἐξ ἑνός τοῦ τῶν φώτων γεννωμένοις ΙΙατρός · οὐχ ἥκιστα δέ τοῖς κορυφαίοις καὶ πρεσβυτάτοις τοῦ Λόγου θεολόγοις · ὧν Πέτρος μέν, ὡς τῆς ἱερᾶς πίστεως πέτρα καὶ ἀῥῥαγής προετιμήθη κρηπίς· Ἰάκωβος δέ, ὡς πρῶτος τῶν ἀποστόλων τῷ ποτηρίῳ καὶ τῷ τοῦ πάθους βαπτίσματι κοινωνεῖν μέλλων Χριστῷ, καὶ βάσις ἁγίας ἐλπίδος τοῖς ἁγίοις ἐσόμενος. Σέ δέ, ὦ μάκαρ, τήν ἄκραν τῆς ἀποστολικῆς μεγαλοπρεπείας κατέλαβες κορυφήν, ὡς τήν ἀκροτάτην τῶν ἀρετῶν, τήν ἀγάπην δή λέγω, παρά τούς μετόχους αὐτῆς πάντας ἠγαπηκώς, καὶ ὑπερβαλλόντως ᾑρετικώς, καὶ ἄκρως κατωρθωκώς, καὶ ἐν αὐτῇ τῷ ὄντως ἀγαπητῷ Θεῷ Λόγῳ καὶ τοῦ Θεοῦ προσῳκειωμένος Μονογενεῖ. Τοῦτο σοι καὶ ἀρχή τῆς πρὸς τὸν Θεὸν ὑπῆρξε κινήσεως καί ἀναγωγῆς. Τοῦτο καί γνώρισμα τῆς μακαριότητας ὑμῶν κάλλιστον τε καὶ ἰδιαίτατον, καὶ καύχημα ἐξαίρετον, οἶον τῶν πάντων μᾶλλον ἁγίων ἀποκληρούμενον, ἡ ἀγάπη τοῦ Ἰησοῦ δι’ ἧς ἡ ὑπερβολή τῆς νοερᾶς ὑμῶν εὐπρεπείας ἤ θεοειδείας παραδείκνυται. Ὥσπερ γάρ οὐδέν ὡραιότερον τοῦ ὡραίου κάλλει παρά τούς υἱούς τῶν ἀνθρώπων, οὐδέ τῇ ἐπίνοιᾳ δυνατὸν λαβεῖν · οὕτω καὶ ὅν ἐξαιρέτως ἐφιλησεν ἐκεῖνος, τά πρεσβεῖα δηλαδή πρὸς τούς ἄλλους τῆς νοερᾶς ἀποίσεται καλλονῆς. Οὐδέ γάρ ἄν ἐπί τοσοῦτον ἠγάπητο, ὡς καὶ ἀπ’ αὐτῆς μόνης σχεδόν τῆς ἀγάπης χαρακτηρίζεσθαι, εἰ μή περιουσίᾳ χρηστότητος καὶ θεομιμησίας, οἰκείως εἶχε πρός τὸν ἀγαπῶντα, καὶ τήν παρ' ἑαυτοῦ φιλίαν ἀναλόγως εἰσηνέγκατο. Τούς γάρ φιλοῦντας αὐτήν ἀγαπᾶν, ἡ τοῦ Θεοῦ διαῤῥήδην ἀποφαίνεται σοφία.
Πᾶσαν τοίνυν πρᾶξιν θεοτελῆ καὶ θεωρίαν ὑπερφυᾶ πᾶσαν, καθάπερ ἔκ τινος ῥίζης, τῆς ἐν αὐτῷ βλαστάνειν ἀγάπης Χριστοῦ· καὶ πᾶν τὸ δι' αὐτοῦ γινόμενον ἤ λεγόμενον, ἀγάπης εἶναι καρπόν, κάθ’ ἥν ἐκεῖνος ἐξεστώς ὅλος καὶ διαπαντὸς ἐκδημῶν, ἀεί μέν ἑώρα τὸν Θεὸν ἐν αὐτῇ· ταύτην δέ ᾔδει πλήρωμα νόμου Θεοῦ, καί Θεόν οὖσαν καί θεοποιοῦσαν, τά ἔσχατα ταύτης ἀπαθείᾳ τελειότατῃ καὶ νῷ καθαρωτάτῳ κατειληφώς·
Ἄλλ' ἴδωμεν, ὅθεν τήν ἀρχήν κινηθείς, καὶ δι’ ἧς ἀναγόμενος καὶ προκόπτων ὁδοῦ, ταύτην ἐπήρθη τῆς τελειότητος τήν περιωπήν. Ἄρτι γάρ τοῦ μεγάλου καὶ ἀληθινοῦ φωτός, τοῖς ἐν σκότει καθημένοις ἀνίσχοντος· καὶ ἄνωθεν μέν ἐξ οὐρανῶν τοῦ Πατρός τῆς δόξης ἀγαπητόν Υἱόν εἶναι τὸν βαπτιζόμενον ἐμβροντήσαντος * κάτωθεν δέ τοῦ βαπτίζοντος, Ἀμνόν εἶναι τοῦ Θεοῦ τοῦτον μαρτυρήσαντος · καὶ τοῦ Πνεύματος δέ περιστερᾶς εἶδε κατιόντος, καὶ τήν μαρτυρίαν ἀμφοῖν ἐπισφραγίζοντος, οἷά τίς ἡλιακή πρὸς τοῖς ἄλλοις τοῦ Λόγου μύσταις, καὶ τοῖς υἱοῖς Ζεβεδαίου προσέπεσε μαρμαρυγή · καὶ καθάπερ τινά σπινθῆρα γνώσεως ἐλλαμφθέντες τοῦ μαρτυρουμένου, ἐπειδή μετ’ ὀλίγον αὐτούς ὁ Θεαρχικώτατος ἐκάλεσε παραστάς, οὐδέ βραχύ γοῦν πρός τήν κλῆσιν ἀνεβάλοντο· οὐ συνηθείας οἰκείων, οὐ φίλων, οὐχ ὁμηλίκων, οὔθ' ὅλως συγγενικῆς φιλίας, καὶ ἑταιρίας ἐπεσχέθησαν τοῖς δεσμοῖς· ἀλλά καὶ τά προσόντα πάντα, καὶ τήν ἑστίαν τήν πατρικήν · ναὶ δή καὶ αὐτὸν τόν πατέρα μετά τοῦ πλοίου καὶ τῆς ἁλιευτικῆς ἀφέντες (ὤ τῆς πίστεως !) ἀκολουθοῦσι τῷ Ἰησοῦ, ἐν ἀληθινῇ καὶ γνησίᾳ καρδίας συμφυόμενοι στοργῇ.
