logo


Θεοφάνους Κεραμέως

Ὁμιλία IΑ΄- (Κυριακή Η΄ Λουκᾶ)

 

«Περί τοῦ ἐρωτήσαντος τόν Κύριον νομικοῦ,

καί περί τοῦ ἐμπεσόντος εἰς τούς λῃστάς»

 

(J.-P. Migne, Patrologia Graeca, t. 132, 292D-304Β)

 

 

Οὐ τοσοῦτον αἰχμώδης γῆ, καὶ κραναῆ, κα κατάξηρος τῶν οὐρανίων ὄμβρων ἐφίεται, ὁπόσον ἐγλιχόμην αὐτός τάς ὑμετέρας ὄψεις ἰδεῖν, θεοφιλέστατε σύλλογε. Ἧνικα γοῦν παρήμην ἐνταυθοῖ μεθὑμῶν, οὐ τοσοῦτον ᾐσθανόμην τοῦ πόθου. Τό γάρ πρόχειρον, καὶ βλεπόμενον ἀργόν εἰς ἐπιθυμίαν· ὁπήνικα δέ κεχώρισμαι ἀφὑμῶν, ἔγνων τόν πόθον τόν βίαιον τύραννον, ὡς ἐγγύς ἀληθείας εἶναι τό τοῖς ἔξω λογόμενον γηράσκειν τούς ποθοῦντας τῷ χωρισμῷ. Ἀλλἐπείπερ ἡμᾶς τό Πνεῦμα τό Ἅγιον, καί μητρόθεος Δέσποινα εἰς ἕν αὖθις συνήγαγε, καί προσκυνῆσαι ἠξίωσε τά ἀχειρότευκτον αὐτῆς, ἀπεικόνισμα, καί δείκνυσι πατέρα ἐπί τέκνοις ἐπευφραινόμενον, φέρε τάς τῆς ἀπουσίας ῥυτίδας ἀποβαλόντες τῆς συνήθους διδασκαλίας ἁψώμεθα.

Τῷ καιρῷ ἐκείνῳ νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτόν, καί λέγων· Διδάσκαλε, τί ποιήσας ζωήν αἰώνιον κληρονομήσω; ᾬετο μέν ὁ φέναξ οὕτοσί νομικός τῇ πεπλασμένῃ πεύσῃ ὑπεροπεῦσαι τόν Κύριον νομίζων, καινήν τινα διδασκαλίαν παρ’ αὐτοῦ μυηθῆναι τοῦ νόμου ἀντίθετον, ὡς ἄν λαβῆς εὐλόγου δραξάμενος κινήσῃ γλῶσσα κατήγορον. Διό καί πρόσεισι σχήματι, καί λόγῳ σεμνῷ γνώμῃ δέ διαστρόφῳ, καί οὐκ ὀρθή ἐγκυκλίως διαλεγόμενος, καί προφητικῶς εἰπεῖν, τροχιάν ὁδόν πορευόμενος, ἤμβροτε μέν τοῦ ἐγχειρήματος, καί συνελήφθη ἐν τῇ παγίδι, ᾗ ἔκρυψεν. Ὁ γάρ δρασσόμενος τούς σοφούς ἐν τῇ πανουργίᾳ αὐτῶν, καί τοῦτον δή ταῖς ἐντολαῖς ἐν αἷς ἐπόμπαζεν, ἁλίσκει σοφῶς. Ὁ μέν γάρ ἤρετο· «Διδάσκαλε, τί ποιήσας κληρονομήσω τήν αἰώνιον ζωήν». Ὁ δέ δείκνυσιν αὐτόν καίτοι Γραμματέα ὄντα μή ἐπίστασθαι τοῦ νόμου τό βούλημα. Οἷς γάρ ὅστις ἦν ὁ πλησίον ἠγνόει, τῆς ἀκριβοῦς τοῦ νόμου παιδείας ἐνδεῶς ἔχων δείκνυται. Τρία οὖν ὁ εἷς τῆς Τριάδος ἐνταυθοῖ κατορθοῖ, ἐκφεύγει τοῦ πειράζοντος τάς λαβάς, ἀποκενεῖ τοῦ Γραμματέως τό ἐκ τῆς οἰήσεως φύσημα, δεικνύς αὐτόν τῆς μαθήσεως τῶν ἐντολῶν ἐνδεᾷ, ὑποσπείρει λεληθότος ἐν τῇ παραβολῇ τό τῆς οἰκονομίας μυστήριον. Ὡς ἄν δέ ὁ λόγος ἡμῖν εὐληπτότερος ἔσται κατ’ ἔτος ἀνιχνεύσωμεν τά ῥητά.

