Θεοφάνους Κεραμέως

Ὁμιλία ΙΓ-Περί τῆς παραβολῆς τοῦ δείπνου

 

(J.-P. Migne Patrologia Graeca, t. 132, 322Β-332Β)

 

Μυστικόν ἡμῖν δεῖ­πνον ἡ θε­όλε­κτος τοῦ Εὐ­αγ­γε­λί­ου φω­νὴ προ­τί­θη­σι σή­με­ρον οὐ σω­μα­τι­κῆς τρο­φῆς αἴ­τι­ον, ἀλ­λὰ  ψυ­κι­κὴς ἀ­πο­λαύ­σε­ως­ προόξε­νον. Ἑ­αυ­τοὺς οὖν ἀ­γα­πη­τοί, πρός  τὴν ἑστί­α­σιν ἑτοι­μά­σω­μεν κα­τέ­δον­τες ἁρ­πα­λέως τὰ νο­ή­μα­τα, ὣς ἐ­δέ­σμα­τα, ἵν' ἀ­πέλ­θω­μεν ἕ­κα­στος κο­ρε­σθὲντες τῆς οὐ­ρα­νί­ου τρο­φῆς, τῆς μὴ βα­ρυ­νού­σης κὸρῳ τὸ  σῶ­μα, ἀλλ' ἐ­λαφρυ­νού­σης τοῦ νοῦ τὸ  πτερ­όν πρός  τὴν ἄ­νῳ φοράν, καί ἀ­πὸ τῶν γη­ΐ­νων, καὶ χα­μερ­πῶν ἀ­να­γού­σης πρός τὰ οὐ­ρά­νι­α. Μὴ τοὺς τὸν  δεῖ­πνον πα­ραι­τη­σα­μένους ἄ­φρονι λο­γι­σμῷ μι­μη­σώ­με­θα, ἐ­πί­σκε­ψιν ἀ­γρῶν, καὶ γε­η­πο­νί­αν, καί γά­μον τῆς δε­σπο­τι­κῆς κλή­σε­ως προτι­μή­σαν­τες, ἀλλ' ἄ­ξι­οι τοῦ ἑστι­α­το­ρος δαιτυμό­νες

γε­νώ­με­θα, κα­θα­ρὰν τὴν δι­ά­νοι­αν ἐν  τῇ ἀ­κρο­ά­σει τῶν πα­ρα­βο­λι­κῶν λό­γων φέ­ρον­τες, οὗς δὴ ταῖς  θε­ο­φι­λέ­σιν ὑ­μῶν ἀ­κο­αῖς ἐ­πε­ξη­γη­σώ­με­θα.

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την · Ἄν­θρω­πος τὶς ἐ­ποί­η­σε δεῖ­πνον μέ­γαν, καί ἐκά­λε­σε πολ­λούς. Τῆς πα­ρού­σης πα­ρα­βο­λῆς ὁ μέ­γας Ματ­θαῖ­ος ἐ­πι­μνη­σθείς οὐ δεῖ­πνον, ἀλ­λὰ  γά­μον φη­σίν, οὕ­τως