Καὶ ταῖς μέν ἀκτῖσι τῶν λόγων τῆς χάριτος τῶν ἐκ τοῦ θεαρχικοῦ στόματος ἐξαλλομένων, περιλαμπόμενοί τε τόν νοῦν, καὶ εἰς καινὸν ἄνθρωπον καὶ θεοειδῆ μεταμορφούμενοι · τοῖς τῶν ἔργων δέ θαυμάσιοις τήν πίστιν κραταιούμενοι, καὶ ἡμέραν ἐξ ἡμέρας τόν τῆς ἀγάπης ἀναζωπυροῦντες πυρσόν καὶ καθάπερ τά τῶν φυτῶν εὐγενέστερα ἤ εὐθαλέστερα, γῆς τε πίονος καὶ καλής λαχόντα τῆς ὑποκείμενης· ἱκανῶς δέ καὶ τῆς παρά τῶν φυτοκόμων ἀξιούμενα κομιδῆς· θᾶττόν τε πρὸς ὕψος ἀναδίδοται, καὶ βαθείας καθιέντα ῥίζας, ἁδρυνεται τε κατὰ τάχος, καὶ πολύν, ὡς εἰκός, ἀποδίδωσι τόν καρπόν· οὕτως οἱ τοῦ Λόγου δοκιμώτατοι μαθηταί, καλῆς ὅτι μάλιστα καὶ ἀγαθῆς ὄντες διανοίας, οἷς μέν τῶν ἱερῶν τῆς σοφίας ὀργίων κατηξίωντο, τήν καρδίαν βαθυνόμενοι' οἷς δέ τῶν ἔργων Χριστοῦ τήν μεγαλόπρεπειαν κατεθεῶντο, πρὸς οὐράνιον ὕψος πίστεως τόν νοῦν ἀνατεινόμενοι, εὐγενῆ καὶ ὥριμον τόν τῆς ἀγάπης ἀπεδίδουν καρπόν.
Ὅθεν αὐτοῖς περὶ τά ἥττω φανεῖσι πιστοῖς, καὶ περὶ τά μείζω λογισθῆναι πιστοῖς · καὶ τῶν ἔργων Ἰησοῦ τήν λαμπρότητα πίστεως ὑπόσχοντες τελειότητι, καὶ τῆς ὑπερουσίου θεότητος, ὡς ἐφικτόν ἀνθρωπίνῃ κατηξιοῦντο φύσει. Καὶ γάρ οὐ τοῖς πολλοῖς ἑαυτὸν ἐνεπίστευνεν ὁ ὑπερούσιος, σαφῶς ἑκάστου τά κρύφια τῆς καρδίας καταθεωρῶν· οὐδέ πᾶσιν ἐξαπίνης τοῖς μαθηταῖς · ἀλλ’ οὕς ἀξιωτέρους ᾔδει, καὶ μᾶλλον τῶν ἄλλων πιστοτέρους παραλαβών· καὶ τῷ Θαβωρίῳ προσαναγαγών, τήν αὐτοῦ δόξαν ἠρέμα μεταμορφούμενος ὑπέδειξεν·
Τοῦτο μέν οὖν οὐ τοῦ Ἰωάννου μόνον, ἀλλά καὶ Ἰακώβου καὶ Πέτρου τῆς πίστεως ἀπόδειξις ἐναργής· τεκμήριον δέ τῆς κατά τήν ἀγάπην τελειότητος, ἡ κατά τό μυστικόν δεῖπνον ἐπὶ τῷ ζωαρχικότατον στῆθος ἀνάκλισις τοῦ Θεολόγου. Ἐπεὶ γάρ ἵνα τῶν συνεστιωμένων παραδώσειν αὐτὸν προειρηκέναι, θορύβου μέν, ὡς εἰκός, τάς καρδίας τῶν μαθητῶν καὶ λύπης ἀγωνιώσας ὑποπίμπλασθαι, οὐδένα δέ παῤῥησίᾳ τολμᾷν ἐρωτᾷν, εἰ μή τόν κατά τήν Ἱεράν ἄγαπην ὑπερβαλλόντως τετελειωμένον, ὅς ἐχόμενα κατακείμενος τῷ διδασκάλῳ, προσαναβάς δέ, καί τό στῆθος πανευλαβῶς ἐπερείσαντες τῷ Δεσποτικῷ, καὶ τὸ στόμα παραθείς τοῖς ὠσίν, (ὤ μακαρίας καὶ θεοφιλέστατης τόλμης !) πυνθάνεται μέν παρ’ αὐτοῦ τὸν προδότην · συνθήματι δέ τοῦτον, τῷ κατά τόν ἄρτον, ἐκδιδέσκεται.
Ἐμφαντικώτερον δέ τῇ ἑξῆς τήν διά τῆς θεωτικῆς ἀγάπης οἰκείωσιν ἤ τελείωσιν, ὁ μόνον τελετάρχης ἐπὶ τοῦ σταυροῦ παρενέφηνεν τῆς Ἰησοῦς· τῇ Μητρί μέν εἰς υἱόν τὸν ἤγαπημένον παραχατατιθείς μαθητήν· τῷ δέ τῆς Μητρός τήν κατά τό σῶμα προμήθειαν ὡς υἱῷ ἀνατιθείς· καὶ οἷον ἀντάλλαγμα τῇ Θεοτόκω διδούς ἑαυτοῦ, καὶ εἰς τάξιν αὐτὸν ἀδελφότητος γνησιωτέρας τιθείς.
