Θεοφάνους Κεραμέως
Ὁμιλία ΙΓ-Περί τῆς παραβολῆς τοῦ δείπνου
(J.-P. Migne Patrologia Graeca, t. 132, 322Β-332Β)
Μυστικόν ἡμῖν δεῖπνον ἡ θεόλεκτος τοῦ Εὐαγγελίου φωνὴ προτίθησι σήμερον οὐ σωματικῆς τροφῆς αἴτιον, ἀλλὰ ψυκικὴς ἀπολαύσεως προόξενον. Ἑαυτοὺς οὖν ἀγαπητοί, πρός τὴν ἑστίασιν ἑτοιμάσωμεν κατέδοντες ἁρπαλέως τὰ νοήματα, ὣς ἐδέσματα, ἵν' ἀπέλθωμεν ἕκαστος κορεσθὲντες τῆς οὐρανίου τροφῆς, τῆς μὴ βαρυνούσης κὸρῳ τὸ σῶμα, ἀλλ' ἐλαφρυνούσης τοῦ νοῦ τὸ πτερόν πρός τὴν ἄνῳ φοράν, καί ἀπὸ τῶν γηΐνων, καὶ χαμερπῶν ἀναγούσης πρός τὰ οὐράνια. Μὴ τοὺς τὸν δεῖπνον παραιτησαμένους ἄφρονι λογισμῷ μιμησώμεθα, ἐπίσκεψιν ἀγρῶν, καὶ γεηπονίαν, καί γάμον τῆς δεσποτικῆς κλήσεως προτιμήσαντες, ἀλλ' ἄξιοι τοῦ ἑστιατορος δαιτυμόνες
γενώμεθα, καθαρὰν τὴν διάνοιαν ἐν τῇ ἀκροάσει τῶν παραβολικῶν λόγων φέροντες, οὗς δὴ ταῖς θεοφιλέσιν ὑμῶν ἀκοαῖς ἐπεξηγησώμεθα.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην · Ἄνθρωπος τὶς ἐποίησε δεῖπνον μέγαν, καί ἐκάλεσε πολλούς. Τῆς παρούσης παραβολῆς ὁ μέγας Ματθαῖος ἐπιμνησθείς οὐ δεῖπνον, ἀλλὰ γάμον φησίν, οὕτως
Ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίοιησε γάμους τῷ υἱῷ αὐτοῦ. Δισταζέτω δὲ μηδὲν ἐντεῦθεν ὁ τῶν ἀκροατῶν λογισμός, εἰ μὴ τίνες εἶεν φιλοκέρτομοι καὶ μεμψίμοιροι. Οὐ γὰρ ἀλλήλοιν τῷ Εὐαγγελιστὰ διαπεφωνήκατον, κἄν τοῦτο δοκῇ, ἀλλὰ καὶ σφόδρα συνάδετον. Τὸν αὐτόν γὰρ καί γάμον καί δεῖπνον ὀνομάζει τὸ Εὐαγγέλιον, ἀμφοτέρων δηλούντων τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον, ἐπειδὴ πρός τὴν τοῦ νοητοῦ γάμου συνάφειαν τὴν Ἐκκλησίαν ἠγάγετο, ἥν Σολομὼν ἐν τοῖς Ἄσμασι, καὶ Δαβὶδ ἐν Ψαλμοῖς νυμφοστολοῦσι τοῖς λόγοις. Ὃ μὲν προτρέπων τὴν νύμφην ἐπιλαθέσθαι τοῦ προτέρου λαοῦ, καὶ τοῦ ψευδωνύμου πατρός, καί τῷ βασιλεῖ, καὶ νυμφίῳ ἐξέρκεσθαι · Ἄκουσον γάρ, φησί, θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καῖ ἐπιθυμήσει
ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἐπιλάθομεν ἡ γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τοῦ τῆς ἀσεβείας λαοῦ, καί τοῦ νόθου πατρός, τοῦ διαβόλου φημί, ἔκλινε τὸ οὖς εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἡ δ’ ἐν τῷ Ἄσματι νύμφη πρός τὸν νοητὸν τοῦτον γάμον καλοῦσα τάς πιστευσάσας ψυχάς·Ἐξέλθετε, φησί, καὶ ἴδετε, θυγατέρες Ἱερουσαλήμ, ἐν τῷ βασιλεῖ Σολομώντι, καί ἐν τῷ στεφάνῳ, ὧ ἐστεφάνωσεν αὐτόν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρα νυμφεύσεως αὐτοῦ, διὰ μὲν τοῦ Σολομῶντος τὸν ἐκ τοῦ Σολομῶντος μηνύουσα, διὰ δὲ τῆς μητρός τὴν ὄντων αἰτίαν φύσιν τοῦ θεοῦ καί Πατρός· ὅς ἐπειδὴ κατὰ τὴν ἕαυτου φύσιν οὔτ' ἄρρεν οὔτε θῆλύ ἐστι, λέγοιτ' ἂν εἰκότως καὶ Πατήρ, καί Μήτηρ· φύσει μὲν τοῦ Υἱοῦ, χάριτι δὲ καί ἡμῶν. Τοῦτον τὸν γάμον αἰνιττόμενος ὁ Σωτήρ, προτρέπει τάς ὀσφύας ἔχειν ἡμᾶς διεζωσμένας,
καίτούς λύκνους καιομένους, καί ὁμοίους εἶναι ἀνθρώποις ἐκδεχομένοις πότε ὁ Κύριος αὐτῶν ἀναλύσει ἐκ τοῦ γάμου. Διὰ τούτων γὰρ βούλεται ἡμᾶς ἐζωσμένην ἔχειν τὴν ὀσφὺν τῇ ζώνῃ τῆς σωφροσύνης, καίομεν οὐ τοῦ λύχνου τοῦ συνειδότος τὸν ἡμέτερον βίον φωτίζοντος · ὁμοιοῦσθαί τε τοῖς ἁγίοις ἀγγέλοις, οἷ ταῖς οὐρανίαις ἐφεζόμενοι πύλαις, ἀπεκδέχοντο τὴν τοῦ Κυρίου ἀπὸ γῆς ἀναφοίτησιν, πότε ὑπονοστήσει διὰ τοῦ βαπτίσματος ἡμᾶς ἁρμοσάμενος καὶ εἰς τὸν οὐράνιον νυμφώνα εἰσοικισάμενος. Τούτῳ τῷ γάμῳ Παῦλος ὁ νυμφαγωγός συναπτὼν τοὺς μαθητὰς ἔλεγεν Ἡρμοσάμην ὑμᾶς ἑνί ἀνδρί παρθένον ἁγνήν παραστήσαι τῷ Χριστῷ, Νυμφίον δὲ τὸν Δεσπότην Χριστὸν καὶ Ἰωάννης ὁ μέγας κήρυξ ὠνόμασεν · Ὁ ἔχων γάρ, φησί, τὴν νύμφην νυμφίος ἔστιν, ὁ δὲ φίλος τοῦ νυμφίου χαρὰ χαίρει ἀκούων τήν φωνήν τοῦ νυμφίου. » Ὁρᾷς ὡς ὁ γάμος ἐστὶν ἡ πρός ἡμᾶς τοῦ θεοῦ Λόγου οἰκονομία, καί ἄρρητος κένωσις; Γάμος δὲ λέγεται διὰ τὸν πρός ἡμᾶς τοῦ Θεοῦ πόθον, καὶ διὰ τὴν ἁρμονίαν καὶ συνάφειαν. Δεῖπνος δὲ ὁ αὐτός, ὅτι ἐπὶ τέλει τῶν αἰώνων ἐγένετο, ὥσπερ ὁ δεῖπνος ἐπὶ τέλει τῆς ἡμέρας προτίθεται · Ὅτε γὰρ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, φησίν ὁ Ἀπόστολος, ἐξαπέστειλεν ὁ Θεός τὸν Υἱόν αὐτοῦ. Ἐν ἑσπέρᾳ δὲ καί τόν μυστικόν δεῖπνον ἑτοιμάσας ὁ Κύριος, ἐδίδου εἰς βρῶσιν ἑαυτόν τοῖς μαθηταῖς. Καὶ τοῦτο Μωυσῆς αἰνιττόμενος ἐν ἑσπερα, καί ὑπό λύχνοις ἐσθίειν τὸ Πάσκα προσέταξεν. Ἐν ἑσπέρᾳ γὰρ καὶ ὁ ὑπὲρ ἡμῶν τυθεὶς τοῖς φονευταῖς παρεδίδοτο. Δεῖπνος οὖν εἰκότως ἡ ἐν Χριστῷ κλῆσις ὠνόμασται.
