Ἰωάννου Δαμασκηνοῦ

 

Λόγος ΙΑ΄

«Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ ἐγκώμιον εἰς τόν Ἅγιον Ἰωάννην Χρυσόστομον»

 

(Migne, Patrologia Graeca, t. 96, 761D-781Β)

 

αʹ. Ἔδει μὲν, ὦ Ἰωάννη πάγχρυσε, τοὺς τῶν σῶν  ἐγκωμίων πειρωμένους ἐφάπτεσθαι, γλώσσης χρυσέης εὐμοιρηκότας, λόγον προφέρειν χρυσόῤῥοον. Ἐπὶ δὲ τούτοις τὴν σὴν ἔδει παρεῖναι φωνήν· μόνη γὰρ ἂν ἑαυτῆς ἀξίως τῆς εὐφημίας καταστοχάσαιτο, καὶ ταῦτά γε νῦν. Σοὶ γὰρ τῷ ἐπὶ γῆς πρὸ ἐκδημίας συμβιοτεύσαντι, λήθη τῶν κατορθουμένων ἐν πρωτολογίαις ἑαυτῆς ὑπῆρχε κατήγορος. Ἀποκρύπτεται γάρ πως τοῖς σοφοῖς τὰ σφῶν κατορθωμάτων, ὡς ἂν μὴ παραῤῥυῇ τὸ εἶναι τῷ οἴεσθαι· ἀλλ' ἐπεὶ πατράσι φίλα καὶ τὰ τῶν παίδων ψελλίσματα, καὶ δύο λεπτὰ Θεῷ τῶν κατορθωμάτων τῶν ἁβρῶν προσφιλέστερα· οὐ δυνάμει γὰρ, προαιρέσει δὲ μᾶλλον κρίνειν ταῦτα πέφυκε· πρὸς δὲ καὶ φιλοθέου ἀνδρὸς προτροπὴν οὐκ ἀπωστέον· αἰδοῖος γὰρ οὗτος καὶ χάριτας ὅτι πλείστας πρὸς ἡμῶν ὀφειλόμενος· τῶν

μὲν λόγων ἐφάπτομαι· ἀλλ' οὐκ ἀνέδην, οὐδὲ συστολῆς ἄτερ, ἀλλὰ τῷ δέει μὲν συστελλόμενος, καί σοι τῶν σῶν θείων τε καὶ ἱερῶν διδαγμάτων προφέρω τὰ ἀκροθίνια. Ἔσται γάρ μοι τοιαύτην ὑπόθεσιν ἀνελίττοντι, ἐγγὺς μὲν ἀξίας ἐληλυθότι, οὐχ ὁ τυχὼν ἔπαινος, ἀπολειφθέντι δὲ ταύτης, ὃ μὴ παθεῖν ἄριστον, ἀλλ' ἀμήχανον, συγγνώμη ἥττῃ δικαίᾳ καθυποκύψαντι, καί μοι δίδου τὴν πυρίπνοον χάριν τοῦ Πνεύματος. Χριστοῦ γὰρ καὶ αὐτὸς ἐχρημάτισας στόμα, ἐξάγων ἐξ ἀναξίου ἄξιον οὐχ ἕνα που ἢ δύο· τοῦτο γὰρ ἄν τις τυχὸν καὶ τῶν πολλῶν δράσειεν· ἀλλ' οἴκους ὅλους, καὶ δήμους, καὶ ἄστεα.

 βʹ. Ἀρξάμενος γὰρ ἐξ ἑαυτοῦ, καὶ σαυτὸν ὄντως Ἱερουσαλὴμ κατασκευάσας πόλιν Θεοῦ ζῶντος εἰς κατοικητήριον θείου Πνεύματος, πανταχόσε γῆς, Ἑώας τε καὶ Ἑσπερίου λήξεως, Ἄρκτου τε καὶ Μεσημβρίας ἐπῆλθες τῷ λόγῳ τὰ πέρατα, ὡς καὶ ἐπὶ σοὶ εὐστοχώτατα λεχθῆναι τοῦ θεσπεσίου Δαβὶδ τὸ θεῖον προαναφώνημα· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Φοιτητὴς γὰρ γέγονας τῆς ὄντως αὐτοσοφίας τοῦ Χριστοῦ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐνυποστάτου δυνάμεως, καὶ τοῦτον ἰχνηλατήσας ὅσῃ δύναμις, καὶ μιμητὴς Θεοῦ γενόμενος ὡς ἀνθρώπῳ δυνατόν. Σὺ πέρατα γὰρ τὰ τῆς φύσεως Γάδειρα πάσης ἀρετῆς ἰδέαν ἐπὶ τῷ βαθυτάτῳ θεμελίῳ τῆς ταπεινώσεως ᾠκοδόμησας, δι' ἧς μόνης καὶ Θεὸς σώζειν εὐδόκησε, καὶ ἄνθρωπος σώζεται. Οὐδὲν γὰρ ταύτης ἀσφαλέστερον ἔρεισμα. Ἡ δὲ ταπείνωσις ὡς ἐκ πίστεως παντί που δῆλον. Πῶς γὰρ ἄν τις καθυποβαίη τῷ κρείττονι, μὴ πιστεύσας ὅτι κρείττων καὶ ὕψιστος;

 γʹ. Λόγων δὲ πλήρης ὡς Λόγου θεραπευτὴς ἐγεγόνεις, δι' ὧν τὸν θεῖον Λόγον, καὶ ἐνυπόστατον τοῦ Θεοῦ καὶ Πατρὸς, διὰ Πνεύματος τῷ Πατρὶ ἐκήρυξας ὁμοούσιον, μονάδα σαφῶς εἰδέναι ἐν Τριά· προσκυνουμένην, καὶ Τριάδα εἰς μονάδα ἀνακεφα-