Ἐπειδή γάρ οἱ μέν ἄλλοι μαθηταὶ πάντες · ἀπείη δέ μοι φορτικὸν ἅπαν εἰπεῖν, τήν ἐπεισπεσοῦσαν τοῦ σκότους ἐξουσίαν, καὶ τήν Ἰούδα μιαιφόνον ἐπίθεσιν, καὶ τῶν Ἰουδαίων τήν λύτταν καὶ ὕβριν, καί τήν κατά τοῦ Σωτῆρος ἀπόνοιαν ἔφυγον οὐκ ἐνεγκόντες, σὺ δέ μόνος ἐκ πάντων, ὡς σταθερᾶς καί καρτερικωτάτης διανοίας, ἅτε μείζονι καὶ ἰσχυροτάτῃ συνημμένος τῷ διδασκάλῳ στοργῇ, πᾶσιν αὐτῷ τοῖς σωτηρίοις παθήμασι παρών, πλέον ἤ ἐκεῖνος μετεῖχες τῶν ἀνιαρῶν, οἷα μέν βολίσιν ὀξείαις τά σπλάγχνα τιτρωσκόμενος· ὀδύναις δέ ἄγαν δριμείαις ὑπέρ ἐκείνου πυρπολούμενος, καὶ μαστιγουμένῳ συνήλγεις, καὶ συνέπασχες πολυτρόπως κολαφιζομένῳ καὶ σταυρουμένῳ δέ μόνος ἅμα τῇ Μητρὶ παρεστώς, τρόπον τινά συνεσταυρώθης· τάς τε τῶν ἥλων τρήσεις, καὶ τήν τῆς λόγχης ἐκκέντησιν, καιρίας κατά τῆς καρδίας δεδεγμένος βολάς. Διά ταῦτα τοίνυν, οὐ προῖκα ταύτας ἀνέτλης τῶν πόνων τάς ἀκίδας· ἔργοις δε τὸν ἀληθῆ φίλον ἐπιδειξάμενος ἄλλος ἐκεῖνος ὤφθης. Τοῦτο γέρας φιλίας ἀληθινῆς, τοῦτο τῶν ἱερῶν πόνων ἆθλον ἀντάξιον· τήν ὑπέρφυεστάτην Λόγου φιλότητα, μᾶλλον δὲ ἀδελφότητα, πάντων ἀξιοπρεπέστερον ἀπενεγκάμενος. Καί γάρ οὐκ εὐπαθείᾳ σώματος καὶ τρυφῇ, ἀνίᾳ δέ καὶ πειρασμοῖς ἡ φιλία δοκιμαζομένη, καθαρᾶν τήν πρός τὸν φίλον οἶδεν ἐπιδεικνύναι στοργήν
Μέχρι μέν oὖv τοῦ ζωαρχιχοῦ πάθους, καὶ τῆς ἀναστάσεως τοῖς ἀποστόλοις ἡ πίστις πειρασθεῖσα, καὶ ἡ πρός τὸν ἑκουσίως ὑπέρ ἡμῶν παθόντα διάθεσις βασανισθεῖσα· ἐπειδή παντός ὑπερτέρα προσκόμματος, ἀνάλωτος δέ τοῖς τοῦ Κυρίου διαμεμενήκει πειρασμοῖς, ἐντεῦθεν λοιπόν οἷά τινα θεοπρεπῆ γέρατα, τῆς ἀκραιφνοῦς φιλίας καί πίστεως ἄξια κομίζεται. Τίνα δέ ταῦτα ; Πρῶτον μέν αὐτὸν ἐκεῖνον τριήμερον ἐκ τῶν νεκρῶν ἀνιστάμενον ὁρῶντες Χριστόν, καὶ τοῖς συμβόλοις τοῦ πάθους, τὸ μυστήριον βεβαιούμενοι τῆς ἀναστάσεως· ἔπειτα τὸ Πνεῦμα, μερικῶς μέν πρῶτον τῷ τοῦ ἀναστάντος ἐμφυσήματι· τελεώτερον δέ μετά τήν ἀπὸ τῆς γῆς ἀνάληψιν ἐν ἤχῳ βιαίῳ καὶ πυριμόρφοις γλώσσαις οὐρανόθεν ἰόν ἐπ’ αὐτούς ὑποδεχόμενοι · ᾧ δή καί τήν ἐπὶ πάντων ἐθνῶν ἐξουσίαν εἰληχότες καί ἐπὶ πᾶσαν ἄρχοντες καταστάντες τήν γῆν· ἄλλοι μέν ἀλλοῦ τῆς οἰκουμένης μέρους τήν ἀποστολικήν ἀρχήν διακληρούμενοι, τήν κατ’ αὐτόν ἕκαστος ἐπείη.
Ἡ μεγάλη δέ τοῦ Θεοῦ Λόγου βροντή, ὁ μεμεστωμένος τῆς ἄνω θεολογίας κρατήρ, ὁ τῶν ἀποστόλων ὀφθαλμός, Ἰωάννης ὁ πάνυ, καταχληροῦται τήν Ἀσίαν, ὡς δυνατός ἐν λόγοις, δυνατός ἐν ἔργοις· τήν πόλεσι μέν ἄγαν καί δυναταῖς , λαοῖς δέ θρασυτάτοις κομῶσαν καὶ πονηροτάτοις· λαοῖς πολλῷ πλούτῳ, καὶ δόξαις γαυρουμένοις κεναῖς καὶ σοφίᾳ μέν Ἑλλήνων ὑπεραιρομένοις· τῇ περὶ τούς Θεούς δέ πλάνῃ σφοδρότερον ἐνισχυμένοις.