Λέγει αὐτῷὁ Ἰησοῦς «Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγιγνώσκεις ; » Ἔθος τῷ Σωτῆρι διά τῆς ἀντερωτήσεως πείθειν ὡς τά πολλά τούς πειράζοντας. Τοῦτο ποιεῖ τοῖς τό ἀμφίκρημνον ἐρωτήσασι πρόβλημα, εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, καί τοῖς μεθ’ὁμοίας γνώμης εἰποῦσιν αὐτῷ. «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; » διά τῆς ἀντερωτήσεως φιμώσας αὐτούς· ἀλλά τίς ἡ τριττή αὕτη διαίρεσις τῆς νομικῆς ἐντολῆς; λέγει γάρ· «Ἀγαπήσεις Κύριον τόν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καί ἐξ ὅλη τῆς καρδίας σου, καί ἐξ ὅλης τῆς ἰσχύος σου, καί ἐξ ὅλης τῆς διανοίας σου». Τάχα τήν ὅλην τοῦ ἀνθρώπου σύστασιν ὁ λόγος ἐδίδαξεν Ἐν τοῖ τρισί γάρ τούτοις ὁρᾶται ἡ τελεία ψυχή. Καί τοῦτο ἐφαντάσθη καί ἔξωθεν φιλοσοφία, οὐ μήν τηλαυγῶς κατενόησεν. Οἷς γάρ πρότερον τῶν φυτῶν λέγει τήν βλάστησιν, εἴτα τῶν ἀλόγων ζώων τήν γένεσιν, καί μετά ταῦτα τήν τοῦ ἀνθρώπου παραγωγήν, τήν ἐν τρισί διαφοραῖς τῆς ζωτικῆς ψυχῆς δύναμιν φιλοσοφεῖ. Τῶν γάρ ζώντων σωμάτων τά μέν αἰσθήσεως  ἀμοιρεῖ, τά δέ αἰσθήσεως οἰκονομούμενα τοῦ λόγου ἐστέρηται· ἡ δέ τελεία ἐν σώματι ζωή ἐν τῷ ἀνθρώπῳ ἐστί, καί τρεφομένη ὡς τά φυτά, καί ὡς τ’ ἄλλα τῶν ζώων αἰσθανομένη, καί λόγου μετέχουσα· καθώς καί παρά τοῦ Ἀποστόλου ταυτί μεμαθήκαμεν, ἐν οἷς  τοῖς Ἐφεσίοις τήν ὁλοτελῆ χάριν ἐπεύχεται φυλαχθῆναι τοῦ σώματος, καί τῆς ψυχῆς, καί τοῦ πνεύματος. Καί ἐνταῦθα οὖν ἡ ἐντολή τήν αὐτήν ἑρμηνεύει διαφοράν· τήν μέν σωματικωτέραν κατάστασιν καρδίαν εἰποῦσα, ἰσχύν δέ τήν αἴσθησιν, διάνοιαν δέ τήν ὑψηλοτέραν φύσιν καί πρός τόν πλησίον ἀγάπη. Ὁ γάρ τόν Θεόν ἀγαπῶν πάντως δήπου καί τήν αὐτοῦ ἀγαπήσει εἰκόνα τόν ἄνθρωπον.Ὁ δέ ἀγαπῶν τήν εἰκόνα, κατά πολύ τό πρωτότυπον. Πῶς δέ τόν πλησίον δεῖ ἀγαπᾷν; Ἡ μέν ἐντολή, «οὕτως, φησίν, ὡς ἑαυτόν.». Ἤγε μήν εὐαγγελική φωνή ἐν τούτῳ τήν τελείαν ἀγάπην ὁρίζεται, ἐν τῷ «τήν ψυχήν αὐτοῦ θεῖναι ὑπέρ τῶν φίλων αὐτοῦ». Τί οὖν πρός τόν Γραμματέα ὁ Κύριος; Τοῦτο ποίει, καί ζήσῃ· διά τῆς παρατατικῆς σημασίας τήν ἀδιόριστον ἔκτασιν τῆς εἰς Θεόν, καί τόν πλησίον ἀγάπης δηλῶν. Ὁ μέν οὖν ἐξ ἀμβλυτέρας διανοίας ἐκεῖνον εἶναι πλησίον  ᾤετο τόν διά τῶν αὐτῶν ἐπιτηδευμάτων αὐτῷ πλησιάζοντα. Κἀντεῦθεν βουλόμενος ἑαυτόν δικαιοῦν, «Τίς ἐστί μου πλησίον;» φιλοπευστεῖ, τάχα