λαιουμένην, παράδοξόν τινα φέρουσαν τὴν ἕνωσίν τε   καὶ διαίρεσιν. Οὔτε τὸ ἑνιαῖον συγκεχυμένον, οὔτε τὸ τρισσὸν δι' ἄμπαξ διαιρούμενον· ἐν θατέρῳ δὲ συντηρούμενον θάτερον, ἐν τῇ ἑνώσει μὲν τῆς οὐσίας τῶν ὑποστάσεων τὸ ἑνιαῖόν τε καὶ τῆς φύσεως ἀπαράλλακτον. Ταῦτα πᾶσαν τὴν οἰκουμένην ἐδίδαξας, μίαν θεότητα τρισυπόστατον ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ὁλικῶς ἡμῖν κοινωνήσασαν· ἡ δέ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, ὁ ἀπαθὴς παθητῇ φύσει ἑνούμενος, καὶ ταῦτα οἱονεὶ ὑφιστάμενος, καὶ τοῦ εἶναι ἀρχόμενος, σαρκούμενός τε καὶ παχυνόμενος, καὶ ὁ ἁπλοῦς τῇ φύσει φύσεως προσλήψει συντιθέμενος, καὶ διφυὴς ἀληθῶς γνωριζόμενος, ὡς δύο φύσειςφέρων μετὰ τὴν ἕνωσιν, ἐξ ὧν ἕν ἐστιν ἅπερ κηρύττεται· τελείως ἔχουσαν ἑκάστην κατὰ τὸν ὅρον τε καὶ λόγον τὸν ἑαυτῆς, τὴν μὲν ἄναρχόν τε καὶ ἄ-κτιστον, τὴν δὲ ἠργμένην τε καὶ ἐκτισμένην τὴν μὲν ἀπαθῆ, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, τὴν δὲ πα-θητήν τε καὶ ὁρωμένην, καὶ ἁπτὴν, καὶ περιγραπτήν· θελητικὴν ἑκατέραν, καὶ αὐτεξούσιον, καὶ ἐνεργητικὴν, αὐτὸς τοῦτο κἀκεῖνο τελῶν, ὁ εἷς Χριστὸς, καὶ Υἱὸς, καὶ Κύριος· τῆς μὲν ὀργανικῶς λειτουργησάσης,τῆς δὲ δεσποτικῶς ἐνεργησάσης· ἑκατέρας τὴν οἰκείαν ἐνέργειάν τε καὶ αὐτεξούσιον κίνησιν ἐχούσης· αὐτοῦ δὲ τοῦ ἑνὸς τοῦτο κἀκεῖνο τελοῦντος, δι' ἀμφοῖν τὴν ἡμῶν κατεργασαμένου σωτήριον ἀνακαίνισιν, ἐφ' ᾧ συμπαθῶς ἑαυτὸν κεκένωκε.  

δʹ. Ταῦτα μαθὼν ἐδίδαξας, καὶ τούτοις ἐποικοδομεῖν τὴν τῶν ἀρίστων ἔργων χρυσαυγῆ τε καὶ ἀργυροφεγγῆ εὐπρέπειαν· ὡς ἂν μὴ τῷ κριτικῷ πυρὶ πλησιάσαντες φρυγανώδεις ὄντες ἀναλωθείημεν· πλέον δὲ καὶ πλέον καθαρθείημεν, δαπανώμενοι μὲν ὅσον κίβδηλον, καὶ καθαροὶ καθαρῷ τῷ πυροῦντι καὶ θεοῦντι συναιωνίζοντες. Τίς μοι δοίη γλῶσσαν ἀξίαν τῆς εὐφημίας; Τίς με θείη ἀνὰ ἡμέραν τὴν ἔμπροσθεν, ὅτε ηὔγει πῦρ θεῖον γλωσσοειδῶς τυπούμενον, ἐφ' ἑκάτερόν τε τῶν ἀποστόλων ἑνοειδῶς καὶ πολυμερῶς ἀναπαυόμενον, ὡς ἂν τὸ ἑνιαῖον δόγμα τῆς πίστεως ἐν πολυσχεδέσι γλώσσαις καταγγελθείη συν-άγον εἰς ἓν τὰ διεστῶτα, καταλυθείσης τῆς πολυσχιδοῦς πλάνης, πρὸς ἣν κακῶς ὡμονόησαν οἱ πάλαι πυργοποιήσαντες, καὶ μισθὸν ἔλαβον τῆς ἀσεβείας τὴν συγχυτικὴν τῆς γλώσσης, καὶ δι' αὐτῆς τῆς γνώμης διαίρεσιν; Τίς μοι ταύτης μεταδοίη τῆς γλώσσης τοῦ Πνεύματος, ὡς ἂν τὰ τοῦδε τοῦ πνευματοφόρου ἀνδρὸς τὰ ὑπὲρ φύσιν ἐξαγγείλω πλεονεκτήματα; Ὠκεανὸς ἐνταῦθα παρήτω λόγων, νοημάτων τε ἄβυσσος, ἀλλ' οὐχ ὑπείκει λόγοις ἡ χάρις τοῦ Πνεύματος. Ὁ γὰρ ἄνευ τοῦ Πνεύματος βουλόμενος λέγειν τὰ τοῦ Πνεύματος, φωτὸς ἄνευ βλέπειν προ-αιρεῖται, καὶ σκότον ἔχει ποδηγὸν τῆς ὁράσεως. Διὸ πάλιν πρὸς αὐτὸν ἐπάνειμι τὸν νῦν εὐφημούμενον, ἐξ αὐτοῦ ὡς θείου λαμπτῆρος τὸν λύχνον ἀνάπτων τῆς γνώσεως, ὡς ἂν αὐτὸς εἴη τῆς εὐφημίας ὑπόθε-σις, καὶ τῶν ἐπαίνων χορηγός.  

εʹ. Τίς μὲν οὕτω πολὺς ἐν λόγῳ καὶ μέγας ἐν φρονήσει, ὧν ἡ σύγκρισις ἀσύγκριτος, ὡς ἄδηλον εἶναι ποτέρῳ μᾶλλον οὗτος θαυμασιώτερος; Τίς οὕτω τύπος ἀρετῆς ἦν καὶ ὁρώμενος, ὡς μὴ δεῖσθαι λόγου πρὸς παίδευσιν; Τίς λόγων νιφάδας ἐξέχεε τοῖς ἔργοις ἐφεπομένας, ἐκ τούτων τε λαμβανούσας τὴν δύναμιν, ὡς καὶ ἐπὶ τούτου λέγειν, ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν, ὃ περὶ Ἰησοῦ τοῦ Θεοῦ μου Λουκᾶς φησιν ὁ θεσπέσιος, ἐξ οὗ τὸ εἶναι, καὶ τὸ εὖ εἶναι κεκλήρωται; Τίς πρᾶξιν ἐπῆλθε καὶ θεωρίαν, σαρκός τε ἡδονὰς πατήσας, ὡς ἄσαρκος, καὶ μετὰ Θεοῦ τὰ θεῖα σκεψάμενος; Τίς πίστει ὡς ψυχῇ τὰ ἔργα οἷα μέλη σώματος εὐτάκτως περιέθηκε καὶ ὑπέταξε, καὶ ἔργα πίστει ἐψύχωσε καὶ ἐζώωσεν, ὧν θάτερον θατέρου δίχα, ἄχρηστον καὶ ἀνόνητον, εἰ καὶ τῇ πίστει, οὐκ ἀπὸ σκοποῦ δοίη τις τὸ προτέρημα; Τίς οὕτω γαστριμαργίαν ἐξέωσε, δουλώσας τὴν δέσποιναν, καὶ φιμώσας μαιμάσσουσαν εὐσεβεῖ λογισμῷ, αὐτοκρατὴς, οὐ θεραπευτὴς ταύτης γενόμενος;