Τούτοις ὁ μέγας ἀπόστολος ἐπιδεδημηκώς, καὶ πᾶσαν μέν τῶν ἀνθρώπων καρδίαν τῷ τῆς δεισιδαιμονίας ζόφῳ πεπαχυμένην ἰδών· πάσαν δέ ψυχήν ἐζωγρημένην τῷ διαβόλω, καὶ πρός τὸ αὐτοῦ θέλημα συντεταμένην τῷ πνεύματι κατανενοηκώς , οὐκ ἀνεβάλετο τοῦ Πνεύματος τήν ἐπιταγήν· οὐ τῷ ἐργώδει τοῦ ἐγχειρήματος ἀπεκναίσθη τόν νοῦν, οὔτ’ οὖν διψυχίας περιπέπτωκε λογισμοις. Πρός τὸν δέ ἐν αὐτῷ μένοντα Χριστὸν ἀφορῶν, οὐ κατά τῶν ἀνθρώπων, ἀλλά κατά τῶν δαιμόνων· - οὐδέ κατά τῶν αἰχμαλώτων, ἀλλά κατά τοῦ τυράννου πρῶτον αὐτοῦ τῇ νοητῇ παντευχίᾳ παρατέτακτο τοῦ Πνεύματος
Καί τοῦτον ἐν ὁμοιώματι Χριστοῦ καὶ δυνάμει πρῶτον διανοεῖται δῆσαι· καὶ οὕτω τήν αὐτοῦ πανοπλίαν ἆραι· καὶ οὕτω τήν αἰχμαλωσίαν αἰχμαλωτίσαι· καὶ τῇ ὡραιότητι τοῦ οἴκου Κυρίου, τῇ Ἐκκλησίᾳ λέγω, διελέσθαι σκῦλα. Ἆρ' οὖν διανενόηται μέν Χριστοπρεπῶς οὕτως, ἀγεννέστερον δέ συνεῤῥάγη τῷ δυσμενεῖ; ἤ συμπλέκεται μέν νεανικῶς, εἴτ’ οὖν εὐαγγελικῶς, ἡμιτελῆ δέ τόν ἀγώνα καταλέλοιπεν; ἤ τέλειον μέν, οὐχ ὥστε δέ παντάπασιν ἀφομοιοῦσθαι τῷ Ἰησοῦ ; Οὔμενουν· ὥσπερ δέ τόν Χριστόν οὐκ ἐκ μέρους, ἀλλ’ ὅλον ἐν ἑαυτῷ προχατῳκίσατο, καὶ διά τοῦτο πάσαις ἅμα ταῖς ἐνεργείαις τοῦ θείου Πνεύματος ἐδορυφορεῖτο καὶ συνεκροτεῖτο, οὕτω καὶ τὸ τῆς σωτηριώδους διακονίας ἔργον, ἐν τελείᾳ τῇ πρός αὐτὸν ὁμοιότητι, τέλειον ἐπληροφόρησε τῷ Θεῷ· καὶ καθάπερ αὐτός πρῶτος ὁ τῶν οὐρανῶν βασιλεύς, οὔτε περιουσίᾳ δυνάμεως μόνη τόν ἀρχηγόν τῆς κακίας χειρώσασθαι βεβούληται, ἀλλά καὶ ἐν σοφίᾳ, ἀλλά καὶ ἐν δικαιοσύνῃ, ὡς ἅμα τά πάντα, καὶ δυνατὸς, καὶ δίκαιος, καὶ σοφός· μᾶλλον δέ αὐτοσοφία καὶ δικαιοσύνη καὶ δύναμις ὤν· καὶ ἵνα περιφανῆ μέν ἑαυτῷ τήν νίκην· περιφανῆ δέ καὶ βεβαιοτέραν τήν πτῶσιν τῷ ἀντιπάλῳ κατεργάσηται, τήν αὐτήν τοῖς ἠδικημένοις μορφήν εἰληφώς, καὶ ἐν σοφίᾳ τοῖς ἀνθρώποις καί ἐν δικαιοσύνῃ συναναστραφείς, ὑπὸ τῆς τοῦ πονηροῦ κακίας μάτην διώκεται, καὶ εἰς θάνατον ἐπιβουλεύεται. Διὸ καὶ οἶς ἀδίκως ἐκεῖνος ἐπέθετο, δικαίως περιπαρείς, καὶ ἐν τοῖς ἔργοις τῶν αὐτοῦ χειρῶν συλληφθείς ἑάλω· καί κατακριθείς, οὕτως ἐν χειρί Θεοῦ τῆς τυραννώδους ἐκβέβληται ἀρχῆς. Οὕτως καὶ ὁ ἀγαπητός τοῦ Λόγου Θεολόγος, ἐν σωτηρία τῶν ὑποδοξομένων αὐτόν τήν Ἀσίαν καταλαβών, εἰς μίαν δέ πρῶτον τῶν ἐν αὐτῇ μητροπόλεων, τήν μεγίστην Ἔφεσον γενόμενος, οὐκ ἐθορύβησε τῇ παρουσίᾳ παραχρῆμα τήν πόλιν· οὐ τάς τῶν πολιτῶν διανοίας εὐθύς τῷ μεγαλοφυεῖ τοῦ Εὐαγγελίου διετάραξεν, ἀλλ’ ἐν σοφίᾳ πρός τούς ἔξω περιπατῶν, καὶ ὡς πονηρόν ἐξαγοραζόμενος τόν καιρόν, τῷ μέν ἀγαθοπρεπεῖ τοῦ ἤθους, καὶ τῷ μετρίῳ τοῦ ὀχήματος, καὶ τῷ προσηνεῖ τῆς ἐντεύξεως, πᾶσιν ἑαυτόν εὐπρόσιτον καθίστη καὶ εὐμενῆ, τῷ τρόπω δὲ τοῦ βίου, καὶ τῷ ποικίλῳ καὶ ἀπεξεσμένῳ τῆς ἀρετῆς, ἀπρόσιτον ἅμα καὶ θαυμαστόν.
