Θεοφάνους Κεραμέως

Ὁμιλία ΜΕ΄- (Κυριακή ΙΓ΄ Λουκᾶ)

“Περί τοῦ ἐρωτήσαντος πλουσίου τόν Ἰησοῦν”

 

(J.-P. Migne, Patrologia Graeca, t. 132, 836C-849B)

 

 

Οἷόν τι συμβαίνειν εἴωθε περί τά μύρα τά ἐκ τῶν ῥόδων γινόμενα, καί τῆς τῶν ἡδυπνόων ἀνθέων συνθέσεως· ταῦτα γάρ εἰ μέν τρυγόσιν ἤ περιστεραῖς προτεθῆ, προτεθῇ ῥωμαλεωτέρας αὐτάς ἀπεργάζεται, οἱ δέ νεκροβόροι γύπες τῇ προσψαύσει τοῦ μύρου εὐθύς διαφθείρονται · πρός  γάρ τό  δυσῶδες καί διεφθορός ἡ φύσις αὐτῶν οἰκείως ἔχουσα μυσάττεται τό  εὐῶδες, καί ἀποστρέφεται.  Τοιοῦτον τί καί περί τόν δασκαλικόν λόγον γίνεται, ὅς κοινῇ πᾶσι προχεόμενος οὐ ταὐτόν ἐν πᾶσιν ἐργάζεται · ἀλλ' ὅσοι τῇν τῶν τρυγόνων ἔχουσι σωφροσύνην, ἤ τῶν περιστερῶν τῇν ἀκεραιότητα, οὗτοι τῇ εὐωδίᾳ τῆς διδασκαλίας τρεφόμενοι τὴν ψυχικὴν τρυγῶσιν ὠφέλειαν, ὅσοι δὲ τῇ δυσώδει τοῦ  φθόνου τὴν ἑαυτῶν φύσιν διέφθειραν, οὗτοι καθάπερ γύπες, ἢ κάνθαροι ἀποστρέφονται τό  τῆς διδασκαλίας θυμίαμα· Ἀλλά πρός τί βλέπων ἐχρησάμην τῷ παραδείγματι; Ἐπειδὴπερ ἡ χθὲς ἡμῖν  γενομένη κοινῇ πρός  πάντας ἐπίπληξις τοῖς μὲν εὐαισθήτοις καί σώφροσι γέγονεν ἐπανόρθωσις· οἷς δὲ διεφθορός ἦν τό  ἦθος καί ἀδιόρθωτον, οὗτοι οὒχ ὅπως  οὐκ ἐβελτιώθησαν, ἄλλα καὶ πρός  ἀναίδειαν ἐξέκλιναν μείζονα. Ἀλλ' ἐκείνων μὲν τὴν νόσον δριμυτέροις φαρμάκοις σὺν Θεῷ ἀκεσόμεθα, καί στυπτικωτέροις ἐπιτιμίαις τό ἀπηλγηκός αὐτῶν εἰς συναίσθησιν ἄξομεν. Ὑμεῖς δὲ ὅσοι νήφοντι λογισμῷ τό  λῷον ἐπιλεξάμενοι πρός τὴν σύναξιν δεδραμήκατε, τῶν εὐαγγελικῶν λόγων ἀκούσατε. Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπος τὶς προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτόν, καί λέγων Διδάσκαλε Ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ παρὼν ἄνθρωπος, κρυψίνους ὑπάρχων ἀνήρ, καί τὰς ὑφάλους πέτρας μιμούμενος, οὐκ ἀγαθὴ γνώμη προσέρχεται φιλοπευστῶν, ἀλλ’ οἴομενος ἔλεγξαι τόν Κύριον, ὡς τἀναντία τῷ νόμῳ πραττόμενον. Πρόσεισι γοῦν ὑποκριτικῷ σχήματι, λόγῳ θωπευτικῷ αἱμύλα κωτίλλων, καί φενακίσαι πειρώμενος τόν ἀλάθητον. fΔιδάσκαλε ἀγαθέ, Ὁρᾶς τό  τῆς ὑποκρίσεως δηλητήριον τῷ τῆς κολακείας μέλιτι κεραννύμενον. Καί τάχα τοῦτο ἦν ὁ Δαβὶδ ἔψαλλεν ἐν ψαλμοῖς ἐκ προσώπου Χριστοῦ· Ἐμοί μὲν εἰρηνικά ἐλάλουν, καί ἐπ' ὀργήν δόλους διελογίζοντο. · Ἀλλ'  ἤμβροται τῆς ἐλπίδος, καί συνελήφθη ἐν τῇ παγίδι, ἥν ἔκρυψεν. Ὁ γὰρ ἄχρι καὶ μυελῶν ἐμβατεύων ψυχῆς, ἐπιγνοὺς τό  ὕπουλον αὐτοῦ τῆς διανοίας, καί ὕφαλον· Τί μὲ λέγεις, φησίν, ἀγαθόν; οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός.  Ἀλλ' ἐνταῦθα πάλιν ἐπιφύονται οἱ τοῦ  πονηροῦ μαθηταί, οἱ τῶν θείων λόγων τεμμαχισταί, οἱ τῶν βημάτων θηρευταί, οἱ τῆς ἀληθοῦς γνώσεως ὑβρισταί, οἱ τόν μονογενῆ τοῦ  θεοῦ Υἱόν τῶν τῆς φυσικῆς ἀγαθότητος πατρικῶν θώκων ταῖς αὐτῶν ἀθυροστομίαις ἐπιχειροῦντες δίπτειν, φάσκοντες· Αὐτός ὁ Ἰησοῦς ἀπείπατο εἶναι Θεός, ἐπίτιμων τῷ εἰπόντι αὐτόν Ἀγαθὸν Τί μὲ λέγεις, φησίν, ἀγαθὸν ; οὐδείς ἀγαθός εἰ εἷς ὁ θεός. Ἔστι δὲ ὁ λόγος αὐτῶν σαθρός κομιδῆ, καί τό  ἀκαλλές ἐμφαίνων ἐν ἑαυτῷ. Ἐχρῆν γάρ συνιδεῖν, εἴπερ ἦσαν βασκανίας ἐκτός, ὡς οὐκ ἀπαναινόμενος τό  ἀγαθός εἶναι ταῦτα φησι· πὼς γάρ, ὁ καὶ ἄνθρωπον καὶ δένδρον εἰπών ἀγαθόν; Ὁ ἀγαθός ἄνθρωπος ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καί παλαιά. καὶ Οὐ δύναται δένδρον ἀγαθόν καρπόν σαθρόν ποιῆσαι. Οὐκ οὖν ἀπαρνεῖται τό  ἀγαθός εἶναι, ἀλλ’ ἐλέγχει τοῦ ἀνδρός τὴν ὑπόκρισιν, καὶ τὴν ἀλωπεκῆν ἐκκαλύπτει, μεθ' ἧς τὴν ἐρώτησιν ἐπεποίητο, μονονουχὶ λέγων · Πῶς ἀγαθόν ὀνομάζεις, ὅν νομίζεις ψιλόν ἄνθρωπον; Πῶς ἀγαθόν καλεῖς, ὅν ἦκες φενακίσαι τοῖς ῥήμασι; πῶς δὲ κολακεύεις, ὅν εἰκάζεις τοῦ Μωϋσέως ἀντίθεον ; Τί μὴ φανερῶς ἥκεις πολεμήσων, ἀλλ’ ὡς λόχον τὴν θωπείαν ἱστᾷς; « Οὐδείς ἀγαθός εἰ μὴ εἷς ὁ θεός. < Εἰ οὖν ἀγαθὸν μὲ ὁμολογεῖς, πίστευε εἶναι μὲ καί Θεόν. Εἰ ψιλόν ὀνομάζεις Ἄνθρωπον, ἀπατηθῆναι μὲ τοῖς σοῖς λόγοις δυνάμενον, μηδ' ἀγαθόν