Ὁ­μοι­ώθη ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν ἀν­θρώπῳ βα­σι­λεῖ, ὅ­στις  ἐ­ποίοι­η­σε γά­μους τῷ υἱῷ αὐ­τοῦ. Δι­στα­ζέ­τω δὲ μη­δὲν ἐν­τεῦ­θεν ὁ τῶν ἀ­κρο­α­τῶν λογι­σμός, εἰ μὴ τί­νες εἶεν φι­λο­κέρ­το­μοι καὶ μεμ­ψί­μοι­ροι. Οὐ γὰρ ἀλ­λή­λοιν τῷ Εὐ­αγ­γε­λι­στὰ δι­α­πε­φωνή­κα­τον, κἄν τοῦ­το δο­κῇ, ἀλ­λὰ  καὶ σφό­δρα συ­νά­δετον. Τὸν  αὐ­τόν  γὰρ καί­ γάμον καί δεῖ­πνον ὀνο­μά­ζει τὸ  Εὐ­αγ­γέ­λι­ον, ἀμ­φο­τέ­ρων δη­λούν­των τῆς ἐ­ναν­θρω­πή­σε­ως τοῦ Μο­νο­γε­νοῦς τὸ  μυ­στή­ρι­ον, ἐ­πει­δὴ πρός τὴν τοῦ νο­η­τοῦ γά­μου συ­νά­φει­αν τὴν Ἐκ­κλη­σί­αν ἠ­γά­γε­το, ἥν Σο­λο­μὼν ἐν  τοῖς Ἄ­σμα­σι, καὶ Δα­βὶδ ἐν Ψαλ­μοῖς νυμ­φο­στο­λοῦ­σι τοῖς λό­γοις. Ὃ μὲν  προ­τρέ­πων τὴν νύμ­φην ἐ­πι­λα­θέ­σθαι τοῦ προ­τέ­ρου λα­οῦ, καὶ τοῦ ψευ­δω­νύ­μου πα­τρός, καί­ τῷ βα­σι­λεῖ, καὶ νυμ­φί­ῳ ἐ­ξέρ­κε­σθαι · Ἄ­κου­σον γάρ, φη­σί, θυγάτερ, καὶ ἴ­δε, καὶ κλῖ­νον τὸ  οὖς σου, καὶ ἐ­πι­λά­θ­ου τοῦ λα­οῦ σου, καὶ τοῦ οἴ­κου τοῦ πα­τρός σου, καῖ ἐπιθυ­μή­σει

ὁ βα­σι­λεὺς τοῦ κάλ­λους σου. Ἐ­πι­λά­θο­μεν ἡ γὰρ ἡ ἐξ ἐ­θνῶν Ἐκ­κλη­σί­α τοῦ τῆς ἀ­σε­βεί­ας λα­οῦ, καί­ τοῦ νό­θου πα­τρός, τοῦ δι­α­βό­λου φη­μί, ἔ­κλι­νε τὸ  οὖς εἰς τὴν ὑ­πα­κο­ὴν τοῦ Χρι­στοῦ. Ἡ δ’ ἐν  τῷ Ἄσμα­τι νύμ­φη πρός  τὸν  νο­η­τὸν  τοῦ­τον γά­μον κα­λοῦ­σα τάς πι­στευ­σά­σας ψυ­χάς·Ἐ­ξέλ­θε­τε, φη­σί, καὶ ἴ­δε­τε, θυ­γα­τέ­ρες Ἱ­ε­ρου­σα­λήμ, ἐν  τῷ βα­σι­λεῖ Σο­λο­μών­τι, καί ἐν  τῷ στε­φάνῳ, ὧ ἐ­στε­φά­νω­σεν αὐτόν ἡ μή­τηρ αὐ­τοῦ ἐ­ν ἡ­μέ­ρα νυμ­φεύσεως αὐ­τοῦ, δι­ὰ μὲν  τοῦ Σο­λο­μῶν­τος τὸν  ἐκ τοῦ Σο­λο­μῶν­τος μηνύ­ου­σα, δι­ὰ δὲ τῆς μη­τρός τὴν ὄντων αἰ­τίαν φύ­σιν τοῦ θε­οῦ καί ­Πα­τρός· ὅς ἐ­πει­δὴ κα­τὰ τὴν ἕ­αυ­του  φύ­σιν οὔτ' ἄρρ­εν οὔ­τε θῆ­λύ ἐ­στι, λέ­γοιτ' ἂν εἰκό­τως καὶ Πα­τήρ, καί­ Μή­τηρ· φύ­σει μὲν  τοῦ Υἱ­οῦ, χά­ρι­τι δὲ καί ἡ­μῶν. Τοῦ­τον τὸν  γά­μον αἰ­νιτ­τό­με­νος ὁ Σω­τήρ, προ­τρέ­πει τάς ὀσφύ­ας ἔ­χειν ἡ­μᾶς δι­ε­ζω­σμένας,