Καί ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις ἔρχεσθαι, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Αὐτόν ἐκεῖνον ἀπέστειλε τὸν Πρωτότοκον καί Μονογενη· ἀλλὰ δοῦλον ἀκούων μηδὲν τι πάθῃς μικροόψυχον γραώδη σκηπτόμενος δεῖματα, ἐκδεδιώς μὴ ἄρα τὶ πάθη ἡ θεῖα φύσις ἐκ τοῦ δοῦλον κληθῆναι τὸν καθ’ ἡμᾶς ἑαυτόν σχηματίσαντα, καί ἐν τῇ τοῦ δούλου μορφὴ τὴν αἰσχύνην τὴν ἡμετέραν περιβαλλόμενον. Δεδούλευκε γὰρ ἀληθῶς ἵνα ἐλευθέρωσῃ τοὺς ἑαυτοὺς τῷ τυρὰννῳ καταδουλώσαντας. Οὕτως οὖν ἅπαντας εἰς τὸν νοητὸν τοῦτον δεῖπνον καλεῖ, καί βοᾷ κατασαλπίζων τάς ἀκοάς. Δεῦτε πρός μέ, πάντες οἱ κοπιῶντες, καί πεφορτισμενοι, κἄγω ἀναπαύσω ὑμᾶς. Ἕτοιμα δὲ εἶναι πάντα φησίν ἐξήπλωται δὲ πᾶσιν ἑτοίμως τὸ κήρυγμα ἑτοιμάζον τοῖς κεκλημένοις ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα, οὐρανῶν βασιλείας ἀπόλαυσιν. Ἀλλ’ οἱ τῇ ἀπάτη ἐνισχυμένοι καθάπερ ἰξῷ, σφᾶς αὐτοὺς ἀποστεροῦντες τῆς τῶν ἀγαθῶν μετοχῆς ἀπηνήναντο τὴν τοῦ θείου δείπνου ἀπόλαυσιν. Ἤρξαντο γάρ, φησίν, ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν ἀγρόν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν, ἐρωτῶ σέ, ἔχε μὲ
παρητημένον. Καί ἕτερος εἶπε, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά, ἐρωτῶ σέ, ἔχε με* παρητημένον. Καί ἕτερος εἶπε, Γυναῖκα ἔγημά, καί οὐ δύναμαι ἐλθεῖν. Τρεῖς εἰσίν οἱ τὸν γάμον παραιτησάμενοι, ὁ τὸν ἀγρόν ἠγορακώς, καὶ ὁ τὰ ζεύγη τῶν βοῶν ὠνησάμενος, καὶ ὁ τῇ γυναικί συζευχθείς.