 ϛʹ. Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας τὸ περιὸν, ὡς λανθάνειν, εἴτε καὶ ὅ τι, καὶ ὅσον προσεφέρετο βρώσεώς τε καὶ πόσεως. Ἡ μὲν γὰρ φύσις ἐπίκηρος, καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον, καὶ ὥσπερ πνεύματος ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμηχάνων, καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι τὴν ἔνδειαν. Τρία γὰρ τὰ κενούμενα, ξηρὸν, καὶ ὑγρὸν καὶ πνεῦμα· ὧν ἑκάστου ἡ κατάλληλοςἀναπλήρωσις συνιστᾷν τόδε τὸ σῶμα φυσικῶς πρὸς τοῦ κτίσαντος ὥρισται. Ἄλλ' ἡ χάρις τοῦ Πνεύματος οὐχ ὑπείκει φύσεως ὅροις. Οὐ γὰρ ἐν ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τίς οὕτω καθαρὸς καὶ ψυχὴν καὶ διάνοιαν πρὸς τῷ σώματι, ὡς μαρτυρεῖσθαι αὐτῷ καὶ τὸ πρὸς μίξεις ἠλίθιον; Ἀλλ' οὐκ ἠλίθιον ὄντως· οὐ γὰρ ἄλογον, οὐδὲ φύσεως τὸ ἀῤῥώστημα, λόγου δὲ ἐπικράτεια ἡνιοχοῦντος τὸ ἄλογον, καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Θεὸν ἀνατείνον-τος, ἐφ' ᾧ καὶ δεδημιούργητο, ἀποστρεφομένου μὲν τὸ λεῖον τῆς ἡδονῆς ὡς πυρὸς ὑπέκκαυμα, προαιρουμένου δὲ τὸ τραχὺ τῆς ἀρετῆς φέρον πρὸς ῥᾳστώνην ἀΐδιον. Οὕτως ἑαυτὸν συνεθίζων, ἐκ μικροῦ προβαί-νων, ὡσημέραι ἀεὶ ἐγίνετο ἑαυτοῦ ἐγκρατέστερος, ἕως τὸ πάθος ἐκοίμησε τέλεον, ἀσκητικῇ τέχνῃ τιθασσεύσας καὶ δράσας ὑφήνιον, εἰς ἕξιν τοῦ ἔθους τῷ χρόνῳ καὶ προβάδην εἰς φύσιν ἐλάσαντος. Πόνος γὰρ θείας ἐπικουρίας τυχὼν, ἀπάθειαν χαρίζεσθαι πέφυκε.

 ζʹ. Τίς φιλαργυρίαν τῶν κτημάτων προαπεκτήσατο, μεθ' ἧς καὶ τὰ κτήματα, οὕτω ποθήσας τὸ μὴ ἔχειν, ὡς ἕτερος τὸ ἔχειν; Τῶν παθῶν τὸ ἔρεισμα, τῆς ἐλπίδος τὸ στέρημα, τῆς πίστεως τὸ ἀντίπαλον.Διὸ καὶ Παῦλος ἡ θεόφθογγος λύρα τοῦ Πνεύματος, τῶν ἀποστολικῶν γλωσσῶν τὸ πολύηχον στόμα, δευτέραν εἰδωλολατρίαν ταύτην καιρίως κατονομάζει. Ἀφεὶς γάρ τις τῆς θείας προνοίας ἀφάψαι τῆς ἐλπίδος τὴν ἄγκυραν, τῶν χρημάτων τῇ συλλογῇ ἐπερείδεται. Ταῦτα τιθεὶς πρὸ τοῦ κρείττονος, ὡς ἀθάνατα βιωσόμενος, καὶ ὡς θάλασσα οὐκ ἐμπιπλώμενος, κἂν ὅ τι πλεῖστοι χρυσοῦ ποταμοὶ εἰσρέωσί τε καὶ μέγιστοι, οὐχ εἵλετο τούτους ὁ νῦν εὐφημούμενος, ἀλλ' ἀπωσάμενος ἅπαντα, αὐχεῖν πατρίδα εὐκλεᾶ καὶ περίοπτον· τὴν Ἀντιόχου λέγω, καὶ τῆς ἑώας δεδεγμένην τοὺς οἴακας· γένος καὶ αἷμα περίβλεπτον, χρυσὸν, ἄργυρον, λίθους πολυτελεῖς, ἐσθῆτος ὅσον μαλακὸν καὶ περίδοξον ἄλλοις παραχωρήσας, πρὸς δὲ καὶ λόγου κλέος καὶ δυναστείαν.

 ηʹ. Φοιτᾷ πρὸς Μελέτιον τῆς Ἀντιοχέων Ἐκκλησίας τὸν πρόεδρον, ἄνδρα πλείστοις θείοις κομῶντα χαρίσμασι, βίῳ καὶ λόγῳ παντὶ περιηχούμενον· ὃς τοῦτον δεξάμενος ἔτος που ὀκτὼ καὶ δέκατον ἄγοντα, ἐραστής τε τοῦ κάλλους τῆς αὐτοῦ καρδίας γενόμενος, ὡς προβλεπτικῷ ὄμματι τὴν τοῦ νέου θεώμενος ἔκβασιν, τοῖς τε τῆς εὐσεβείας στοιχειώσας δόγμασιν, ἦθός τε καὶ τρόπον ἱκανῶς ἀποσεμνύνας, καὶ προγράψας τὸ κάλλος τῆς ἀληθείας, οὕτω διὰ λουτροῦ παλιγγενεσίας μορφοῖ ἐν αὐτῷ Χριστὸν, τὸν ὡραῖον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς κάλλει ἐκλάμ-ποντα τῆς θεότητος. Ἐτῶν ἦν ὡς τριάκοντα καὶ οὕτως ἅμα ἐν τῇ τελειότητι τῆς τε σωματικῆς καὶ πνευματικῆς ἡλικίας γενόμενος, καὶ τῶν θείων λόγων ἀναγνώστης προαχθεὶς ὁμοῦ καὶ διδάσκαλος, ῥύμῃ θείου ἔρωτος πρὸς τὴν ἔρημον μετανίσταται, σφριγῶσαν τὴν σάρκα καὶ φλοιδοῦσαν τοῖς πάθεσι καταμαράναι βουλόμενος, ὡς ἂν μὴ τὸ κρεῖττον δουλωθείη τῷ χείρονι. Ἄμφω γὰρ κατ' ἀλλήλων ἐπιθυμεῖ, καὶ ἡ φθορὰ τοῦ σκηνώματος εἰκότως τῇ ψυχῇ τὴν ἐπικράτειαν δίδωσι· καὶ τοῖς πέλας προσομιλήσας ὄρεσιν, ὁδηγεῖται πρός τινα πρεσβύτην, Σύρον μὲν τὴν διάλεκτον, τὴν δὲ γνῶσιν οὐκ ἰδιώτην, ἄκραν φιλοσοφοῦντα ἐγκράτειαν, καὶ τούτου τὴν σκληραγωγίαν τέτρασιν ἀποσμηξάμενος ἔτεσιν, καὶ πάσης ἡδυπαθείας ῥᾷον περιγενόμενος, λόγον ἔχων τῷ πόνῳ συναμιλλώμενον, τῆς ἀδηλίας γλιχόμενος, ἐσχατιᾶς τινος ἐγένετο πάροικος, ἄντρον αὐχῶν καταγώγιον ὡς ἀρετῆς παλαίστραν καὶ κονιστήριον. Ἔνθα πόσους μὲν ἄθλους ὑποστὰς κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τὴν τοῦ Πνεύματος παράκλησιν ἀντελάμβανε; πόσας δὲ ἀναβάσεις ἐν τῇ καρδίᾳ θέμενος τῷ Πνεύματι κατειργάζετο; ἐκ δυνάμεως προβαίνων εἰς δύναμιν, καὶ δι' ἀμφοῖν πράξεώς τε καὶ θεωρίας, ἅπαν Αἰγύπτιον νόημα τῆς ψυχῆς ἐξορίζων καὶ σώματος.