καί­τούς λύ­κνους και­ο­μένους, καί ­ὁ­μοί­ους εἶναι­ ἀνθ­ρώ­ποις ἐκ­δε­χο­μένοις πό­τε ὁ Κύ­ρι­ος αὐ­τῶν ἀ­να­λύ­σει ἐκ τοῦ γά­μου. Δι­ὰ τού­των γὰρ βού­λε­ται ἡμᾶς ἐ­ζω­σμένην ἔ­χειν τὴν ὀσφὺν τῇ ζώ­νῃ τῆς σω­φρο­σύ­νης, καί­ο­μεν οὐ τοῦ λύ­χνου τοῦ συ­νει­δό­τος τὸν  ἡμέ­τερον βί­ον φω­τίζον­τος · ὁ­μοι­οῦ­σθαί τε το­ῖς ἁγί­οις ἀγγέ­λοις, οἷ ταῖς  οὐ­ρα­νί­αις ἐ­φε­ζό­με­νοι πύ­λαις, ἀ­πεκ­δέχον­το τὴν τοῦ Κυ­ρί­ου ἀ­πὸ γῆς ἀ­να­φοί­τη­σιν, πό­τε ὑ­πο­νο­στή­σει δι­ὰ τοῦ βα­πτί­σμα­τος ἡ­μᾶς ἁρ­μο­σά­με­νος καὶ εἰς τὸν  οὐ­ράνι­ον νυμ­φώνα εἰ­σοι­κι­σάμε­νος. Τού­τῳ τῷ γάμῳ Παῦ­λος ὁ νυμ­φα­γω­γός συ­να­πτὼν τοὺς μα­θη­τὰς ἔλε­γεν Ἡρ­μο­σά­μην ὑ­μᾶς ἑνί ἀν­δρί παρ­θένον ἁγνήν πα­ρα­στή­σαι τῷ Χρι­στῷ, Νυμ­φί­ον δὲ τὸν  Δε­σπό­την Χρι­στὸν  καὶ Ἰω­άν­νης ὁ μέ­γας κή­ρυξ ὠ­νό­μα­σεν · Ὁ ἔ­χων γάρ, φη­σί, τὴν νύμ­φην νυμ­φί­ος ἔ­στιν, ὁ δὲ φί­λος τοῦ νυμ­φί­ου χα­ρὰ χαί­ρει ἀκού­ων τήν ­φω­νήν­ τοῦ νυμ­φί­ου. » Ὁ­ρᾷς ὡς ὁ γά­μος ἐ­στὶν ἡ πρός  ἡμᾶς τοῦ θε­οῦ Λόγου οἰ­κο­νο­μί­α, καί ἄ­ρρη­τος κένω­σις; Γά­μος δὲ λέ­γε­ται δι­ὰ τὸν  πρός  ἡμᾶς τοῦ Θε­οῦ πό­θον, καὶ δι­ὰ τὴν ἁρ­μο­νί­αν καὶ συ­νά­φει­αν. Δεῖ­πνος δὲ ὁ αὐ­τός, ὅτι ἐ­πὶ τέ­λει τῶν αἰώ­νων ἐ­γένε­το, ὥ­σπερ ὁ δεῖ­πνος ἐ­πὶ τέ­λει τῆς ἡ­μέ­ρας προ­τί­θε­ται · Ὅ­τε γὰρ ἦλ­θε τὸ  πλή­ρω­μα τοῦ χρό­νου, φη­σίν ὁ Ἀ­πό­στο­λος, ἐ­ξα­πέ­στει­λεν ὁ Θεός τὸν Υἱόν αὐτοῦ. Ἐν  ἑ­σπέ­ρᾳ δὲ καί τόν  μυ­στικ­όν δεῖπ­νον ἑ­τοι­μά­σας ὁ Κύ­ρι­ος, ἐ­δίδου εἰς βρῶ­σιν ἑ­αυ­τόν τοῖς μα­θη­ταῖς. Καὶ τοῦ­το Μω­υσῆς αἰ­νιτ­τό­με­νος ἐν  ἑσπε­ρα, καί­ ὑπό λύ­χνοις ἐσθίειν τὸ  Πά­σκα προ­σέ­ταξεν. Ἐν  ἑ­σπέ­ρᾳ γὰρ καὶ ὁ ὑ­πὲρ ἡμῶν τυ­θεὶς τοῖς φο­νευ­ταῖς  πα­ρε­δί­δο­το. Δεῖ­πνος οὖν εἰκό­τως ἡ ἐν Χρι­στῷ κλῆ­σις ὠ­νό­μα­σται.