Δίδωσιν οὖν διὰ τούτων νοεῖν, ὅτι τρεῖς τάξεις εἰσί τῶν παραιτησαμένων τὸ εὐαγγελικόν κήρυγμα. Ἕλληνες, Ἰουδαῖοι, καὶ τὰ ἄνομα Ἔθνη. Οἱ τε γὰρ τῇ ματαίᾳ σοφίᾳ προσκείμενοι Ἕλληνες ἐν τῇ κατανοήσει τοῦ κόσμου σφᾶς αὐτοὺς ἀσχολήσαντες, τὴν ἀληθῆ σοφίαν οὐ παρεδέξαντο λογισμοῖς ἀνθρωπίνοις τὸ πᾶν ἐπιτρέψαντες. Ἀγρόν τὸν κόσμον τροπικὼς ἡ Γραφὴ πολλάκις ὠνόμασε, καί τοῦτο σεσαφήνικεν ὁ Σωτὴρ ἐν τῇ τῶν ζιζανίων παραβολή, ἀγρόν τὸν κόσμον εἰπών. ἀλλὰ καὶ ὁ ἀγρός ὁ ἔχων κεκρυμμένον τὸν Θησαυρόν ὃ κόσμος ἔστιν, ἐν ᾧ καὶ ὁρκίζει τάς θυγατέρας Ἱερουσαλὴμ ἡ νύμφη τοῦ Ἄσματος· Ὅρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ· ἐν ταῖς δυνάμεσι, καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ.>Ἡ γοῦν Ἑλληνικὴ σοφία ἐν τῇ φυσικῇ κατανοήσει τούτου τοῦ ἀγροῦ πᾶσαν αὐτῆς τὴν ἰσχύν ἐκκενώσασα, ἀπείπατο τὸ σωτήριον κήρυγμα. Ἰουδαῖοι δὲ καθάπερ ζεύγη πέντε δεξάμενοι τὴν τοῦ Κυρίου δεκάλογον αἰσθητῶς τε ταύτην λαμβανόμενοι, καί σωματικας τάς ἐντολὰς φυλάττειν πειρώμένοι τῆς ἐν Χριστῷ ἐξέπεσον χάριτος. Ζεύγεσι δὲ εἴκασε τὴν δεκάλογον, ἐπειδὴ ἐξέρχονται ἀλλήλων αἱ ἐντολαί οἰονεί συνεζευγμέναι τυγχάνυουσαι. Τὸ γάρ ἀγαπήσεις Κύριον τὸν θεὸν σου, καὶ τὸν πλησίον σου ὣς ἑαυτόν , δύο μὲν εἰσίν ἐντολαί, εἷς δὲ ὁ τῆς ἀμφοτέρας ἀγάπης ζυγός. Οὕτω καί τό Μὴ κλὲψης, Μὴ μοιχεύσης, ἀλλήλοις μὲν διενηνόχατον, συνδεῖ δ' ἄμφω εἷς δεσμός, ἡ ἐγκράτεια, κλέπτης γὰρ καί ὁ συλῶν τὰ ἀλλότρια, καὶ ὁ ἀλλοτρίοις ἐπιβουλεύων κηδεύμασιν, καί τά μὲν ὑποκείμενα δύο. Τὸ δὲ ἐνεργόν, ἢ ἀπεῖργον ἁπλοῦν. Ὁρᾷς ὅπως πανσόφως ζεύγη τάς ἐντολὰς κατὰ συζυγίαν ἐκάλεσε.
Βουσὶ καί ταύτας ἀφομοιοῖ, ἅτε ἱερὰς οὔσας καί συμβολικὴ καλύπτομένας πακύτητι. Καθαρὸν γὰρ ζῷον καί γεηπόνον ἀμβλυτέραν ἔχον τὴν αἴσθησιν·
Οἱ οὖν Ἰουδαῖοι τούτων φύλακες εἶναι δοκοῦντες τὸν τοῦ Χριστοῦ ζυγόν παρητήσαντο. Χρὴ δὲ κἀκεῖνο δήπου σκοπεῖν · οὐ γὰρ εἶπε, Ζεύγη βοῶν ἠγόρασα πέντε, καί πορευομαι ἀροτριάσαι, ἀλλὰ, Πορεύομια δοκιμάσαι αὐτά. Τὶ οὖν τοῦτό ἐστιν ; ἐπειδὴ μόνον δοκιμασταὶ εἰσιν οἱ Ἰουδαῖοι τῶν ἐντολῶν» οὐχὶ τηρηταί, κἄν ὅτι μάλιστα οἴονται νομοφυλακεῖν.