 θʹ. Μωϋσῆς τις ἄλλος τῷ βίῳ δεδωρημένος, τὴν Αἰγύπτου καταλελοίπει τὸν τῇδε βίον, καὶ τὰ τοῦ βίου, καὶ τρόπον τινὰ ἔξω τοῦ βίου γενόμενος, εἶδε Θεὸν ὡς ἐν βάτῳ τῷ τραχεῖ τοῦ βίου ἐκλάμποντα· καὶ ὥσπερ ἐξ ἀκάνθης τὸ ῥόδον, οὕτως ἐκ πόνων ἀρετῆς φυτὸν εὐῶδες εἰς ὀσμὴν τοῦ Θεοῦ φύεσθαι πέφυκεν. Οὕτω λυθεὶς τῶν χαμαιζήλων ἐννοιῶν, καὶ ἀφεὶς δίκην πεδίλων τὰ γήϊνα ἐν τόπῳ Θεοῦ, τῷ   ἰδίῳ νῷ γίνεται, καὶ ὁρᾷ Θεὸν ὡς ἰδεῖν δυνατὸν, καὶ πάλιν εἰς Αἴγυπτον παραγίνεται, πλήθη πολλά τε καὶ ἄπειρα ἐξ Αἰγύπτου, καὶ τῆς πικρᾶς τυραννίδος Φαραὼ τοῦ κοσμοκράτορος, καὶ πρὸς τὴν ἄνω γῆν τῆς ἐπαγγελίας μεταστησόμενός τε, καὶ μεταστήσων διὰ θαλάττης Ἐρυθρᾶς τοῦ θείου ὕδατός τε καὶ αἵματος, ἐν ἐρήμῳ τῶν παθῶν πολιτευσαμένους, καὶ Ἀμαλὴκ ἐκκλίναντας χειρῶν ἐκτάσει ἐπαιρομένων σταυροειδῶς πρὸς τὸν ἐν σταυρῷ τὰς χεῖρας δι' ἡμᾶς ἐκτείναντα, ἐξ αὐτοῦ τε τὴν τροπαιοῦχον δεδεγμένους δύναμιν. Ἐν τῷ σπηλαίῳ τοίνυν διττὸν ἔτος διατρίψας, καὶ ἄγρυπνον τὴν ψυχὴν ἅμα καὶ τὸ σῶμα διαφυλάξας, οἷον ἄσαρκος τῇ μελέτῃ τῶν θείων λογίων ἐνασχολούμενος, πᾶσαν ἐξωστράκισεν ἄγνοιαν, τὸ φῶς τῆς ἀληθοῦς εἰσοικισάμενος γνώσεως. Εἰ δὲ καὶ ὕπνου μεταλαχεῖν ἔδει πρὸς τὴν τῆς φύσεως ἀνάκτησιν καὶ ἀνάῤῥωσιν, ἔστω τὴν λειτουργίαν ἐτέλει τῆς φύσεως, ὡς τὸ διττὸν ἔτος οὐδ' ὅλως ἀνακλιθῆναι, οὐ νύκτωρ, οὐ μεθ' ἡμέραν. Οὕτω νεκροῦται τὰ ὑπογάστρια, καὶ τῶν νεφρῶν τὰς δυνάμεις ἐκλύεται, καὶ τῶν ἐπ' ὀμφαλοῦ γαστρὸς τὴν πύρωσιν παρασβέννυται, καὶ ἄτονος πρὸς τὸ ἑαυτῷ χρησιμεύειν γίνεται.  

ιʹ. Αὖθίς τε πρὸς τὴν πατρίδα παλινοστήσας, καὶ τῆς Ἐκκλησίας ἐν πρεσβυτέρου τάξει γινόμενος, καὶ ταύτῃ ὡς εὐγνώμων παῖς τῇ τιθηνῷ μητρὶ ἀποτίσας τὰ θρέπτρα, θείᾳ προνοίᾳ πρὸς τὴν ἁλουργίδα τῶν πόλεων μετατάττεται, καὶ τὴν θυγατέρα τοῦ μεγάλου ἀρχιερέως νυμφεύεται. Οὐ γὰρ ὑπὸ μόδιον κρύπτες-θαι ὅσιον φωστῆρα τοιόνδε, ἐφ' ᾧ τὸ ἄχρονον καὶ ἀΐδιον φῶς ἀναπέπαυται, ἀλλ' ἐπὶ λυχνίαν ὑψηλὴν καὶ περίοπτον ἀνατίθεσθαι, ἵν' ὡς ἐξ ἀπόπτου καὶ μεσαιτάτης περιωπῆς σάλπιγξ οἷα χρυσήλατος πάντα περιηχήσῃ τὰ πέρατα. Τίς οὕτως Ἐκκλησίαν ἴθυνέ τε καὶ ἔταξε, καὶ χθαμαλὸν ἐπεδείξατο φρόνημα, ἐν ὑψηλῷ τοῦ ἀξιώματος προτερήματι; τίς οὕτως ὀργὴν καὶ θυμὸν ἡνιόχησεν, ὡς ἔννομον πρᾳότητα κτήσασθαι, ἀποστυγοῦσαν μὲν πᾶν ὅ τι τῆς ἀρετῆς ἀντίθετον, καὶ διεκδικοῦσαν δὲ ἐξ ἀδίκων τὸν δίκαιον; τίς ἀγάπην τοσοῦτος, ἐξ ἧς ἔλεος φύεται; οὗ τῆς ἀρετῆς μέχρι νῦν ἔμψυχοι στῆλαι τὰ σύμβολα φέρουσι. Λόγος γὰρ πᾶς αὐτῷ ἐλέου ὑπῆρχεν ὑπόθεσις, ὡς εἰς ἕξιν ἐληλακέναι συμπαθείας καὶ μεταδόσεως τοὺς τῶν ἐκείνου ἐπαίοντας λόγων. Ἔπεισε γὰρ Θεῷ τὰ οἰκεῖα κιχρᾷν, φθαρτὰ διδόντας καὶ ῥέοντα ἀντιμετρεῖν τὰ ἑστῶτα, καὶ ἄφθαρτα, καὶ θησαυρίζειν ἐν οὐρανοῖς τῆς συμπαθείας τὸν ἔρανον, οὐ δαπανώμενον. Οὐδὲ κλέπτῃ συλώμενον, ἐλεημοσύναις τὰς ἁμαρτίας καθαίρειν, καὶ τὰς ἀδικίας ἐν οἰκτιρμοῖς πενήτων· πεινῶσι διαθρύπτειν τὸν ἄρτον εὐαγγελικῶς, καὶ διψῶσι διδόναι ποτήριον· γυμνῶν περιστέλλειν τὴν γύμνωσιν, καὶ ἀμφιάζειν ἀνείμονας, καὶ ἀστέγους ὑπαιθρίους σκέπειν· ποιεῖσθαι νοσούντων ἐπίσκεψιν, καὶ πρὸς φρουρὰν τὸν πόδα προίεσθαι, καρποῦσθαι τῷ ἐλέῳ τὸν ἔλεον.  