κατονόμαζε. Πρός  τοῦτο ἀφορῶν εἶπεν ὁ Κύριος, Οὐδείς ἀγαθός εἰ μὴ εἷς ὁ θεός. Ἀλλ' ἕτερον ἀνακαλύπτει πάλιν θεώρημα. Εἰ γὰρ μόνος ἀγαθός ὁ θεός, πὼς φησιν ἡ Γραφὴ ἀγαθόν καί σοφὸν παίδα τόν Σαμουήλ; Καί ὁ ἀγαθός Σαοὺλ υἱός Κῖς. Ἐλκανᾶ δὲ βαρυθυμοῦσαν τὴν ὁμόζυγον Ἄνναν τῇ ἀπαιδία παραμυθούμενος. cΟὐκ ἀγαθὸς σοί, φησίν, ὑπὲρ δέκα τέκνα ἐγώ;  Καί ὁ ψαλμὸς · Ἀγάθυνον, Κύριε, λέγει, τοῖς ἀγαθοῖς, καὶ τοῖς εὐθέσι, τῇ καρδίᾳ. Ἀλλά τό  Εὐαγγέλιον τὴν κυρίως ἀγαθότητα λέγει ἥτις μόνη σύνεστι θεῶ. Ὅσα γὰρ ἄλλα πέφυκεν ἀγαθά, χάριτι μετέσχε τῆς ἀγαθότητος, ὥσπερ δὴ καί ἁγιωσύνης, καί δικαιοσύνης, καί ὁσιότητος, καί τῶν ἄλλων ἀγαθῶν, ὧν μετέλαβεν ἕκαστον τῶν ὄντων, καθ' ὅσον ἡ τοῦ δεχόμενου φύσις ἐχώρει. Οὐδείς οὖν ἀγαθός εἰ μή εἷς ὁ θεός. Εἰ δὲ δεῖ καί οἷον ἥδυσμα τί προσθεῖναι τῷ λόγῳ διὰ τοὺς τοιούτοις προσέχοντας, κοινωνία; πρόσεστι τοῖν ὀνομάτοιν ἀμφοῖν τοῦ τὲ θεοῦ τοῦ ἀγαθοῦ. Εἰ γὰρ τὶς τὰς τῶν στοιχείων ἀριθμήσει μονάδας, ἴσας ἐν ἀμφοτέροις εὑρήσει σαφῶς εἰς τέσσαρας, καί ὀγδοήκοντα, καί διακοσίας ποσουμένας ἕκαστου ὀνόματος. Ἄλλα τοῦτο μὲν ἴσως περιεργότερον. Φέρε δὴ καί τὴν ἑξῆς λέξιν σκοπήσωμεν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τὰς ἐντολάς εἶδας; Μή μοιχεύσης, μὴ φονεύσης, μὴ κλέψης, μὴ ψευδομαρτυρήσης. Ὁ μὲν ᾢετο ἄλλην τινὰ διδασκαλίαν ἀκοῦσαι, ὡς ἂν ἔχη κατηγορεῖν · Ὁ δὲ Σωτῇρ, καὶπερ δυνάμενος ὅμως ἐκκλίνων αὐτοῦ τὰς λαβάς, τὴν τοῦ Μωϋσέως προτίθησι χρῆσιν. Χρὴ μέντοι κἀκεῖνο σκοπεῖν, πὼς οὐ πάσας λέγει τὰς ἐντολάς, ἀλλα τάς πρώτας παραδραμῶν τῶν ἑξῆς ἐμνημόνευσεν. Ἄρχεται μὲν γὰρ ἡ τοῦ νόμου Δεκάλογος ·  Ἀγαπήσεις Κύριον τόν θεόν σου, καί τόν πλησίον σου ὡς ἑαυτόν. Ἐφεξῆς ἀποτρέπει σέβας ἀπονέμειν ὀθνείοις θεοῖς. Οὐκ ἔσονται γάρ, φησί, θεοὶ ἕτεροι,  Εἴτα φυλάττειν τὴν ἡμέραν τοῦ Σαββάτου νομοθετεῖ. Ἀλλ' ὁ Σωτήρ, ταῦτα μεθείς πρός  τὰ τελευταῖα χωρεῖ. Διά τί; Ἐπειδὴ πρός  Ἰουδαίους διαλεγόμενος περιττόν ἠγήσατο εἴπειν