Αἰσθητῶς γὰρ τοῖς τοῦ νόμου προσέκοντες παραγγέλμασιν εἰκότως, λέγονται μόνον ἀποπειρᾶσθαι, ἀλλ' οὐκ ἐργάζεσθαι. Ὁ δὲ τὴν γυναῖκα γήμας ἠνίττετο τὰ δεδουλωμενα ἔθνη ταῖς ἠδοναῖς, καί κεχη-
νότα ἐν αὐταῖς ἀκρατῶς. Ὁποίους ὁρῶμεν τοὺς ὁμόρους ἡμῖν ἀπογόνους τοῦ Ἰσμαήλ, οἱ δὴ θαμινῶς ἄλλας ἀντ' ἄλλων γυναίκας ἀμείβοντας, καθάπερ εἰς ὀχείαν γεγονότες δίκην τετραπόδων, καὶ γάστρα καὶ τοῖς μετὰ γαστέρα πάθεσιν ὑποκύπτοντες, καί χύδην ταῖς ἡδοναῖς καλινδούμενοι, πρός τὸ εὐαγγελικόν κήρυγμα μύουσι τὰ τοῦ νοός αἰσθητήρια. Ἠρκέσθη δὲ ὁ λόγος διὰ τῆς γυναικός τὸ ποικίλον ὀφθῆναι τῶν ἡδονῶν. Ἄθρει δὲ σοφίαν ἄφαντον κεκρυμμένην τοῖς ῥήμασιν, ἥν εἰ παρέλθοιμεν, γένοιτ' ἂν ἡμῖν οὐκ ἀζήμιον. Ὁ μέν γάρ τόν ἀγρόν ἠγορακώς καί τά ζεύγη ἐωνηκώς, ἀμφότεροι μετὰ παρακλήσεως πεποιήκατον τὴν παραίτησιν · Ἐρωτῶ σε, γάρ, φησίν,
ἔχε με παρῃτημένον · ὁ δὲ τὴν γυναῖκα γήμας, ἀδυνατεῖν ἔφη πρός τὸ δεῖπνον ἐλθεῖν· φησί γὰρ · Γυναῖκα ἔγημα, καί οὐ δύναμαι ἐλθεῖν. Οἱ γὰρ τῇ τοῦ κόσμου σοφίᾳ προσέχοντες, δυναιντ’ ἂν καί τόν Εὐαγγελικόν λόγον δέξασθαι · ἡ τε γὰρ φυσικὴ καὶ ἠθικὴ τῶν Ἑλλήνων φιλοσοφία ὁδηγός μᾶλλον τῆς εἰς Χριστὸν γένοιτο πίστεως, καί οἱ ἐξ Ἰουδαίων τότε μάλιστα ἔσονται τῶν νομικῶν ἐντολῶν τηρηταί, ὅταν γένωνται τοῦ Χριστοῦ μαθηταί. Γνόντες γὰρ τὸν ὑπό τοῦ νόμου, καὶ τῶν προφητῶν κηρυττόμενον, διδαχθῆσονται μετὰ τῶν ζεύγεων ἀροτριᾷν τὴν τῆς πίστεως αὔλακα · νῦν γὰρ δοκιμάζουσι μόνον, ὡς λέλεκται. Ὁ δὲ ταῖς ἥδοναις ἀσυνέτως δουλαγωγοῦύμενος οὐ δύναται δέξασθαι τῆς ἐγκρατείας καὶ σωφροσύνης τὸ Εὐαγγέλιον. Εἰς γὰρ ἀσύνετον ψυχήν, σοφία οὐκ εἰσελεύσεται. Καίοἱ τοῦ κηρύγματος μαργαρῖται τοῖς χοιρώδεσιν ἀνθρώποις οὐ δίδονται. Διὰ τοῦτο οὗτοι μὲν αἰτιασθηῆναι παρακαλοῦσιν · ὁ δὲ εἰδώς ἀδύνατον θεῷ δουλεύειν, καὶ ἥδοναῖς. Οὐ δύναμαι, εἶπεν ἔλθεῖν. Ὁ γὰρ δεῖπνος δέχεται, καὶ τὸν κτώμενον τὸν ἄἀγρόν, καί τόν ἠγορακότα τά ζεύγη, οὐ μὴν τὸν μὴ ἐνδεδυμένον τῆς ἀφθαρσίας τὸ ἔνδυμα, οὕτω μὲν οὖν δέδεικται, ὡς ἐν τοῖς τρισί τούτοις τόποις ἀποπίπτουσιν οἱ μὴ παραδεξάμενοι τὴν τοῦ Κυρίου ἐνανθρώπησιν · τοιγαροῦν καὶ τὰ ἑξῆς ἐξετάσωμεν.