Καὶ αὖτος μέν τῇ ἐπιτεταμένῃ ἐγκρατείᾳ, ὑπομονῇ ἀνενδότῳ, προσευχῇ ἀνεκλείπτῳ, μετά ἡσυχίας· ὁ ἄρχων δὲ τῆς κακίας, ὁρῶν ἄνθρωπον τό φαινόμενον, ἄγγελον τό νοούμενον· κάτω μέν τῇ σαρκὶ μετρίως ἁπτόμενον τῆς γῆς· ἄνω δέ, τῷ νῷ διαβαίνοντα τούς οὐρανούς· καὶ θεούς μέν πάντας καὶ δαίμονας ἀποσειόμενον, ἠρέμα δὲ τέως τοῦ Ἰησοῦ τήν δόξαν τοῖς ἐγγίζουσι παρατιθέμενον· ζήλῳ μέν ἀνῆπται παραχρῆμα πικρῷ, τήν οἰκείαν ἐντεῦθεν κατάλυσιν ὑποβλεπόμενος. Οἷα δὲ πυρφόροις βολίσι τῷ φθόνῳ πυρπολούμενος, ἐπεγείρει μέν ποικίλους τῷ Χριστοῦ μαθητῇ πειρασμούς· ἐξάπτει δέ κατ’ αὐτοῦ πρῶτον μέν γυναικάριον ζηλότυπον καί θρασύ, πρῶτον ἐκείνης τῆς πόλεως νομιζόμενον· ἔπειτα καὶ τῶν ἐκ τοῦ δήμου καὶ τῶν προεχόντων Ἐφέσου τούς πονηροτάτους. Kαὶ γλώσσαις μέν ὡς ξυρὸν ἠκονημέναις, γλώσσαις δολίαις θορυβῶν, ὡς ᾤετο, καὶ φοβῶν· τραύμασι δέ καὶ εἱρκταῖς καὶ πληγαῖς ἐκθλίβων καὶ ἀνιῶν· ὡς ἄν, εἴ γε δύναιτο, στερῆσαι καὶ τῆς ζωῆς· εἰ δ' οὖν, ἀλλά τῶν ἰδίων μετακινῆσαι τόπων.
Ἐπειδή οὖν τούτοις τὸν δίκαιον ἀδικεῖν ὁ ἄδικος ἐπέθετο, καθ’ ἑαυτοῦ λοιπόν τοῦτον ἐξεγείρει· μᾶλλον δέ, τήν ἐν αὐτῷ πανσθενῆ χεῖρα, δείλαιος, κατά τῆς ἰδίας ἐξαναστήσας κεφαλῆς· αὐτός μέν ἐκτίλλεται, καὶ τῆς τυραννικῆς ἐξουσίας ἐνδίκως καθαιρεῖται· σειραῖς δέ ταρταρούμενος ζόφου, πρὸς τόν αὐτοῦ καταῤῥήγνυται πατέρα. Ἐντεῦθεν κατευθύνεται μέν ὁ δίκαιος· ὁ δέ τῶν δικαίων ὑψοῦται Θεός· καὶ ἀφαιρεῖται μέν τῶν ἀνθρωπίνων διανοιῶν ἡ ἀχλύς· τὸ μέγα δέ φῶς ἐξανατεῖλαν ἐν τῷ Ἰωάννῃ, πᾶσαν εὐθεῖαν ἐπισπᾶται ψυχήν·
Οὕτως ὁ τῆς ἀπωλείας τοῦ ἔθνους ἐπιστατῶν, οὐκ ἐν δυνάμει Θεοῦ μόνον, ἀλλά καὶ σοφίᾳ καὶ δικαιοσύνῃ τοῦ Ἀποστόλου κατακινηθεῖς, ἐῤῥίφη· οἱ ὑπ' αὐτοῦ δέ πρώην ἀγόμενοι, ἄλλος ἐπ' ἄλλον
καθάπερ κυμάτων ἐπανάστασις ἐπεγειρόμενοι· καὶ τῷ τοῦ μεγάλου φωτός Υἱῷ προσερχόμενοι, καὶ τοῖς τῆς ἀληθείας διδάγμασι καθαιρόμενοι καὶ προτελούμενοι, τὸν ζόφον μέν τῆς ἀπάτης καὶ πλάνης ἀπεδύοντο· τὸ μέγα δέ φῶς τῆς ἀληθογνωσίας διὰ λουτροῦ παλιγγενεσίας ἐνεδύοντο. Ἐστήκει δέ κήρυξ διαπρύσιον τοῖς ἔθνεσι καὶ σωτήριον βροντήν ἐνηχῶν.
Ἄνδρες, λέγων, ὅσων τό Πνεῦμαμ τό ἅγιον τῆς καρδίας ἐπελάβετο δεῦτε πρός μέ, καὶ ἴδετε ἔργα Θεοῦ καὶ ἀληθείας καὶ τήν ὄψιν τῆς διανοίας καταυγάσθητε· ἀκούσατε ῥημάτων σοφίας
ἀληθινῆς, καὶ τήν ἀκοήν φωτιζόμενοι, σύνετε καὶ γνῶτε τόν ὄντως ὄντα Θεόν.
Γνῶτε Θεόν Πατέρα παντοκράτορα, πάντων ἀοράτων κτισμάτων καὶ ὁρατῶν ποιητήν. Γνῶτε Θεόν Λόγον πρό τῶν αἰώνων ὑπέρ λόγον γεννώμενον ἐξ αὐτοῦ, δι’ οὗ πεποίηκε τά πάντα. Γνῶτε Πνεῦμα τό ἅγιον, τοῦ Πατρός ἀχρόνως ἀνεκφοιτήτως τε προϊόν, καὶ τῷ Υἱῷ συνδημιουργοῦν τὰ πάντα, καὶ πάντα κατ’ οὐσίαν πληροῦν. Σύνετε Θεόν ἕνα τά τρία, καὶ φύσιν μίαν καὶ δύναμιν καὶ βασιλείαν· καὶ τὸν ἕνα Κύριον, ἐν ὁμοτίμοις προσώποις προσκυνεῖτε τρισίν· Σύνετε, καὶ τήν πατροπαράδοτον πλάνησιν ἀφέντες, προσέλθετε τῷ ἀληθινῷ φωτί. Προσέλθετε καί φωτίσθητε, καὶ τά πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Ἴδετε, ὅτι ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ὁ μονογενής Υἱός ὁ ἐν τοῖς κόλποις ὤν ἀεί τοῦ Πατρός, ἄνθρωπος ἀληθῶς ὑπέρ ἀνθρώπων ἐξ ἁγίας Παρθένου καὶ ἀπειρογάμου γίνεται Μαρίας, καὶ κατά πάντα, χωρίς ἁμαρτίας, ἡμῖν ἐξομοιοῦται· καὶ ἄφεσιν ἁμαρτιῶν διά βαπτίσματος χαρισάμενος, διὰ σταυροῦ τε καὶ ἀναστάσεως, θανάτου καὶ φθορᾶς λυτρωσάμενος, κατήλλαξε τῷ Πατρί. Οὗτος καὶ νῦν ἐν ἡμῖν, τό ἴδιον ἔργον, τόν τῆς καταλλαγῆς λόγον θέμενος, ἀπέστειλεν, τήν σωτηρίαν ταύτην εὐαγγελιουμένους ὑμῖν.