Ἀγαπήσεις Κύριον τόν θεόν,· καί Οὐκ ἔσονται σοὶ θεοί ἕτεροι.» Τοῦτο γὰρ ἦν δῆθεν πεφυλαγμένον αὐτῷ · τό  δὲ · Φύλαττε τήν ἡμέραν τοῦ Σαββάτου,> παρατρέχει, ὡς ἀκερδές. Καταλέγει δ' ἐκεῖνα ὑφ' ὧν ἡ φύσις τῶν ἀνθρώπων ἡττᾶσθαι πέφυκεν, ὡς ἐπί πολύ. Μάλα δὲ ἀρμοδίως τήν μοιχείαν τῷ φόνῳ συνῆψεν ἡ ἐντολή. Ὥσπερ γάρ ὁ ἀποκτιννύς, τὴν ψυχὴν χωρίζει τοῦ σώματος, οὕτως οἱ γάμων ἀλλοτρίων δηλήμονες, καί διαῤῥῆκται τῆς ἁρμοστίας τοῦ βίου τῆς πρός  τόν ἄνδρα συναφείας χωρίζουσι τῆς γυναικός τὴν διάθεσιν, κάι οὗς ἥνωσεν ὁ θεός εἰς σάρκα μίαν, τούτους ἡ μάχαιοα τῆς μοιχείας τέμνει διχάσασα. Μὴ κλέψης, μὴ ψευδομαρτυρήσης.» Δεινόν μὲν καί τό  συλᾶν τά ἀλλότρια, πανδεινὸν δὲ καί τό  ψευδομαρτυρίαν συνθεῖναι κατὰ τίνος, καί συκοφάντην ὀφθῆναι, καί τοῦ ἀρχαίου μιμητήν. Ἡ γὰρ συκοφαντία ἄνδρα ταπεινοί, ὡς τὶς ἔφη σοφός. Οὐ μακράν τοῦ φονέως ὁ συκοφάντης ἐστι. Διά τοῦτο καί ὁ Δαβὶδ τῆς τῶν Ἀνθρώπων συκοφαντίας λυτρωθῆναι ἐπεύχεται. Ἐφεξῆς δὲ τίθησι τὴν εἰς τοὺς τεκόντας τιμήν,  Τίμα τόν πατέρα σου, καί τὴν μητέρα σου.» Οὐκ εἶπεν, Ἀγάπα, ἄλλα, Τίμα · Διά τί; Ἐπειδὴ τήν πρός τοὺς φύντας στοργὴν ἡ φύσις αὐτὴ οὕτω τέθεικε ῥαγδαίαν καί ἴσχυραν, ὡς καί ἐν τοῖς ἄλογοις ὁρᾶσθαι τό  ταύτης βίαιον · τό  μέντοι σέβας πέφυκε διδακτικόν, καί νομοθεσίας δεόμενον.Τί οὖν πρός  ταῦτα ὁ ἑαυτόν οἰόμενος νομοφυλακεῖν ; Ταῦτα, φησίν, ἐφυλαξάμην ἐκ νεοτητός μου. Ἐγγυμνασθέντα γοῦν αὐτόν ἰδών ὁ Σωτὴρ ταῖς νομικαῖς ἐντολαῖς χειραγωγεῖ διὰ τοῦ λόγου πρός τὴν εὐαγγελικήν τελειότητα, δεικνύς, ὡς ἐξέρχεται τοῦ νόμου τό  Εὐαγγέλιον, καί γειτνιῶσιν ἀλλήλοις τὰ δόγματα · τῷ Μὴ μοιχεύσης, τό Μὴ ἐπιθυμήσης · καί τῷ Μὴ φονεῦσαι, τό Μὴ ὀργίζεσθαι. Πλαγίως δὲ πῶς καί εὐφυῶς ἀπογυμνοῖ τῆς γνώμης αὐτοῦ τό  φιλόπλουτον. Μεθείς γὰρ ἄλλο τί εἴπειν ὁ μάλιστα τοῦτον ἐλύπει προβάλλεται". Πώλησον πάντα τὰ ὑπάρχοντά σου, καὶ δός πτωχοῖς, καὶ ἕξεις θησαυρόν ἐν οὐρανοῖς, καί δεῦρο, ἀκολούθει μοί.