Τότε ὀργισθείς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ. Ἔξελθε εἰς τάς πλατείας, καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχούς καί ἀναπήρους καὶ χωλούς, καί τυφλούς εἰσάγαγε ὧδε. Πλατείας ἀκούων, καί ρύμας εὐθύς, ὡς ἔγω οἶμαι, νενόηκας τὴν πλατείαν τῆς ἀπωλείας ὁδόν, καὶ εὐρύχωρον, περί ἥν ἁλῶνται οἱ πτωχοί πάσης ἀρετῆς, οἱ τῇ ἐνδείᾳ τοῦ ἐπουρανίου ἄρτου λιμώττοντες, καί οἱ πεπηρωμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια, καί πρός τὴν τῆς ἀρετῆς πορείαν χωλεύοντες, καί oἱ τῷ φραγμῷ τῆς ἁμαρτίας περιειργόμενοι. Τούτους ἅπαντας ὁ εὐαγγελικὸς λόγος διὰ πίστεως τοῦ μυστικοῦ δείπνου μετασχεῖν παρεσκεύασεν. Ἀλλὰ τῆς ἡμετέρας φύσεως τιμηθείσης αὐτεξουσιότητι, καί τήν πρός ἀρετήν, ἢ κακίαν ὁρμήν ἐχούσης ἀδέσποτον, πῶς ἀναγκάζειν τοὺς κεκλημένους παρεγγυᾷ Φησί γάρ · Ἔξελθε δὶς τάς ὁδούς καὶ φραγμούς, καί ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Ἀνάγκην ἐνταῦθα οὐ τὴν βίαν προσήκει νοεῖν, ἀλλὰ τὴν πολλοῖς πολλάκις γινομένην πρόξενον σωτηρίας περίστασιν. Πολλοὶ γὰρ πειρασμοὺς περιπεσόντες, δι' αὐτῶν ἐν αἰσθήσει γεγόνασι τοῦ βελτίονος, καὶ σωτηρίας αὐτοῖς ὁ ἀκούσιος πειρασμός γέγονεν αἴτιος. Γένοιτο δὲ καί ἡμᾶς τοῦ μέλλοντος ἐκείνου δείπνου κατατρυφῆσαι ἐκτυπώτερον τέ, καὶ τελειότερον, ὁπηνίκα θεός ἐν μέσῳ θεῶν τὴν μακαρίαν ἀπόλαυσιν τοῖς ἀξίοις χαρίζεται, ἥτις οὐκ ἄλλη τίς ἐστιν, ἀλλ' ἡ τῆς ἁγίας, καί ζωαρχικῆς Τριάδος ἀληθὴς κατανόησις, ἧ πρέπει πᾶσα δόξα, τιμή, καί προσκύνησις νῦν, καὶ ἀεὶ καί εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.