κομπολογῶν, Τίς οὕτω νομοφύλαξ ὅδε, καί τῶν ἐντολῶν τηρητής ὡς ἐγώ, ἵνα πλησίον μου γένηται ; Ὁ δέ Κύριος ἀφείς ἐλέγχειν αὐτόν φανερῶς, ὡς ἀγνῶτα τοῦ νόμου, εὐφυῶς ὑποπλήττει καί κατονειδίζει πλαγίως, καί δείκνυσι διά τῆς παραβολῆς, ὡς ἐκεῖνός ἐστι πλησίον ὁ τοῦ ἐλέους δεόμενος, μονοχουχί λέγων. Σύ μέν ὑψηλήν ὀφρύν ἀνασπῶν ἐφ΄ οἷς δοκεῖς τόν νόμον τηρεῖν μόνον ἡ γῆ πλησίον τόν δι’ ἀρετῆς ἀγχοῦ σοι γενόμενον. Ἐγώ δέ Θεός ὤν ἀληθής τόσον οὕτω μακρυθέντα δι’ ἁμαρτίας τόν ἄνθρωπον, ἐπειδή ἐλέους εἶδον ἐπιδεόμενον, πλησίον ἐγενόμην, καί τόν τραυματίαν διέσωσα. Ἀλλ’ οὗτος μέν ὁ νοῦς δι’ ὧν τήν παραβολήν συντεθεικέναι δοκεῖ. Πλήν καί αὐτῶν τῶν ῥημάτων ἀκούσωμεν. «Ἄνθρωπος τίς κατέβαινεν ἀπό Ἰερουσαλήμ εἰς Ἱεριχώ, καί λῃσταῖς περιέπεσεν, οἵ καί ἐκδύσαντες αὐτόν, καί πληγάς ἐπιθέντες ἀπῆλθον ἐάσαντες αὐτόν ἡμιθανῆ τυγχάνοντα». Ἄθρει πῶς ἐναργῶς ὁ λόγος ὑπεζωγράφησε τήν πτῶσιν, ἥν δή πεπόνθαμεν ἀπό τῆς ἄνω Ἱερουσαλήμ εἰς τήν χθαμαλήν καί κοίλην γῆν ὀλισθήσαντες . Ἱεριχώ γάρ χθαμαλή, καί κατάβασις ἑρμηνεύεται, εἰς ἥν καταβάς τοῦ ἡμετέρου γένους ὁ ἀρχηγός, καί τήν στολήν τῆς ἀφθαρσίας διά παρακοῆς ἐκδυθείς, καί πολλάς δεξάμενος τάς ἐκ δαιμόνων πληγάς, στιγματίας ὅλος ἐγένετο. Βούλει μαθεῖν τάς  ἐπενεχθείσας ἡμῖν πληγάς μετά τήν παράβασιν; ἐννόησον τό οὐτιδανόν τῆς φύσεως ᾗ συγκεκλήρωται, ὅθεν τε ἄρχεται, καί εἰς ὅ τι φέρεται τέλος, τό τῆς ζωῆς βραχύ καί ὠκύμορον, τόν συνεζευγμένον τῇ σαρκί ῥύπον, τό τῆς φύσεως πενιχρόν, τάς λύπας, τά πάθη, τάς συμφοράς, τάς πολυτρόπους τῶν νοσημάτων ἰδέας, τάς μυρίας τῶν παθημάτων κῆρας, τάς ἐκ τοῦ θυμοῦ καί τῆς ἐπιθυμίας πηγαζούσας κακίας, τήν ὀργήν, τόν φθόνον, τό μῖσος, τό καθ’ ὑπερηφανίαν πάθος, τόν ἀκόλαστον λογισμόν, τήν τῆς πλεονεξίας τυραννίδα. Ἐν τούτοις τοῖς τραύμασι γεγονώς ὁ δείλαιος ἄνθρωπος, ἡμιθανής καταλείλειπται. Πάνυ δέ προσφυές τό ῥῆμα τῷ πράγματι· ἐπειδή γάρ τό μέν βαρύ τοῦτο καί βρῖθον ἐφόλκιον τόν σάρκινον θύλακον, ὅν δερμάτινον χιτῶνα μετά τήν πτῶσιν ἐνεδυσάμεθα, τοῦτον πάλιν διά θανάτου ἀποτιθέμεθα, καί τόν μέν φθείρεται, ὁλκῇ τινι φυσικῇ ἑκάστου στοιχείου παλινδρομοῦντος εἰς τό ἴδιον, ἡ δέ ψυχή τηρεῖται ἀθάνατος, (πῶς γάρ ἄν καί διαλυθείῃ τό ἁπλοῦν καί ἀμερές, καί ἀσύνθετον;) ὡς ἐξ ἡμισείας ἀποθνήσκων ὁ ἄνθρωπος ἡμιθανῆ καταλελεῖφθαι λέγεται.

«Κατά συγκυρίαν ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καί ἰδών αὐτόν ἀντιπαρῆλθεν· ὁμοίως καί Λευΐτης γενόμενος κατά τόν τόπον, καί ἰδών αὐτόν, ἀντιπαρῆλθεν.» Ὁ μέν οὖν τοῖς λωποδύταις περιπεσών, οὕτω διατεθείς ἕκειτο τραυματίας ἐν τῇ ὁδῷ, καθ’ ἥν συνέβη, φησίν, ἱερέα διέρχεσθαι, ὅς ἀκηδέστως τόν κεκακωμένον παραδραμών ἀντιπαρῆλθε. Ἀλλά καί Λευΐτης ἐν τῷ τόπῳ, γενόμενος τήν ἴσην ἀναλγησίαν τῷ ἱερεῖ περί τόν πονήρως ἔχοντα ἐνεδείξατο. Νοεῖς δέ, οἷμαι, διά μέν τῆς ὁδοῦ τήν παροδικήν ταύτην ζωήν· διά δέ τοῦ ἱερέως τόν νόμον, τόν τήν ἱεροσύνην κοσμήσαντα· διά δέ τοῦ Λευΐτου τῶν προφητῶν τήν ὁμήγυριν, οἱ μικρά, ἤ οὐδέν τήν φύσιν τῶν ἀνθρώπων ὀνήσαντες ᾤχοντο. Σκόπει δέ καί τοῦ ῥήματος τήν ἀκρίβειαν· οὐ γάρ εἶπεν· Εἰδών αὐτόν παρῆλθεν, ἀλλ’, «Ἀντιπαρῆλθε». Τί διά τοῦτο δηλῶν; Ὡς ἐπειδή παρῆλθε τόν νόμον ὁ ἄνθρωπος μή τηρήσας αὐτόν ὑγιῶς, ἀντιπαρῆλθεν ὁ νόμος αὐτόν, καταλιπών ἀβοήθητον. Καί τοῦτό ἐστιν ὅ φησιν ὁ Θεός διά Ὠσηέ «Ἐπελάθου νόμου Θεοῦ σου, ἐπιλαθοῦμαί σου κἀγώ».