Ἐνταύθα ὁ ἐξ ἀρχῆς διαβάλλων τόν θεόν πρός τόν ἄνθρωπον ὄφις, πάλιν διὰ τῆς μιαρᾶς καί κατεστυγμένης γλώττης τοῦ Ἰουλιανοῦ βλωσυρὸν ἀπεσύρισεν. Οὗτος γὰρ βουλόμενος εἰκαῖον δεῖξαι τοῦ Χριστοῦ τό  παράγγελμα, ὑποθετικῷ παραλογισμῷ οὕτω κατασοφίζεται. Εἰ πάντες, φησιν, ἄνθρωποι τῷ παραγγέλματι τούτῷ πειθόμενοι τὰ ὑπάρχοντα σφίσιν ᾐροῦντο πωλεῖν, καί διανέμειν πτωχοῖς, τὶς ἦν ἄρα ὁ ταῦτα ὠνούμένος πάντων ἀπεμπωλοῦντων κατὰ τὴν προτεθεῖσαν ὑπόθεσιν. Ἠκούσατε τοῦ  σοφοῦ τῆς κακίας τό  παραλήρημα · φέρε δή, τοὺς ὀδόντας τοῦ ψεύδους τῷ ἀκρογωνιαίῳ τῆς Ἀληθείας συνθλάσωμεν. Εἰ μὲν γὰρ οὐκ ἦν θεός ὁ προτρέπων, ἡ τοῦ σοφίσματος ἔκθεσις. Ἐπεί δὲ θεός ἦν, ὅν λέληθε τῶν ἐσομένων οὐδέν, εὔδηλον ὡς ἤδει, ὅτι οἱ πάντες τόν λόγον χωρήσουσιν, οὐδὲ τῆς τελειότητος ταύτης οἱ πλείους ἐφέξονται· οὐ μὴν διὰ τοῦτο ἡ τῆς σωτηρίας ὁδός κωλυθήσεται · τῶν γὰρ Χριστιανικῶν δογμάτων, καὶ ἐντολῶν τὰ μὲν κατ' ἐντολήν πράττεται, τὰ δὲ κὰθ ἑκούσιον εἰσφοράν. Τὸ μέν γὰρ πιστεύειν ὀρθῶς, καί ἀγαπᾷν τόν πλησίον, καί μὴ μνησικακεῖν τοῖς ἐχθροῖς, μήτε κλέπτειν, μὴ μοιχεύειν, καί ὅσα αἱ νομικαί περιέχουσιν ἐντολαί ὀφείλουσιν ἐξ ἀνάγκης φυλάττεσθαι · παραβαίνοντες γὰρ ταῦτα κρινόμεθα. Παρθενία μέντοι, καὶ ἀγαμία, καί ἀκτημοσύνη, καί ἀναχώρησις, καίθατέραν παρειὰν παρέχειν τῷ παίοντι, καί τῷ ἀφαιρούμενη τόν χιτώνα προθύμως προσαποδύεσθαι τό  ἱμάτιον, καί μεγαλοψύχω; Διασκιδνᾷν τὰ προσόντα τὰς πένησι, ταῦτα εἰ μὲν φυλάττοιτο, ἄγει τόν κατορθοῦντα πρός  τελειότητα · εἰ δὲ τούτων μὲν τὶς ἐλλειπής εἴη. τῶν δ' ἀναγκαίων ἐντολῶν καί δογμάτων τηρητής, οὐκ ἔξω τῶν σωζόμενων ἐστί· Διά τοῦτο ἐπί μὲν τῶν ἄλλων οὐκ εἶπεν · Εἰ θέλεις, μή κλέψης, μὴ φονεύσης, ἐπειδὴ ἀναγκαίως τηρεῖν ταῦτα ὤφειλεν. Εἰς δὲ τὰ κατὰ προαίρεσιν λόγον δώρων ἐπέχοντα ·Εἰ θέλεις, φησί, τέλειος γενέσθαι, πώλησον τά ὑπάρχοντά σου.  Πρός  τούτοις οὐδὲ πάντη σωματικῶς τόν τοῦ Κυρίου λόγον ἐκλαμβάνεσθαι χρή, ἀλλὰ νοεῖν προσήκει, ὡς πωλεῖν προτρεπόμεθα πάντως τὰ ἐπικτηθέντα ἡμῖν τῆς κακίας ἐπιτηδεύματα, καί πάντα δοῦναι τοῖς παντός ἀγαθόν πτωχεύουσι δαίμοσι, καί οὕτως ἐν μεθέξει γενέσθαι τῆς θείας ζωῆς. Οὔτε γὰρ ἡ κακία, οὔτε τὰ χρήματα κατὰ φύσιν ἡμέτερα, ἀλλ’ ἔξωθεν ἡμῖν  ἐπιγέγονεν. Ἀστεῖον δὲ καί μάλα πρόσφορον, καί τό  τῷ σοφῷ Ἰωάννη τῆς