 ιαʹ. Μῆνιν δὲ τίς ἀπώσατο, καὶ ἀπωθεῖσθαι τὸ ποίμνιον πέπεικε, τὴν τὰ θεῖα σπλάγχνα τῶν οἰκτιρμῶν τοῖς ἔχουσι κλείουσαν; Ὡς γὰρ ἐποίησας, ἔστω σοι, φησίν· ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθησομένῳ. Ἀφέντι γὰρ ἀφεθήσεται. Καὶ ἔμπαλιν ἀκολουθία πεφώνηκεν· οὐκ ἀφεθήσεται γὰρ οὐκ ἀφιέντι. Τίς φθόνον, καὶ βασκανίαν κατέκρινε, καὶ κατάκρισιν διδάξας; τὸ φθονεῖσθαι ἄριστον· ἀγαθὸν γὰρ ἅπαν ἐπίφθονον. Αὐτοκατάκριτον δὲ πρὸς τῷ αἰσχίστῳ τὸ βάσκανον τὸ πάντων τῶν παθῶν ἀδικώτατον καὶ εἰκαιότατον τὸ τοῦ ἐλέους ἀντίπαλον· εἴπερ ἔλεος μὲν ἀλλοτρίοις κακοῖς ἐπαλγύνεσθαι, ἀγαθοῖς δὲ τὸ βάσκανον, οὐχ ἑαυτοῦ ἕνεκα, τοῦ δὲ πάσχοντος· καὶ αὔξησιν ποιεῖσθαι τῆς τηκεδόνος τῆς ἑαυτοῦ τῶν ἀλ-λοτρίων καλῶν τὴν ἐπαύξησιν, τὸν κεκτημένον ἀμυνόμενον πρότερον. Καὶ παιδεύσας μὴ κρίνειν τὸν σύνδουλον, ὡς ἂν μὴ κριθείημεν δικαίοις σταθμοῖς τοῦ μόνου κριτοῦ τὴν δίκην ἡμῖν ταλαντεύοντος· μηδὲ ἁρπάζειν τὸ τοῦ δεσπότου ἀξίωμα. Εἷς γὰρ κριτὴς, ὃς οὐ κρίνεσθαι πέφυκεν, ὡς μόνος ἁμαρτίας ἐλεύθερος, δεσπόζων, οὐ δεσποζόμενος. Ἄφετε, εὐαγγελικῶς ἐβόα, καὶ ἀφεθήσεσθε. Τίς λύπην ἀπώσατο τὴν πρὸς θάνατον ἄγουσαν καὶ λύπην ἐδίδαξε τὴν θυμηδίας πρόξενον; ὧν ἡ μὲν ὡς πένθος τῆς ἐκ Θεοῦ ἁμαρτίας, σωτήριος· εἴπερ ἁμαρτάνειν τὸ ἀπο-τυγχάνειν οἱ ταῦτα δεινοὶ διειλήφασιν· ἡ δὲ τῇ στερήσει τῶν ἡδονῶν ἐπισυμβαίνουσα, θυμόφθορος ὄντως καὶ ἄρδην εὐδόκιμος. Οὐ γάρ ἐστιν, οὐκ ἔστι λύπην συμβῆναι, ἢ ἐπὶ στερήσει ἐφέσεως. Οἵα τοί-νυν ἡ ἔφεσις, τοιάδε καὶ τῆς ἀστοχίας ἡ λύπη· ἀγαθῆς μὲν ἀρίστη, ἄλλως δὲ ἐχούσης, ἄλλως ἔχουσα. Ἀρίστη δὲ τῶν ἐφέσεων μία πρὸς τὸ μόνον ἄριστον νεύουσα. Τῶν ἐναντίων δὲ καὶ αἱ ἐφέσεις ἀντίθετοι. Ἀκηδίας δὲ τὸ ἄτονον οὐκ ἐτόνωσε μνήμῃ θανάτου; διδάξας αὐτῆς τῆς ψυχῆς νευροτομοῦσαν τὴν δύναμιν ἀποσείεσθαι, καὶ ταύτην ἀντεισοικίσας θεῖον φόβον, καὶ πόθῳ τὸν λαὸν παροτρύνας πρὸς εὐχὰς, καὶ ῥᾳ-θυμίαν ἄρδην τῶν ψυχῶν ἐκτινάττεσθαι, καὶ παντὶ σθένει τὰς ἑαυτῶν καρδίας τηρεῖν, ὡς ἂν μὴ ὡς διὰ θυρίδων τινῶν τῶν αἰσθήσεων ἀναβῇ θάνατος ἐπ' αὐτάς.