Καί ἀ­πέστει­λε τὸν  δοῦ­λον αὐ­τοῦ τῇ ὥ­ρᾳ τοῦ δεί­πνου εἰ­πεῖν τοῖς κε­κλη­μένοις ἔρ­χε­σθαι, ὅτι ἤ­δη ἕ­τοι­μά ἐ­στι πάν­τα. Αὐ­τόν  ἐ­κεῖ­νον ἀ­πέ­στει­λε τὸν  Πρω­τότο­κον καί ­Μο­νο­γε­νη· ἀλ­λὰ  δοῦ­λον ἀ­κού­ων μη­δὲν  τι πά­θῃς μι­κροόψυ­χον γρα­ώ­δη σκη­πτό­με­νος δεῖμα­τα, ἐκ­δε­δι­ώς μὴ ἄ­ρα τὶ πά­θη ἡ θεῖ­α φύ­σις ἐκ τοῦ δοῦ­λον κλη­θῆ­ναι τὸν  καθ’ ἡμᾶς ἑαυ­τόν  σχη­μα­τίσαν­τα, καί ἐν  τῇ τοῦ δού­λου μορ­φὴ τὴν αἰ­σχύνην τὴν ἡ­με­τέ­ραν πε­ρι­βαλ­λό­με­νον. Δε­δού­λευ­κε γὰρ ἀ­λη­θῶς ἵ­να ἐ­λευ­θέ­ρω­σῃ τοὺς ἑ­αυ­τοὺς τῷ τυ­ρὰννῳ κα­τα­δου­λώ­σαν­τας. Οὕ­τως οὖν ἅ­παν­τας εἰς τὸν  νο­ητὸν  τοῦ­τον δεῖ­πνον κα­λεῖ, καί ­βο­ᾷ κα­τα­σαλ­πί­ζων τάς ἀκο­άς. Δεῦ­τε πρός μέ, πάν­τες οἱ κο­πι­ῶν­τες, καί πε­φορ­τι­σμενοι, κἄγω ἀ­να­παύ­σω ὑ­μᾶς.  Ἕ­τοι­μα δὲ εἶναι ­πάν­τα φη­σίν ἐ­ξή­πλω­ται δὲ πᾶ­σιν ἑτοί­μως τὸ  κή­ρυγ­μα ἑτοι­μάζον τοῖς κε­κλη­μένοις ἁ­μαρ­τι­ῶν ἀπό­θεσιν, Πνεύ­μα­τος ἁ­γί­ου μέ­θε­ξιν, υἱ­ο­θε­σί­ας λαμ­πρό­τη­τα, οὐ­ρα­νῶν βα­σι­λεί­ας ἀ­πό­λαυ­σιν. Ἀλλ’ οἱ τῇ ἀπά­τη ἐ­νι­σχυ­μένοι κα­θά­περ ἰξῷ, σφᾶς αὐτοὺς ἀ­ποστε­ροῦν­τες τῆς τῶν ἀ­γα­θῶν με­το­χῆς ἀ­πη­νή­ναν­το τὴν τοῦ θεί­ου δεί­πνου ἀ­πό­λαυ­σιν. Ἤρ­ξαν­το­ γάρ, φησίν, ἀ­πὸ μι­ᾶς πα­ραι­τεῖ­σθαι πάν­τες. Ὁ πρῶ­τος εἶ­πεν ἀ­γρόν ἠ­γό­ρα­σα, καὶ ἔ­χω  ἀ­νάγ­κην ἐξελ­θεῖν, καὶ ἰδεῖν αὐ­τόν, ἐ­ρω­τῶ σέ, ἔ­χε μὲ

παρητη­μένον. Καί ἕ­τε­ρος εἶ­πε,  Ζεύ­γη βο­ῶν ἠγόρα­σα πέντε, καὶ πο­ρεύ­ο­μαι δο­κιμάσαι αὐ­τά, ἐ­ρω­τῶ σέ, ἔ­χε με* πα­ρη­τη­μένον. Καί ἕ­τε­ρος εἶ­πε,  Γυ­ναῖ­κα ἔγημά, καί οὐ δύ­να­μαι ἐλ­θεῖν. Τρεῖς εἰσίν οἱ τὸν  γά­μον πα­ραιτη­σά­με­νοι, ὁ τὸν  ἀ­γρόν ἠ­γο­ρα­κώς, καὶ ὁ τὰ ζεύ­γη τῶν βο­ῶν ὠ­νη­σάμε­νος, καὶ ὁ τῇ γυ­ναικί συ­ζευχ­θείς.