«Σαμαρίτης δέ τις ὁδεύων ἦλθε κατ’ αὐτόν, καί ἰδών αὐτόν ἐσπλαγχνίθη». Ἔρχεται οὖν ὁ Δεσπότης τοῦ πάσχοντος, ᾤκτειρε τήν φύσιν, ἧς ὑπῆρχε πατήρ, συνήλγησεν οἷς οἶδε τρόποις ἀλγεῖν οὐκ ἔχουσα πάθος ἡ πανάγαθος φύσις, καί γίνεται, ὅπερ ὁ πάσχων, χωρίς τῆς ἁμαρτίας πληγῶν, καί καλεῖται Σαμαρείτης, ἤγουν φυλάξας ἑκατέρας φύσεως τά γνωρίσματα· μείνας ὅπερ ἦν, καί γενόμενος ὅπερ οὐκ ἦν.

«Καί προσελθών κατέδησε τά τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καί οἶνον.» Δεσμεῖ τῆς ἀσεβείας τήν πληγήν, ἐπιθείς τόν τῆς εὐσεβείας δεσμόν. Καθαίρει τῆς ἀκολασίας τό ἕλκος, τόν στυπτικόν τῆς σωφροσύνης ἐπιστάξας οἶνον. Ἀποσμήχει τῆς πλεονεξίας τήν ὄρεξιν, τῆς ἐλεημοσύνης ἐκχέας τό ἔλαιον. Οὕτω διά τῶν ἐντολῶν συσφίγγει τά τραύματα, καί διά τῆς διδασκαλίας ἐπιστύφει τήν πονηρίαν, καί λειαίνει τόν μικρόψυχον τῇ τῶν μελλόντων ἐλπίδι· στυπτικός μέν γάρ ὁ οἶνος, ἰλαρόν δέ τό ἔλαιον· καί τῆς διδασκαλίας ὅσον μέν ἐλεγκτικόν καί ἐπιτιμητικόν τῷ οἶνῳ ἀναλογεῖ· ὅσον δέ παρακλητικόν, τῷ ἐλαίῳ ὡμοίωται·  ἤ τάχα ἐπειδή αἱ πρός κακίαν ὁρμαί, ὡς ἐκ δύο τινῶν πηγῶν θυμοῦ καί ἐπιθυμίας, διάττουσι, τό μέν τοῦ θυμοῦ φλεγμαῖνον μαλάσσει τῇ τοῦ ἐλαίου λειότητι, τό δέ τῆς ἐπιθυμίας ἐκλελύμενον ὑποστύφει τῇ τοῦ οἴνου αὐστηρότητι.

Ἐπιβιβάσας δέ αὐτόν ἐπί τό ἴδιον κτῆνος, ἤγαγεν αὐτόν εἰς πανδοχεῖον.» Τήν ἑαυτοῦ σάρκα ἴδιον κτῆνος ὠνόμασε·  πᾶσαν γάρ τήν φύσιν ἀνέλαβε διά τοῦ προσλήμματος, καί αὐτός τάς ἁμαρτίας ἡμῶν ἐβάσταζε, προφητικῶς εἰπεῖν, «καί τάς νόσους ἰάσατο,» Καί ἀπό τῆς πλατείας καί εὐρυχώρου μεταστήσας ὁδοῦ, εἰς τό πανδοχεῖον ἤγαγε τήν Ἐκκλησίαν φημί, καί διά πάσης τῆς ὑπέρ ἡμῶν οἰκονομίας τήν εἰς τόν οὐρανοόν ἐπιμέλειαν ἐνδειξάμενος.