 ιβʹ. Ἐρευνᾷν τὰς Γραφὰς ἐδίδαξεν, ἐξηγητὴς καὶ παιδευτὴς τούτων γενόμενος, καὶ προφητικῷ πνεύματι τὰ κεκρυμμένα βάθη διερευνήσας τοῦ Πνεύ-

ματος, καὶ διαῤῥήξας τοῦ γράμματος τὸ προκάλυμμα, καὶ τὸ κάλλος δημοσιεύσας τὸ ἐναπόθετον· καὶ ταῦτα πάντα ἀτύφῳ, καὶ ἀκενοδόξῳ τῷ φρονήματι. ᾜδει γὰρ, ᾔδει καταπατεῖν τὸ κενὸν δοξάριον, τὸ κενὸν τῶν πόνων ἀνάλωμα, τὸ τῶν ἀρετῶν λήϊον λυμαινόμενον. Τιθρᾷν γὰρ οἶδεν, οἷα πίθον, τὸ ψυχικὸν δοχεῖον τῶν ἀρετῶν, καὶ τῇ ἐκροῇ εἰσροὴν ἐκλαμβάνουσα, οὐδὲν ἧττον κενὸν τὸ δοχεῖον καθίστησιν, ἀκερδεῖς ἱδρῶτας χαριζομένη, καὶ πόνον προξενοῦσα   ἐπικαρπίας ἀμέτοχον. Πρέπειν γὰρ ᾔδει, Θεῷ μὲν πᾶν κλέος καὶ ἔπαρμα, ἀνθρώπῳ δὲ τὴν ταπείνωσιν, ὁδὸν ἀρίστῳ γινομένην ὑψώσεως, καὶ Ἰσραὴλ κλίματα, πρὸς Θεὸν μὲν ἀναβιβάζουσαν ἄνθρωπον, καὶ Θεὸν καρδίας τελοῦσαν ἐφέστιον.

 ιγʹ. Ἐταπεινοῦτο πάσῃ τῇ κτίσει διὰ τὸν κτίσαντα Κύριον, ᾗ μόνον οὐ Χριστὸς ἠτιμάζετο, καὶ νόμος θεῖος παρεωρᾶτο καὶ ἀνετρέπετο. Ἀπηνῄνατο σοβαρὸν ἅπαν καὶ βλοσυρὸν, καὶ ὑπεροφρυβλέφαρον· μειλίχιον μὲν τὸ ὄμμα τοῖς ὁμιλοῦσι διδοὺς, λόγον δὲ ἤπιον καὶ θεῖον ἠρτυμένον ἅλατι. Τὸ ἦθος μὲν χαρίεν, ἀστεῖον δὲ τὸ τοῦ προσώπου μειδίαμα, οὐ πρὸς ἔκλυτον διαχεόμενον γέλωτα. Εἰδὼς γὰρ ὡς ταῖς ἀρεταῖς αἱ κακίαι παραπεπήγασι, καί εἰσί πωςἀγχίθυροι, τῷ ἄριστα διακελευομένῳ πειθόμενος, προσεῖχεν ἑαυτῷ, τραπεζίτης εὐκρινὴς γινόμενος· κίβδηλον μὲν ἅπαν ἀποπεμπόμενος χάραγμα, τῆς δὲ βασιλικῆς εἰκόνος τὴν δραχμὴν προσιέμενος, κακίας μὲν ἅπαν εἶδος, ὡς χοῦν ἐκρίπτων τῆς ἑαυτοῦ καρδίας ῥύμῃ θείου Πνεύματος, ταῖς ἀντιθέτοις δὲ τῶν κακιῶν ἀρεταῖς ἀρδευόμενός τε καὶ πιαινόμενος, καὶ ὡσεὶ ἐλαία κατάκαρπος ἐν οἴκῳ Θεοῦ τῇ Ἐκκλησίᾳ ἀειθαλὴς γινωσκόμενος, καὶ Θεῷ φέρων καρπὸν ὡραῖον τὴν τῶν δι' αὐτοῦ σωζομένων πληθύν· ἢ ὡς φοίνιξ τις τῶν ἀρίστων ἐλέγχων σφραττόμενος σκόλοψι. Καὶ διελέγχων ἄριστα τοὺς οἰκίαν πρὸς οἰκίαν συνάπτοντας, καὶ Ναβουθαὶ διαρπάζειν ἐπειγομένους τὸν ἀμπελῶνα, ὡς οὐκ ὄντος Ἠλιοῦ τοῦ διελέγξοντος. Ἀλλ' ἤγειρεν αὖθις Ἠλίαν τὸ Πνεῦμα τὸ ἅγιον, ἐμφιλοχωροῦν ἐν δικαίων ψυχαῖς. Κατὰ γενεὰν καὶ γενεὰν προφήτας ἀνίστησι, ζηλωτὰς ἔργων ἀγαθῶν, ἀποστυγοῦντας μὲν ὅ τι φαῦλον καὶ ἄτοπον, εἰσοικιζομένους δὲ καὶ ἀντεισάγοντας πᾶν ἔννομόν τε καὶ δίκαιον.