Δίδω­σιν οὖν δι­ὰ τού­των νο­εῖν, ὅτι τρεῖς τά­ξεις εἰσί τῶν πα­ραι­τη­σα­μένων τὸ  εὐ­αγ­γε­λικ­όν κή­ρυγ­μα. Ἕλ­λη­νες, Ἰ­ου­δαῖ­οι, καὶ τὰ ἄ­νο­μα Ἔ­θνη. Οἱ τε γὰρ τῇ μα­ταί­ᾳ σο­φί­ᾳ προ­σκεί­με­νοι Ἕλ­λη­νες ἐν  τῇ κα­τα­νο­ή­σει τοῦ κόσμου σφᾶς αὐ­τοὺς ἀ­σχο­λήσαν­τες, τὴν ἀ­λη­θῆ σο­φί­αν οὐ πα­ρε­δέξαντο λο­γι­σμοῖς ἀνθρω­πί­νοις τὸ  πᾶν ἐ­πι­τρέ­ψαν­τες. Ἀγρόν τὸν  κόσμον τρο­πι­κὼς ἡ Γρα­φὴ πολ­λά­κις ὠ­νό­μα­σε, καί τοῦ­το σε­σα­φή­νι­κεν ὁ Σω­τὴρ ἐν  τῇ τῶν ζι­ζα­νί­ων πα­ρα­βο­λή, ἀγρόν τὸν  κό­σμον εἰπών. ἀλ­λὰ  καὶ ὁ ἀ­γρός ὁ ἔχων κε­κρυμ­μένον τὸν Θ­η­σαυρ­όν ὃ κό­σμος ἔ­στιν, ἐν  ᾧ καὶ ὁρ­κί­ζει τάς θυ­γα­τέ­ρας Ἱ­ε­ρου­σα­λὴμ ἡ νύμ­φη τοῦ Ἄσμα­τος·  Ὅρ­κι­σα ὑ­μᾶς, θυ­γα­τέ­ρες Ἱ­ε­ρου­σα­λήμ· ἐν  ταῖς  δυ­νά­με­σι, καὶ ἐν  ταῖς ἰ­σχύ­σε­σι τοῦ ἀ­γροῦ.>Ἡ γοῦν Ἑλ­λη­νι­κὴ σο­φί­α ἐν τῇ φυ­σι­κῇ κα­τα­νο­ή­σει τού­του τοῦ ἀ­γροῦ πᾶ­σαν αὐ­τῆς τὴν ἰ­σχύν ἐκ­κε­νώ­σα­σα, ἀ­πεί­πα­το τὸ  σω­τή­ρι­ον κή­ρυγ­μα. Ἰ­ου­δαῖ­οι δὲ κα­θά­περ ζεύ­γη πέντε δε­ξά­με­νοι τὴν τοῦ Κυ­ρί­ου δε­κά­λο­γον αἰ­σθ­η­τῶς τε ταύ­την λαμ­βα­νό­με­νοι, καί ­σω­μα­τι­κας τάς ἐντο­λὰς φυ­λάτ­τειν πει­ρώμέ­νοι τῆς ἐν  Χρι­στῷ ἐ­ξέ­πε­σον χά­ρι­τος. Ζεύ­γε­σι δὲ εἴ­κα­σε τὴν δε­κά­λο­γον, ἐ­πει­δὴ ἐ­ξέρ­χον­ται ἀλ­λή­λων αἱ ἐντο­λαί οἰ­ο­νεί συ­νε­ζευγ­μέναι τυγ­χά­νυ­ου­σαι. Τὸ γάρ ἀ­γα­πή­σεις Κύ­ρι­ον τὸν  θε­ὸν σου, καὶ τὸν  πλη­σί­ον σου ὣς ἑαυ­τόν , δύ­ο μὲν  εἰ­σίν ἐντο­λαί, εἷς δὲ ὁ τῆς ἀμ­φο­τέ­ρας ἀ­γά­πης ζυ­γός. Οὕ­τω καί τό Μὴ κλὲψης, Μὴ μο­ιχεύ­σης, ἀλ­λή­λοις μὲν  δι­ε­νη­νό­χα­τον, συν­δεῖ δ' ἄμ­φω εἷς δε­σμός, ἡ ἐγ­κρά­τει­α,  κλέ­πτης γὰρ καί ­ὁ συ­λῶν τὰ ἀλ­λό­τρι­α, καὶ ὁ ἀλ­λο­τρί­οις ἐπι­βουλεύ­ων κη­δεύ­μα­σιν,  καί­ τά μὲν  ὑ­πο­κεί­με­να δύ­ο. Τὸ δὲ ἐνερ­γόν, ἢ ἀ­πεῖρ­γον ἁ­πλοῦν. Ὁρᾷς ὅπως πανσό­φως ζεύ­γη τάς ἐντο­λὰς κα­τὰ συ­ζυ­γί­αν ἐ­κά­λε­σε.