«Ἐπί τήν αὔριον, φησίν, ἐξελθών δίδωσι τῷ πανδοχεῖ δύο δηνάρια, καί εἶπεν αὐτῷ·  Ἐπιμελήθητι αὐτοῦ, καί ὅτι ἄν προσδαπανήσῃς ἐγώ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.»Τίς οὖν ἡ ἐπαύριον ; Ὁ καιρός, ὅς μετά χάριν ἀνέτειλεν, ἄλλην ἡμέραν ποιοῦσα, τό φῶς τῆς γνώσεως ἔχουσαν. Ἡ ἐπαύριον, ἤγουν μετά τήν ἐκ νεκρῶν αὐτοῦ ἀναβίωσιν·  ἀφ’ οὗ καθάπερ ἥλιος, δύνας ἐν τῷ τάφῳ, ὡς ἐξ ἀνατολῆς αὖθις ἐξέθορε. «Ἐξελθών» τοίνυν «ἐπί τήν αὔριον.» Πόθεν ἐξελθών; Ἀπό τῆς τοῦ θανάτου φθορᾶς·  δέδωκε τοῖς μαθηταῖς, καί πᾶσι τοῖς κήρυξι τοῦ μυστηρίου, τά δύο διαθήκας, ὡς δύο δηνάρια, μίαν ἐχούσας τήν τῆς Τριάδος ἐπιγραφήν, ὥσπερ ἀμέλει καί τά δηνάρια μίαν ἔφερε τήν εἰκόνα. Κἄν ἐτύγχανε τήν πάροδον τῶν νομικῶν ἐντολῶν, καθ’ ἥν ἡ τοῦ Εὐαγγελίου τήν δύο τῷ ἀριθμῷ. Λέγει οὖν τοῖς διδασκάλοις ἐπιμελεῖσθαι τοῦ ποιμνίου μάλα νηφόντως, καί εἴτ’ ἄν προσδαπανήσειεν οἴκοθεν ἀνακαλύπτοντες τῆς Γραφῆς τά αἰνίγματα, καί τά τῆς διδασκαλίας ἐπαύξοντες, ἐν τῷ ἐπανελθεῖν αὐτόν κατά τόν αἰῶνα τόν μέλλοντα, ἕκαστος τόν τόν ἴδιον μισθόν λήψεται. Μακάριος μέν οὖν ὁ διδάσκαλος, ὅς ἐπαυξήσει τά τῆς διδασκαλίας δηνάρια, οἴκοθεν προσδαπανήσας λόγον ὀρθόν, καί βίον τῷ λόγῳ ἀκόλουθον. Ἄθλιοι δέ οἱ κατ’ ἐμέ πάντες καί δείλαιοι ἐνηχοῦντες εἰς ἀέρα διά κενῆς ὡς χαλκός ἠχῶν, ἤ περικτυποῦν τύμπανον ἐξ ἡμισείας τό καλόν κατορθοῦντες, καί μένοντες ἐλλειπεῖς τοῦ βελτίονος. Ἡ μέν οὖν παραβολή τήν τῶν ἀνθρώπων ἔκπτωσιν καί τό εἰς ἡμᾶς τοῦ Θεοῦ ἔλεος ἐπεδείξατο. Ὑπογράφει δέ τάχα κἀμέ καί τούς ἴσως ἐμοί τῆς σφῶν σωτηρίας ὀλιγωρήσαντας. Ἐγώ γάρ εἰμι ὁ καθάπερ ἐξ Ἱερουσαλήμ τῆς τῶν ἀρετῶν πόλεως ἐξοστρακισθείς καί πρός τήν τῆς ἁμαρτίας Ἱεριχώ αὐτομόλως ὑποσυρείς, καί ἐν τῇ λεωφόρῳ τῆς ζωῆς, ὡς λωποδύταις ὑποπεσών τοῖς ἐμαυτοῦ πονηροῖς λογισμοῖς, ὑφ’ ὧν γυμνωσθείς, οἴμοι, τῆς εὐσχημόνος βιωτῆς πράξεων ἐναρέτων ὡράθην γυμνός, πολλάς ἁμαρτιῶν ἐπιφερόμενος σμώδιγγας. Ἡμιθανής δέ γέγονα καί ἡμίτονος, μόνην τήν ἐλπίδα ζῶσαν περιφερόμενος. Ἱερεύς δέ καί Λευΐτης ἀντιπαρῆλθέ με· καί ὁ φυσικός γάρ νόμος, καί ὁ γραπτός ἐξ ἐμῆς ἀπειθείας ἀσυντελεῖς ἐγεγόνεισαν. Ἀλλά πάρεσο, Σῶτερ αὐτός, τήν καλήν συζυγίαν, τό ἔλαιον καί τόν οἶνον συμπαθῶς ἐπιστάζων μοι, μακροθύμως ἐλέγχων, καί μετ’ ἐλέους παιδεύων με, μαστίσων τοῖς πειρασμοῖς διά τήν ἀπείθειαν, ἐλεῶν τῇ μακροθυμίᾳ διά τήν ἀσθένειαν, εἰσάγαγέ με εἰς τό τῶν ἀρετῶν πανδοχεῖον. Ἔντειλον τῷ φυλλάττοντί με ἁγίῳ ἀγγέλῳ ἐπιμεληθῆναι τῆς σωτηρίας μου, καί Ὡς δύο δηνάρια χορηγῆσαί μοι τήν εἰς σέ καί τόν πλησίον ἀγάπην. Σύ γάρ ὁ τάς ἀσθενείας ἡμῶν θεραπεύσας, καί τά τραύματα τοῖς σοῖς τραύμασιν ἰασάμενος, ὁ σύν Πατρί καί Πνεύματι δοξαζόμενος, ᾧ πρέπει πᾶσα τιμή εἰς τούς αἰῶνας. Ἀμήν.