Ἀπόστητε τοίνυν πάσης δαιμόνων ματαιότητος, πάσης εἰδωλολατρείας, πάσης κακίας καὶ ἀνομίας τήν ὀλέθριον ἀποῤῥίψατε σννήθειαν· τῷ νόμῳ δέ τῆς πίστεως, τῆς ἐν Χριστῷ Ἰησοῦ· τῷ νόμῳ τοῦ Πνεύματος τῆς ἁγιότητος αὐτοῦ πολιτευόμενοι, ῥυσθήσεσθε μέν ἀπό τῆς ἐπερχομένης ἐξ οὐρανοῦ τοῖς ἀσεβέσιν ὀργῆς· ἀφθάρτου δέ δόξης καὶ αἰωνίου καταξιωθήσεσθε ζωῆς. Ἵνα δέ μή κενοῖς ῥήμασιν ἐξηπατῆσθαι νομίζητε παρ’ ἡμῶν, προσάγετέ μοι τούς ἐν ὑμῖν λελωβημένους καὶ θεραπείας ἐπιδεομένους, ἵν’ ἰδῆτε, ὡς οὐκ ἐν λόγῳ πρός ὑμᾶς μόνον, ἀλλά καὶ ἐν δυνάμει πολύ μᾶλλον ἡ βασιλεία ἐγγίζει τόν Θεόν.
Αὐτίκα τοίνυν ἦν ὁρᾷν ἐκεῖ, δαιμόνια λόγῳ τοῦ Θεολόγου μόνῳ τῶν δαιμονώντων δραπετεύοντα, χωλούς ἀνορθουμένους, τυφλούς φωτιζόμενους, κωφούς ἀκούοντας, καὶ μογιλάλους τρανῶς λαλεῖν παιδευομένους. Ἦν ὁρᾷν διά προσευχῆς ἀνισταμένους νεκρούς, καθαιρομένους λεπρούς, καί πᾶσαν νόσον καὶ πᾶσαν σώματος λώβην, ἁφῇ μόνῃ χειρός ὁσίας ἰωμένην. Καὶ πᾶσαν μέν γοητικὸν τέχνην καὶ μαγικῶν, πᾶσαν δέ κακοτεχνίαν καὶ δαιμονίων κακομηχανίαν, διά τῆς ἐν αὐτῷ τοῦ Χριστοῦ δυνάμεως καταργουμένην· πᾶσαν δέ μυσταγωγίαν φωτιστικήν καὶ καθαρτικήν· πᾶσαν δέ χάριν καὶ γνῶσιν τελετουργικήν, καὶ θεουργικήν, ταῖς καρδίαις ἐνεργουμένην τῶν πιστῶν. Ὅλον γάρ τόν Χριστόν διά τοῦ Κυρίου Πνεύματος ὁ τοῦ Πνεύματος κράτιστος περιβεβλημένος οἰκονόμος, ἀπρόσιτα μέν πανταχόθεν καὶ ἀνεπίβατα κατεσκεύαζε τῷ ἐχθρῷ · πᾶσαν δέ ψυχήν εὐθεῖαν καὶ ἀγαθοειδῆ διά τοῦ Πνεύματος παρακαλῶν, εἰς τήν δι’ αὐτὸν πρεσβευομένην ἀλήθειαν προσῳκειοῦτο.
Οὕτως ὁ μέγας Ἥλιος τοῦ Εὐαγγελίου, οὐ τήν προκαθεζομένην τῆς Ἀσίας μόνον, ἀλλά καὶ πᾶσαν ἐφεξῆς χώραν καὶ πόλιν, τὸν εἰρημένον τύπον ἐπιών, κατήργει μέν πᾶσαν δαιμόνων θυσίαν καὶ τελετήν· ποιμένας δέ καὶ ἱερεῖς καθιστῶν, Ἐκκλησίας κατά τόπον ἀνίστη Χριστῷ. Κάλλιστα μέν οὖν τῷ ἁγίῳ Πνεύματι καὶ θαυμασιώτατα διακονούμενος· καὶ μεγάλη μέν λόγων σοφία, μείζονι ἔργων δυνάμει· καὶ ἔτεσι δέ πολλοῖς ἤδη τήν Ἀσίαν πᾶσαν, καὶ πᾶσαν τήν Ἑῴαν φωτίζων Χριστῷ καὶ θλίψεσι μέν ὑπερβαλλούσαις ὅσαις ὑπέρ τοῦ Εὐαγγελίου περιπεσῶν μυρίας δέ καὶ ἐπιβουλάς τοῖς τοῦ ψεύδους ὑπασπισταῖς ὑποσχών · ἔτι μήν καὶ ἐξορίαν κατά Πάτμον τήν νῆσον ὑπό βασιλέων ἀδίκων κατακριθείς, ἐπειδή συνεχόμενον ἑαυτόν ὁ μακαριώτατος ἕωρα, καὶ τήν πρὸς τὸν Κύριον εἴσοδον ἐγγίζουσαν· συνιδών δέ καὶ τὸν χρόνον ὡς δεινότατον ὄντα λήθης βυθοῖς ἀμαυροῦν τά καλᾶ, κινεῖται μέν ἀγαθοειδῶς, τὸ τῆς αὐτοαγαθότητος ἔσοπτρον, ὑπέρ τῆς ἱερᾶς τοῦ Εὐαγγελίου γραφῆς· κινεῖται δέ πρός ἔρωτα θεολογίας ὑπερφυοῦς, ὑπό τε τοῦ ἐνοικοῦντος Θεοῦ Λόγου, καὶ τῶν πιστοτάτων τῆς Ἐκκλησίας λιπαρούμενος.