Βου­σὶ καί­ ταύ­τας ἀ­φο­μοι­οῖ, ἅτε ἱ­ε­ρὰς οὔ­σας καί συ­μβ­ο­λι­κὴ κα­λύ­πτο­μένας πα­κύ­τη­τι. Κα­θα­ρὸν γὰρ ζῷ­ον καί γε­η­πό­νον ἀμ­βλυ­τέραν ἔχον τὴν αἴ­σθη­σιν·

Οἱ οὖν Ἰ­ου­δαῖ­οι τού­των φύ­λα­κες εἶναι ­δο­κοῦντες τὸν τοῦ Χρι­στοῦ ζυ­γόν πα­ρη­τή­σαν­το. Χρὴ δὲ κἀ­κεῖνο δή­που σκο­πεῖν · οὐ γὰρ εἶ­πε, Ζεύ­γη βο­ῶν ἠ­γόρα­σα πέντε, καί ­πο­ρευ­ο­μαι ἀ­ρο­τρι­ά­σαι, ἀλ­λὰ, Πο­ρεύ­ο­μια δο­κι­μά­σαι αὐ­τά. Τὶ οὖν τοῦ­τό ἐ­στιν ; ἐ­πει­δὴ μό­νον δο­κι­μα­σταὶ εἰσιν οἱ Ἰ­ου­δαῖ­οι τῶν ἐν­το­λῶν» οὐ­χὶ τη­ρη­ταί, κἄν ὅ­τι μά­λι­στα οἴ­ον­ται νο­μο­φυ­λα­κεῖν.

Αἰ­σθη­τῶς γὰρ τοῖς τοῦ νόμου προ­σέ­κον­τες πα­ραγγέλ­μα­σιν εἰκ­ότως, λέ­γον­ται μό­νον ἀ­πο­πει­ρᾶ­σθαι, ἀλλ' οὐκ ἐρ­γά­ζε­σθαι. Ὁ δὲ τὴν γυ­ναῖ­κα γή­μας ἠνίττε­το τὰ δε­δου­λω­μενα ἔ­θνη ταῖς  ἠ­δο­να­ῖς, καί ­κεχη-