 ιδʹ. Οὕτως οὗτος ὁ θεῖος ἀνὴρ κριτὴς τῆς ἀδικίας ἐγίνετο· οὐ ταύτῃ κρίνων, ἄπαγε· πῶς γάρ; ἀλλὰ κατακρίνων, καὶ δεικνὺς ταύτην ἀπόβλητον, καὶ τῶν θείων περιβόλων ἀπείργων, ποιοῦντας τὰ ἄδικα. Χήρα γὰρ αὐτὸν ὑπεπίαζε θαμινὰ παρενοχλοῦσα, τρυχομένη τὴν καρδίαν τῷ ἀδικήματι. Καταφύγιον ὥσπερ ὀχυρόν τι καὶ ἀκαθαίρετον τουτονὶ καταλαμβάνει τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀσφαλῶς οὐχ ἥκιστα βεβουλευομένη. Τίνα γὰρ ἂν ἕτερον εὕρατο τοῦ πάθους ἀντιληψόμενον; ἄρχοντα; ἀλλ' ἦρχε τῶν ἀρχόντων ἡ ταῦτα ἐπηρεάζουσα. Βασιλέα; ἀλλὰ τῇ τοῦ μέλους προσπαθείᾳ τὴν γνώμην κατεθηλύνετο. Σὰρξ γὰρ ἦν ἐκ τῆς σαρκὸς αὐτοῦ ὀστοῦν αὐτοῦ κεχρημάτικεν ἡ δρῶσα τὸ βίαιον. Καὶ ἣν ἔδει τοὺς ἀδικοῦντας ἐπιστομίζειν, ἀδικεῖν ἠπείγετο. Τί δρᾷς ὦ παράνομον γύναιον; ἁλουργίδα περίκεισαι, οἷα νόμου φύλαξ προβεβλημένη, καὶ νόμον καταπατεῖς; ὢ τῆς ἀῤῥήτου σοφίας τοῦ φήσαντος· Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίπτετε τοὺς μαργαρί τας ἔμπροσθεν τῶν χοίρων! Αὕτη γὰρ τὸν θεῖον νόμον καταπατήσασα τὸν ἅγιον, τὸν μαργαρίτην δηλαδὴ τὸν πολύτιμον, στραφεῖσα τὴν πενιχρὰν   χήραν ἔῤῥηξε, τὴν ταύτης ἐφήμερον βιοτὴν διαρπάσασα. Τί πράττει, ὢ ἄπληστον καὶ ἀχάριστον γύναιον; γῆν τε καὶ θάλασσαν δωροφοροῦσαν ἔχουσα, χήρας ἀπόρου κατατρέχεις τοῦ πενιχροῦ κτήματος, ἧς σε δίκαιον ἦν ἀνταλλάξασθαι βίον; λόγῳ δὲ βεβαιοῦσα τὸν νόμον, ἔργῳ τοῦτον δρᾷς ἀποκήρυκτον; οὐκ ᾐδέσθης τὸν πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν; ἀλλ' ἤκουσεν ὄντως ὁ τοῖς θείοις λόγοις ἀεὶ τρεφόμενος τῆς θεοπνεύστου ῥήσεως· Κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν· καὶ Ἠλίαν ἔχων τοῦ ζήλου ποδηγὸν τὸν πυρίπνοον, Ἰωάννου μιμεῖται τὴν παῤῥησίαν, οὐκ ἔξεστί σοι λέγων ἔχειν τὸν ἀμ-πελῶνα τῆς ἀδελφῆς σου. Οἴει γὰρ τὴν φύσιν ἐκβεβηκέναι, εἰ καὶ τὴν ἀξίαν ὑπερέβης τῷ τυραννικῷ ἀξιώματι; Ἀρχὴ γὰρ νόμῳ τυπουμένη βασιλεία καθίσταται, παρανομίᾳ δὲ στοιχειουμένη, τυραννὶς οὐκ ἀδίκως κατονομάζεται. Οὐκ ἀνέγνως Ἰεζαβὲλτὸ δραματούργημα; τί τουτονὶ τὸν θεῖον εἰσέρχῃ σηκόν; ἄπαγε πόῤῥω τῶν θείων ἀνακτόρων. Λουτὴρ ὑπάρχει ὁ θεῖος ναὸς, ἀποῤῥίπτων τὰ ἁμαρτήματα. Οὐ τελώνης τὸν Ἰησοῦν ἐφέστιον εἰσδεξάμενος καλῶς διεσκόρπισεν, ἃ κακῶς ἐτελώνησε; καὶ σὺ θύγατερ (ἔτι γάρ σε μέλος οὖσαν, εἰ καὶ δύσχρηστον περιέδω ἐλπίδι τῆς σωτηρίας, σωτηρία δὲ μετανοίας δίχα, τῶν ἀνυπάρκτων καθέστηκεν)· ἀπόδος καλῶς, ἃ κακῶς διήρπασας.  ιεʹ. Ταῦτα λέγων, οὐκ ἔπειθεν. Ἔβυσε γὰρ τὴν ἀκοὴν ὡσεὶ ἀσπὶς, οὐκ ἐπαίουσα τοῦ φιλοθέως καὶ σοφῶς φαρμακεύοντος. Ἐπεὶ δὲ τὸ πάθος ἑώρα πάμπαν ἀνίατον, ἐξωθεῖ τοῦ ἱεροῦ θαλάμου τὴν ἔνδυμα γάμου μὴ ἔχουσαν. Εἶτα τί; ἡ Ἰεζαβὲλ πάλιν τοῦ προφήτου κατεξανίσταται, καὶ φεύγει μὲν οὐδαμῶς ὁ κήρυξ τῆς ἀληθείας, οὐδὲ φρουρᾷ παραδίδοται, οἷα φωνὴ βοῶντος, ἀλλ' ὑπερορίαν καταδικάζεται. Ὢ τοῦ ἀτόπου φρονήματος! πάλιν τὸ τοῦ ὄφεως θέλγητρον τῆς Ἐκκλησίας τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐξορίζειν ἐπείγεται, καὶ τῆς ἐφέσεως οὐ διήμαρτε. Μικρὸν ὅσον τοῦ θείου μακροθύμως ἐπινυστάξαντος βλέμματος, τοῦ βασιλικοῦ ἐξορίζεται ἄστεος, μᾶλλον δὲ προμηθείᾳ Θεοῦ τοῦ θριαμβεύσαντος τῶν αὐτοῦ φιλῶν θε-ραπευτῶν τὸ ἀῤῥενωπὸν φρόνημα, καὶ πᾶσαν Θεοῦ οἷα Θεοῦ ὣν ἐν αὐτῷ, καὶ σὺν αὐτῷ περιῄει, σὺν Ἀβραὰμ πρὸς ἀλλοδαπὴν καλούμενος, σὺν Μωϋσῇ τῶν βασιλείων φυγαδευόμενος, σὺν Ἠλίᾳ πρὸς τὸ ἄντρον Χωρὴβ ἀποτρέχων, σὺν Ἰησοῦ τῷ Θεῷ φεύ-γων εἰς Αἴγυπτον, ὡς ἂν ἐν τοῖς ἄθλοις ἡ ἀνδρεία γνωσθείη, καὶ κατάλληλα τὰ ἔπαθλα δρέψοιτο. Ὡς ἂν τρόπον τινὰ τὸν Ἰὼβ ἐκμιμήσηται, καὶ πρὸς αὐτὸν ἐρεῖ Θεός. Ἢ οἴει με ἄλλως κεχρηματικέναι σοι, ἢ ἵνα δίκαιος ἀναφανῇς, ὡς ἂν καὶ ἄλλοις κηρύξῃ τὸ Εὐαγγέλιον.  ιϛʹ. Εἰ δὲ καί τινες ἕτεροι τῆς παρανόμου ταύτης ὑπερορίας συλλήπτορες γεγόνασι, σιγῇ τιμῶμεν αἰδοῖ τῶν Πατέρων, ὡς ἂν μὴ τοῦ Χὰμ ἀπενεγκώμεθα   πρόστιμον, τοῖς Πατράσιν ἐπιτωθάζοντες. Πολύτροπος γὰρ ἡ περὶ τούτου διήγησις, τῶν μὲν ἐπισκό-πων ἐπιχεόντων τὸ ἄτοπον, τῶν δὲ τουτὶ πάντῃ ἀπαναινομένων, καὶ τῆς βασιλίδος καταψηφιζομένων, ἀπειλούσης τὴν τῶν ἑλληνικῶν τημένων ἀνακαίνισιν, ἤδη καθαιρεθέντων ἄρτι, εἴ γε μὴ σύμψηφοι πρὸς τὴν θείου ἀνδρὸς γένοιντο δίωξιν. Καὶ νικάτω τὸ εὔφημον· οὐκ ἀγαθὸν γὰρ Πατέρας συγκρίνειν, ὡς ἂν μὴ τούτων ὑφ' ἑαυτῶν κριταὶ κατασταίημεν.