Ἐντυχών δέ τοῖς πρό αὐτοῦ τρισίν Εὐαγγελίοις, καὶ περὶ τῷ σωματικῷ τοῦ Χριστοῦ μᾶλλον προσησχολημένην αὐτῶν τήν διήγησιν ἰδών, αὐτός τοῖς ὑψηλοτέροις τῶν λόγων καὶ θειοτέροις ἐπεκτείνεται.
Καὶ πᾶσαν μέν τήν ὁρωμένην κτίσιν ἀφείς· πᾶσαν δέ τήν νοητήν καὶ ὑπερκόσμιον ὀξύτητι νοῦ καθαρωτάτου διά τοῦ Πνεύματος ὑπεραναβάς· καὶ τά Χερουβείμ λιπών, καί τά Σεραφείμ παρελθών, ἀκραιφνῶς αὐτῷ καὶ ἀμέσως ἐγγίζει τῷ ἀγαπητῷ· κἀκεῖ δή νοερῶς, καὶ κρειττόνως ἤ πρώην τό νοερώτατον στῆθος, τῷ θεαρχικωτάτῳ προσερείσας, καὶ οὗς εὐσύνετον τῷ τῆς Σοφίας αὐτῆς στόματι παραβαλῶν, οἷά τινα πηγήν ζῶσαν ἐκεῖθεν ὑψηλῆς ἀνεστόμωσε καὶ θεωτικῆς θεολογίας·
Ἧς ἐν προοιμίοις, θεολογεῖ μέν τοῦ Λόγου τήν ἐν ἀρχῇ πρὸς τὸν Πατέρα καὶ προάναρχον ὑπερούσιον συνύπαρξιν. Θεολογεῖ δέ αὐτοῦ καὶ τήν σάρκωσιν, ἐν ὀλίγοις καὶ θεοφθόγγοις ῥήμασιν πᾶσαν ὑψηλῶς καὶ μεγαλοφυῶς ὥσπερ ἐξ οὐρανοῦ σαλπίσας τήν περί αὐτοῦ θεογορίαν. Εἶτα, ὑπομιμνήσκεται μέν ἐν τῷ Πνεύματι, τῶν τε λόγων Χριστοῦ καὶ τῶν ἔργων τά ὑψηλότατα τε καὶ παραδοξότατα, ὅσα τούς πρὸ αὐτοῦ παραλιπεῖν εὐαγγελιστάς· Καὶ πάντα θεσπεσίαις ἱερολογίαις ἀνατεταχῶς, καὶ πάντα Θεοῦ φωναῖς συντετελεκώς, καὶ ἐν δικαιοσύνῃ (κατά Ἡσαΐαν) συντετμηκώς, εἰς τά πέρατα τοῦτο δή τὸ κατ’ αὐτόν Εὐαγγέλιον ἐβρόντησε τῆς γῆς · πάσης ἤδη φανείσης ἤ φανησομένης αἱρέσεως ἐξαναλωτικήν καὶ πρηστήριον ἀστραπήν· πάσης δέ θεογνωσίας καὶ θεολογίας ὅρον ἀληθείας, καὶ ἀπαρεγχείρητον γνώμονα διαθεμένος· καὶ τοῦτο τῇ καθόλου Ἐκκλησίᾳ Χριστοῦ καινήν διαθήκην ἐκ στόματος γραφεῖσαν παραδούς τοῦ Χριστοῦ · τοσούτῳ τῆς ἐν πλαξί πάλαι τῷ Μωσεῖ γεγραμμένης σεβασμιωτέραν τε καὶ θεοπρεπεστέραν, ὅσῳ τήν παλαιαν μέν ἡ καινή, τόν νόμον δέ τοῦ γράμματος ὁ τοῦ πνεύματος καὶ τῆς ἀληθείας παρευδοκιμεῖ. Καὶ τά μέν ἐπί τοσοῦτον.
Ἐπειδή τήν τοῦ Πνεύματος διακονίαν καὶ ἱερουργίαν τοῦ Εὐαγγελίου τὸ ἔργον τῆς ὑψηλῆς ἀποστολῆς, ὡς πιστός τῷ ὄντι καὶ φρόνιμος οἰκονόμος τετελειωκώς, καὶ εἰς πῖον ᾔδη γῆρας ἐληλακώς, ἐπόθει τήν ἀνάλυσιν, κρεῖττον δέ φάναι, τοῦ σώματος τήν ἐπί τὸ ἄφθαρτον μετασχημάτισιν· ἀεὶ γάρ καὶ νοῦν καὶ διάνοιαν ἐν οὐρανοῖς συνηνωμένος Χριστῷ, τό σῶμα μόνον καὶ τὸ ὁρώμενον ἦν ἐπὶ γῆς.
Ἐπειδή οὖν ἡ ἡμέρα τῆς ταλειώσεως παρῆν, παραλαμβάνει μέν ὁ μακάριος τούς πιστοτάτους τῶν μαθητῶν, μικρόν δέ τῆς Ἐφέσου προελθών, καὶ γεωλόφῳ τινί προσβάς, τάφον ὀρύξειν ἐνετείλατο· ὁ δέ τό ὅμμα πρός Κύριον καὶ τάς χείρας εἰς τόν οὐρανόν ἀνατετακώς, δῆλος ἦν ἐκδεδημηκώς ὅλος καὶ ταῖς προσευχαῖς ἐξεστηκώς τῷ Θεῷ. Ἐπεὶ δέ κατέπαυσεν, ἐπιστραφείς, καὶ θείων ἐκφαντορίαις μυστηρίων, καὶ παραινέσεσι καλλίσταις καὶ νουθεσίαις ἐναρέτοις τούς παρόντας αὐτῷ καταρτισάμενος, εἴσεισιν ἔνδον του ὀρύγματος εὐθύς, ἀνακλίνεται δέ· οἱ δέ καλύπτουσι μέν τόν τάφον πλαξί, τῇ ἑξῆς δὲ κατά τήν ἐντολήν παραγενόμενοι, καὶ τάς πλάκας ἀφελόμενοι (ὤ τῶν θαυμασίων!) αὐτὸν μέν εὑρίσκουσιν οὐδαμῶς , σαφῶς ἐνδεδημηκότα πρός τὸν Θεόν. Μαρτύριον δέ τῆς μεταστάσεως, εἴτ’ οὖν ἀναστάσεως αὐτοῦ, τά ἱμάτια κατείληπται.