νό­τα ἐν  αὐταῖς  ἀ­κρα­τῶς. Ὁ­ποί­ους ὁ­ρῶ­μεν τοὺς ὁμό­ρους ἡ­μῖν ἀ­πο­γό­νους τοῦ Ἰ­σμα­ήλ, οἱ δὴ θα­μι­νῶς ἄλ­λας ἀντ' ἄλ­λων γυ­ναί­κας ἀ­μεί­βον­τας, κα­θά­περ εἰς ὀχεί­αν γε­γο­νό­τες δί­κην τε­τρα­πό­δων, καὶ γά­στρα καὶ τοῖς με­τὰ γα­στέ­ρα πά­θε­σιν ὑ­πο­κύ­πτον­τες, καί­ χύ­δην ταῖς  ἡδο­ναῖς κα­λιν­δού­με­νοι, πρός  τὸ  εὐ­αγ­γε­λικ­όν κή­ρυγ­μα μύ­ου­σι τὰ τοῦ νοός αἰ­σθη­τή­ρι­α. Ἠρ­κέ­σθ­η δὲ ὁ λόγος δι­ὰ τῆς γυ­ναικ­ός τὸ  ποι­κί­λον ὀφθῆ­ναι τῶν ἡ­δο­νῶν. Ἄ­θρει δὲ σο­φί­αν ἄ­φαν­τον κε­κρυμ­μένην τοῖς ῥή­μα­σιν, ἥν εἰ πα­ρέλ­θοι­μεν, γένοιτ' ἂν ἡμῖν οὐκ ἀ­ζήμι­ον. Ὁ μέν γάρ τόν ἀγρόν ἠγορακώς καί τά ζεύ­γη ἐ­ω­νη­κώς, ἀμ­φό­τε­ροι με­τὰ πα­ρα­κλή­σε­ως πεποι­ή­κα­τον τὴν πα­ραί­τη­σιν · Ἐ­ρω­τῶ σε, γάρ, φη­σίν,

ἔ­χε με παρ­ῃτη­μένον · ὁ δὲ τὴν γυ­ναῖ­κα γήμας, ἀ­δυ­να­τεῖν ἔ­φη πρός  τὸ  δεῖ­πνον ἐλ­θεῖν· φησί γὰρ · Γυ­ναῖ­κα ἔ­γη­μα, καί ­οὐ δύ­να­μαι ἐλ­θεῖν. Οἱ γὰρ τῇ τοῦ κό­σμου σο­φί­ᾳ προ­σέ­χον­τες, δυ­ναιντ’  ἂν καί τόν  Εὐ­αγ­γε­λικ­όν λό­γον δέ­ξα­σθαι · ἡ τε γὰρ φυ­σι­κὴ καὶ ἠ­θι­κὴ τῶν Ἑλ­λή­νων φι­λο­σο­φί­α ὁδη­γός μᾶλλον τῆς εἰς Χριστὸν  γένοιτο πί­στε­ως, καί­ οἱ ἐξ Ἰ­ου­δαί­ων τό­τε μά­λι­στα ἔ­σον­ται τῶν νο­μι­κῶν ἐν­το­λῶν τη­ρη­τα­ί, ὅταν γένων­ται τοῦ Χρι­στοῦ μα­θη­ταί. Γνόντες γὰρ τὸν  ὑπό τοῦ νό­μου, καὶ τῶν προ­φη­τῶν κηρυτ­τό­με­νον, δι­δαχ­θῆ­σονται με­τὰ τῶν ζεύ­γε­ων ἀ­ροτρι­ᾷν τὴν τῆς πί­στε­ως αὔ­λα­κα · νῦν γὰρ δο­κι­μά­ζου­σι  μό­νον, ὡς λέ­λε­κται. Ὁ δὲ ταῖς  ἥ­δο­ναις ἀσυ­νέ­τως δ­ου­λα­γω­γοῦύμενος οὐ δύ­να­ται δέ­ξα­σθαι τῆς ἐγ­κρατεί­ας καὶ σω­φρο­σύ­νης τὸ  Εὐ­αγ­γέ­λι­ον. Εἰς γὰρ ἀ­σύνε­τον ψυ­χήν, σο­φί­α οὐκ εἰ­σε­λεύ­σε­ται. Καί­οἱ τοῦ κη­ρύγ­μα­τος μαρ­γα­ρῖ­ται τοῖς χοι­ρώ­δε­σιν ἀν­θρώ­ποις οὐ δί­δον­ται. Δι­ὰ τοῦ­το οὗτοι μὲν  αἰ­τι­α­σθηῆναι πα­ρακα­λοῦ­σιν · ὁ δὲ εἰ­δώς ἀ­δύ­να­τον θεῷ δου­λεύ­ειν, καὶ ἥ­δο­ναῖς. Οὐ δύ­να­μαι, εἶ­πεν ἔλ­θεῖν. Ὁ γὰρ δεῖ­πνος δέ­χε­ται, καὶ τὸν  κτώ­με­νον τὸν  ἄἀγρόν, καί τόν ἠ­γο­ρα­κό­τα τά ζεύ­γη, οὐ μὴν τὸν  μὴ ἐνδε­δυ­μένον τῆς ἀ­φθαρ­σί­ας τὸ  ἔνδυ­μα, οὕ­τω μὲν  οὖν δέ­δει­κται, ὡς ἐν  τοῖς τρι­σί τού­τοις τό­ποις ἀ­πο­πί­πτου­σιν οἱ μὴ πα­ρα­δε­ξά­με­νοι τὴν τοῦ Κυ­ρί­ου ἐναν­θρώ­πη­σιν · τοιγα­ροῦν καὶ τὰ ἑ­ξῆς ἐ­ξε­τάσω­μεν.