 ιζʹ. Εἴτε οὖν οὕτως, εἴτε ἐκείνως, ἀφαιρεῖται τῆς Ἐκκλησίας ὁ πρόεδρος, ἡ κεφαλή τε τοῦ σώματος, καὶ χηρεύει τὸ ποίμνιον τοῦ καλοῦ ποιμένος τοῦ χριστομιμήτως ἀεὶ τὴν ψυχὴν τιθέντος τὴν ἑαυτοῦ ὑπὲρ τῶν προβάτων. Καὶ ἐπόθει ἡ Ἐκκλησία τὸν κήρυκα, τὸν νομέα, τὰ πρόβατα, καὶ τὴν σύριγγα· οἱ τοῦ Χριστοῦ ὑπερασπισταὶ τὸν ταξίαρχον, καὶ τὴν σάλπιγγα κατ' ἐχθρῶν νοητῶν ταράττουσαν, τὸν προασπιστὴν αἱ χῆραι· οἱ ὀρφανοὶ τὸν πατέρα· οἱ νοσοῦντες τὸν κομιστὴν, οἱ ξένοι ξεναγωγόν· ἡ τῶν πόλεων ἁλουργὶς τὸν χρυσὸν τὸν ἀκίβδηλον κοσμοῦντα δι' ἑαυτοῦ, καὶ ἐπικιρνῶντα τὴν βασιλείαν τῇ ἱερωσύνῃ, καὶ τῇ τοῦ πατρὸς ὥρᾳ χαριτοῦντα τὸ σκῆπτρον, καὶ τὸ διάδημα· αἱ φιλόθεοι ἀκοαὶ τὸν χρυσολόγον καὶ χρυσόστομον. Καὶ εἰ μὴ τολμηρὸν φάναι, συνεξῄει Χριστὸς ὃν ἔφερεν ἔνοιστον. Ὢ πῶς ἀδακρυτὶ τὴν ἀνήκεστον ἐκτραγῳδήσαιμι συμφοράν; οὐδὲ λιθίνη γὰρ καρδία μὴ δακρύειν ἐπὶ ταύτῃ δυνήσεται, ἐπεὶ καὶ λίθος ῥάβδῳ Μωσαϊκῇ ῥαπιζομένη ἐξέχεε νάματα, καὶ καρδία στεῤῥὰ τῷ μεγέθει πληγεῖσα τῆς τραγῳδίας, ποταμηδὸν ἐκχεῖ δακρύων κρουνούς.  ιηʹ. Ἀλλ' ἄφνω τὰ βασίλεια θραύεται, καὶ Φαραὼ πάλιν τὸν θεόπτην ἐπιβοᾷ τὰ πρὸς τὴν τῆς μάστιγος ἄμυναν· ὃ δὴ καὶ γίνεται. Ἅμα γὰρ Ἰωάννης βασιλικῷ παλινοστεῖ προστάγματι, καὶ ἐκόπασεν ἡ θραῦσις. Οὕτως οἶδε Θεὸς τιμᾷν τοὺς ὄντας αὐτοῦ· Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος, ἀλλ' ἢ τοὺς δοξάζον-τάς με δοξάσω. Πάλιν τοίνυν ἐν εὐθυμίᾳ τὸ Χριστοῦ ποίμνιον. Πᾶσι γὰρ ἀποδίδοται ὁ τὰ πάντα πᾶσι γι-νόμενος, καὶ χαίρει μὲν ἅπαν Χριστοῦ τὸ ὑπήκοον, καὶ πιαίνεται, καὶ αὔξει ἐν ἀγαθῇ γῇ τῆς καρδίας, ὡς σπόρον τοῦ πνεύματος τοὺς Ἰωάννου λόγους δεχόμενος. Ὁ δὲ διάβολος θραυματίζεται, καὶ πάλιν τοῦ κήρυκος συνήθως κατεξανίσταται, καὶ ἐξαιτεῖται ὁ ἀδρανὴς τὸν ἀνδρεῖον τῆς Ἐκκλησίας πρόβολον, καταλύειν πειρώμενος, καὶ τὸν πλοῦτον λαφυραγω-γεῖν τὴν ἀσύλητον· καὶ λαμβάνει μὲν τὴν ἐξουσίαν τοῦ σώματος, ὥς ποτε τοῦ Ἰὼβ ὁ τούτου μὴ φέρων πρότερον τὸ ἐμβρίμημα. Καὶ πάλιν ὁ δίκαιος αἴρεται, ὁ νυμφίος τῶν θαλάμων ἐξοστρακίζεται, καὶ τὸν νυμφικὸν ἡ Ἐκκλησία περιαιρεῖται κόσμον, καὶ τὴν κεφαλὴν περικείρεται, τοῦτον οὐκ ἔχουσα. Πῦρ γὰρ ἐκ τοῦ θρόνου, οἷα σκηπτὸς θεήλατος τὴν Ἐκκλησίαν   ἅμα καὶ τὴν σύγκλητον κατανέμεται. Καὶ πάλιν οἰμωγαί τε καὶ δάκρυα, συνεκδημεῖν πλήθους ἢ ἐνδημεῖν ἐφιεμένου, καὶ ἦν αὐτοῖς ὁ θάνατος αἱρετώτερος τῆς Ἰωάννου στερήσεως. Ἀλλὰ φευκτῶν κακῶν Θεοῦ παραχωροῦντος ἐπικρατούντων, οἷς ἐπίσταται, κρίμασιν.

 ιθʹ. Οὕτω γὰρ πάλιν ἀμείβων, ἐξ ἄστεος ἐκ χώρας εἰς χώραν μεθιστάμενος, ὃν ἐπόθει διώξας κατέλαβε· τὸ ζῇν χρηστὸν λογισάμενος, καὶ κέρδος τὸν θάνατον, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, τὴν πίστιν τηρήσας, καὶ τὸν δρόμον τελέσας, καὶ κομισάμενος τῶν ἄθλων τὰ ἔπαθλα, τῆς δικαιοσύνης τὸν στέφανον. Ἀλλ' οὐκ εἴασε καὶ θανὼν τὴν νύμφην τὴν ἑαυτοῦ ὁ φιλούμενος, φιλόνυμφος, καὶ φιλότεκνος, οὔτε μὴν τοὺς παῖδας τοὺς ἑαυτοῦ τῆς οἰκείας ἐστερημένους χάριτος, ἀλλὰ θείᾳ Προνοίᾳ καὶ κρίσει καταλλήλως πρὸς τὰ βασίλεια φέρεται, τὸ μὲν σῶμα πρὸς τὰ ὁρώμενα, τὸ δὲ πνεῦμα πρὸς τὰ ἀθέατα· καὶ κήρυξ τῶν θείων λογίων διαμένει, μέχρις Χριστὸς αὖθις παραγενήσεται, μεθ' οὗ δοξασθήσεται, τῆς αὐτοῦ κατατρυφῶν χαρᾶς τε καὶ ὡραιότητος. Ταῦτά μοι, ὦ Πάτερ Πατέρων, πρός σε τὰ ψελλίσματα· ἀλλ' ἐποπτεύοις ἡμᾶς τοὺς ὁμωνύμους, καὶ ἀντιδοίης τῆς πρὸς τὸν Κτίστην οἰκείωσιν, ὅς ἐστι Χριστὸς, εὐφροσύνη αἰώνιος· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, πάντοτε, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.