Οὔτε οὖν ἐν θνητῷ σώματι ζῆν αὐτόν ἔτι καθάπερ Ἡλίαν προσῆκεν ὑπονοεῖν. Οὐ γάρ εἶπεν· αὐτῷ φησίν, ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· οὔτε καθ' ὁμοιότητα τῶν ἄλλων θανεῖν, τήν ἐσχάτην ἡμέραν ὑπομένοντα· ἀλλά τὸ παρθενικὸν ἐκεῖνο σκῆνος καὶ ἅγιον, τῇ πρός τὸν ὑπερουράνιον εἰσόδῳ τοσοῦτον λιπών, ὅσον θανάτου πεῖραν λαβεῖν· εὐθύς δέ τῆς ἀληθινῆς ἐν Χριστῷ ζωῆς καταδραξάμενος τοῦτο δῶρον καὶ οἷόν τι γέρας ἐξαίρετον τῆς καθ' ὑπερβολήν εἴληφεν ἀγάπης, τό καὶ τῷ σώματι ζῆσαι τήν ἄφθαρτον ζωήν· καὶ τῇ Θεοτόκῳ, οἷα μητρὶ κατά τὸν ἄνω παράδεισον ἐν ἀγαλλιάσει συνοικεῖν καὶ οὔτω μένειν αὐτὸν οἶμαι πιστέον, κατά τήν εὐαγγελικήν ῥῆσιν, τήν τοῦ Κυρίου παρουσίαν.
Ἐνταῦθα τοῦ λόγου γενόμενοι, καὶ τό ἀνέφικτον ὕψος τῆς Ἰωάννου θεότητος καὶ μεγαλοπρεπείας ὑπερεκπλαγέντες, καὶ τήν ἀσύγκριτον τῆς ἁγιότητος ἐκθαυμάσαντες ὑπερβολήν, τῷ ἀπροσίτω τῶν ὕμνων ἀναγκαζόμεθα σιγᾷν. Μικρά γοῦν ὅμως τήν ἠγαπημένην Θεῷ καὶ τιμίαν προσηγαρηκότες ψυχήν, καταπαύσομεν τόν λόγον.
Χαῖρε, ἀληθῶς ἠγαπημένε τῷ ἀγαπητῷ· χαῖρε, τῷ μόνῳ καλλοποιῷ καὶ ὑπερκάλῳ Χριστῷ λίαν πεφιλημένε, ὡς ὡραιότητι ψυχῆς, ὡραιότητι πνεύματος, νοῦ τε καὶ διανοίας εὐπρεπείᾳ καὶ εὐθύτητι πάντας αὐτοῦ παρευδοκιμῶν τούς ἀγαπητούς·
Χαῖρε, κάλλος ἄψαυστον καὶ νοερόν, οὐράνιον καὶ μυστικόν, ἀπρόσιτον καὶ ὑπερφυές. Χαῖρε, Παρθένε τό σῶμα, τῷ μηδεμίαν σοι πώποτε κηλῖδα σαρκίνης ἐπιθυμίας προστριβῆναι· Παρθένε τήν ψυχήν, τῷ μή κατάῤῥεμβευθῆναί ποτε κάλλει σώματος, μηδέ κατά νοῦν· παρθένε τὸ πνεῦμα, ὡς τήν καρδίαν καθαράν καθαρός · ὡς τρόπος νύμφης ἁγνῆς γνησίως τὸν οὐράνιον Νυμφίον ἐπεγνωκώς, καὶ πανάγνως ἠγαπηκώς καὶ συγκραθείς, εἴπερ Ὁ κολλώμενος τῷ Κυρίῳ, ἕν πνεῦμα ἐστιν.
Χαῖρε, γνήσιε καὶ πιστὲ τοῦ Θεοῦ Λόγου μύστα, καὶ ἐραστά, καὶ θεραπευτά· ὅτι παρά τοῦ Πατρὸς ἐληλυθώς ἐκεῖνος, μονήν ἀληθῶς πεποίηται παρά σοι · ὅτι τάς ἐντολάς αὐτοῦ τετηρηκώς, ἔμεινας ἐν αὐτῷ, καὶ αὐτὸν ἔχεις μένοντα, δι’ αἰῶνος ἐν σοὶ, τὴν θεαρχικήν σοι δόξαν ἀνακεκαλυμμένως ἐμφανίζοντα. Χαῖρε, τέκνον Θεοῦ καὶ κληρονόμε· ἀδελφέ δὲ καὶ συγκληρονόμε Θεοῦ· ὁ πάντα τῆς τοῦ Θεοῦ βασιλείας τά μυστήρια μεμυσταγωγημένος. καὶ πάντα σαφῶς τά ἐσόμενα δι’ ἀποκαλύψεως τεθεαμένος, καὶ κατεσφραγισμένα ταῖς Ἐκκλησίαις παραδούς.
Χαῖρε, τόν παράδεισον μόνος νῦν μετά σώματος ἅμα τῇ μητρὶ κατοικῶν, κἀκεῖθεν τῷ πνεύματι τήν ὅλην γῆν καταθεωρῶν, ἵλεως ἡμᾶς ἐποπτεύοις, ὤ τρισμακάριε Θεολόγε καὶ εὐαγγελιστά! καί ταῖς ἐπιστολαῖς σου συνέτισον, καὶ ταῖς θεολογίαις στήριξον, καὶ ταῖς ἐντολαῖς σου κατάρτισαι, καὶ ποίμανον ἡμᾶς, καὶ ἔπαρον ἡμᾶς, καὶ ἕως αἰῶνος παράστησον τῷ Θεῷ, εἰς δόξαν Πατρός καί Υἱοῦ, καί ἁγίου Πνεύματος, εἰς τούς αἰῶνας. Ἀμήν.