Κλίμακος ἐν τούτῳ τῷ ῥητῷ νοηθέν. Βοᾷ γὰρ ὁ λόγος· "Ὕπαγε, πώλησόν σου τὰ θελήματα τοῖς προεστῶσι καθηγηταῖς πτωχοῖς οὖσι τῷ πνεύματι οὕτω γὰρ δυνήση ἀκολουθῆσαι Χριστῷ. Ἀκούσαντος δὲ τοῦ πλουσίου, καί λυπηθέντος, φησίν ὁ Σωτήρ · «Πῶς δυσκόλως οἱ τὰ χρήματα  ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐκ εἶπεν, οἱ κεκτημένοι χρήματα, ἀλλ’ «οἱ ἔχοντες,» τουτέστιν οἱ·παρ’ ἑαυτοῖς ταῦτα κατέχοντες. Σφαλερῶς γὰρ ὁ πλοῦτος τῷ αὐτόν θησαυρίζοντι, τοῖς δὲ καλῶς χρωμένοις οὐ μόνον οὐ μεμπτέα τά χρήματα, ἀλλά καὶ ἀρετῆς ἄξια. «Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἤ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. > Ὁρᾶς ὅσον δυσχερές, καί ἀμήχανον, σωτηρίας τυχεῖν τόν τήν ἐπιθυμία τοῦ  πλούτου δουλούμενον ; Πλούσιον γὰρ λέγει αὐτόν εὔπορον ἁπλῶς, ἀλλὰ τόν διακαῇ ἐπιθυμίαν ἔχοντα τοῦ πλουτεῖν, καὶ περισκοπεῖν διαπαντός, ὅπως  ἐπαύξοιτο αὐτῷ τῆς κακίας ὁ μαμμωνᾶς. Ἐργῶδες οὖν τόν τοιοῦτον τῆς αἰώνιου βασιλείας τυχεῖν. Πλὴν ἄλλ’ ἐπειδή ὁ θεός ἡμῖν  διαλέγεται ὁ κελεύων ἐρευνᾶν τὰς Γραφάς, καί μὴ πρός  μόνον τό  φαινόμενον ἐπερείδειν τόν νοῦν, ἄλλα καί εἰς ὑψηλοτέρας ἐννοίας χωρεῖν · ὁ γὰρ μὸνῳ προσέχων τῷ γράμματι γῆν σιτεῖται τὴν ἀλόγων τροφὴν. Ὁ δέ ἀνιῶν πρός  τό  τοῦ λόγου πνευματικώτερον, οὐρανίω ἄρτῳ ἐκτρέφεται · μηδ’ ἐνταύθα τὴν κάμηλον αἰσθητῶς ὑπολάβωμεν. Εἰ γὰρ περί τοῦ  ζώου ἦν ὁ λόγος αὐτῷ, οὐχ ἂν πάντως ἀδύνατον ἐκάλεσεν εὐκοπώτερον. Ἦν γὰρ ἀκολουθότερον μᾶλλον εἰπεῖν, ὥσπερ ἀδύνατον κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν. Νῦν δὲ ἡ τοῦ εὐκοπωτέρου λέξις βαθύτερον τί νοεῖν ὑποτίθησιν, Οὒτ' οὖν τὴν κάμηλον προσήκει νοεῖν, οὔτε τόν τῆς νηός κάλων, ὡς τίνες τῶν ἑρμηνευτῶν ᾠήθησαν. Τί οὖν ἔστιν ὅ κατελάβομεν; Φασί τό  ζῶον τὴν κάμηλον ἀνεξάλειπτον τηρεῖν μνησικακίαν κατὰ τοῦ ἰσχυρῶς αὐτὴν πλήξαντος, καί παρ’ ὅλην αὐτῆς τὴν ζωὴν καιροσκοπεῖν, ὅπως  ἀμύνοιτο τόν λυπήσιντα. Ὥσπερ οὖν συνήθεια τῇ Γραφὴ ὀνομάζειν τοὺς ἐμπαθεῖς ἀπό τῆς φυσικῆς τῶν ἄλογων ἰδιότητος, κύνα μὲν τόν ἀναιδῆ, ἵππον δὲ τόν θηλυμανῆ, καὶ λύκον τὸν ἅρπαγα, καί τόν δολερόν τοῦ ἤθους ἀλώπεκα, οὕτω καί τόν μνησίκακον τῇ καμήλῳ ἀφομοιοῖ. Τὰ γὰρ τῶν ζώων πάθη τοῖς μὲν ἀλόγοις φύσις ἐστί, τῷ δέ ἀνθρώπῳ ζούμενα πάθη γίνεται. Ῥαφίς δὲ νοοῖτ’ ἄν ἀκολούθως ὁ διδασκαλικός λόγος ὁ τὰ διεστώτα συνάπτων, καὶ ἑνοποιῶν, καὶ ἐκ διαφόρων ἀρετῶν ὡς ἑνί ἀμφίῳ κοσμῶν τὴν ψυχήν, ἅτε τῷ τῆς ἀγάπης σπαρτὶῳ εἰς ἐν συναπτῶν αὐτάς. Ταύτης τῆς ῥαφίδος τρυμαλιὰ ἡ στενή, καὶ τεθλιμμένη πύλη, περί ἧς φησίν ὁ Σωτὴρ ὅτι ἡ στενὴ ἡ πύλη ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» Φησίν οὖν, ὡς εὐκοπώτερον τόν μνησίκακον ἄνθρωπον διὰ τῆς τελειότητος εἰσελθεῖν, ἤ τόν πλούσιον. Διά τί ; Ἐπειδή πᾶσα κακία τῇ παρελεύσει τοῦ φθονούμενου προσώπου, ἤ πράγματος διαλύεται, καί οἷον σβέννυται τό  πάθος λυθέντοςτοῦ ὑπεκκαύματος, καί οὕτως ἀπαλλαγείς τῆς μνησικακίας ὁ ἄνθρωπος δύναιτ' ἂν ἐπιλαβέσθαι τῆς ἀρετῆς, καὶ καταντῆσαι πρός τελειότητα. Τὸ δέ φιλοπλουτεῖν, καί ἀεί διακαῶς ἔχειν περί τά χρήματα, λίαν κακόν, καί μόλις τῷ θανάτῳ λυόμενον μόνῳ γὰρ τῷ βίω τούτω συναποτίθεται. Καί ὥσπερ ὁ τοῦ οἴνου κόρος τοῖς μεθύουσι γίνεται δίψης ἐπίτασις περιτηγανούσης αὐτοὺς τῆς οἰνοφλυγίας, καί ἀναφλεγούσης ἐπὶ πλεῖον τὴν ὄρεξιν, οὕτως οἱ φιλοχρήματοι, κὤν ὡς Κροῖσος πλουτοῖεν, κἄν ὡς ποταμὸς Πακτωλός, ἄπειρον αὐτοίς ἐπιῤῥέῃ χρυσδν, οὐ κορέννυνται. Ὅθεν δοκεῖ μοι καί ὁ παρ' Ἕλλησι μύθος τοῖς φιλοπλούτοις ἐλέγχειν τὴν νόσον, ἐν τῷ κατὰ τόν Μίδαν εἰκονικῷ διηγήματι, ὄς ἵνα κόρον τῆς ἑνούσης αὐτῷ φιλοχρηματίας εὗρε, τό  δύνασθαι δι’ εὐχῆς πᾶν, οὗ ἄψαιτο, μεταβάλλεοθαι εἰς χρυσόν. Οὐ γενομένου δικαίαν εὗρεν ἀμοιβὴν τῆς ἀπλήστου εὐχῆς. Πάντων γὰρ χρυσουμένων, ὧν ἥπτετο, λιμῶ, καί δίψει ἐνδίκως ἀπώλετο, διδάσκοντος τοῦ μύθου, καθάπερ ἐγώ οἷμαι, ὡς οἱ τῶν χρημάτων ἐρασταί τῇ ἐπιθυμία ἐναποθνήσκουσιν, ἀλλοτρίοις τόν πλοῦτον καταλιμπάνοντες. Εὐλόγως οὖν ὁ Κύριος ἐναπεφήνατο, μὴ δύνασθαι πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. Φύγωμεν οὖν, ἀδελφοί, τῆς ἐπαράτου φιλοκερδίας τὴν ὄρεξιν, τὴν ἀκερδή τῆς ψυχῆς τηκεδόνα, τῆς καρδίας τόν σῆτα, τόν ἐκμυζῶντα ταύτην ταῖς οἰκείαις φροντίσι, καὶ δαπανώντα. Παιδαγωγήσωμεν ἑαυτοὺς τοῖς ἀναγκαίοις ἀρκεῖσθαι· τό  δὲ περιττόν ὡς ἐπισφαλὲς ἀποσείεσθαι. Εἰ δὲ τινι προσγέγονε πλοῦτος ἀνεύθυνος, ἡ ἐκ προγόνων, ἡ ἀναμαρτήτου ἐπιτηδεύματος, θησαυριζέτω τούτου δι' ἐλεημοσύνης ἐν οὐρανοῖς, ἔνθα ἡμῶν τό στολίτευμα · ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίω ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.