 Τό­τε ὀρ­γι­σθείς ὁ οἰ­κο­δε­σπό­της εἶ­πε τῷ δού­λῳ αὐ­τοῦ. Ἔ­ξελ­θε εἰς τάς πλα­τεί­ας, καὶ ρύ­μας τῆς πό­λε­ως, καὶ τοὺς πτω­χού­ς καί ἀνα­πή­ρου­ς καὶ χω­λούς, καί­ τυ­φλούς εἰ­σά­γα­γε ὧ­δε.  Πλα­τεί­ας ἀ­κούων, καί ρύ­μας εὐ­θύς, ὡς ἔ­γω οἶ­μαι, νε­νό­η­κας τὴν πλατείαν τῆς ἀ­πωλεί­ας ὁδ­όν, καὶ εὐ­ρύχω­ρον, περί ἥν ἁλῶν­ται οἱ πτω­χοί πά­σης ἀ­ρε­τῆς, οἱ τῇ ἐνδείᾳ τοῦ ἐ­που­ρα­νί­ου ἄρ­του λι­μώτ­τον­τες, καί οἱ πε­πη­ρω­μένοι τὰ τῆς ψυ­χῆς αἰ­σθη­τή­ρι­α, καί πρός  τὴν τῆς ἀ­ρε­τῆς πο­ρείαν χω­λεύ­ον­τες, καί ­oἱ τῷ φραγμῷ τῆς ἁ­μαρ­τί­ας πε­ριειρ­γό­με­νοι. Τού­τους ἅπαν­τας ὁ εὐ­αγ­γε­λι­κὸς λό­γος δι­ὰ πί­στε­ως τοῦ μυ­στι­κοῦ δεί­πνου με­τα­σχεῖν παρε­σκεύ­α­σεν. Ἀλ­λὰ τῆς ἡ­με­τέ­ρας φύ­σε­ως τι­μηθεί­σης αὐ­τε­ξου­σι­ό­τη­τι, καί­ τήν πρός  ἀρε­τήν, ἢ κα­κί­αν ὁρ­μήν ἐχούσης ἀ­δέ­σπο­τον, πῶς ἀ­ναγ­κά­ζειν τοὺς κε­κλη­μένους πα­ρεγ­γυᾷ Φη­σί γάρ · Ἔ­ξελ­θε δὶς τάς ὁ­δούς καὶ φραγ­μούς, καί ἀ­νάγ­κα­σον εἰ­σελ­θε­ῖν, ἵνα γε­μι­σθῇ ὁ οἶ­κος μου. Ἀ­νάγ­κην ἐν­ταῦ­θα οὐ τὴν βί­αν προ­σή­κει νο­εῖν, ἀλ­λὰ  τὴν πολ­λοῖς πολ­λά­κις γι­νο­μένην πρό­ξε­νον σωτη­ρί­ας πε­ρί­στα­σιν. Πολ­λοὶ γὰρ πει­ρα­σμοὺς πε­ρι­πε­σόν­τες, δι' αὐ­τῶν ἐν  αἰσθή­σει γε­γό­να­σι τοῦ βελ­τί­ο­νος, καὶ σω­τη­ρί­ας αὐτοῖς ὁ ἀ­κού­σι­ος πειρα­σμός γέ­γο­νεν αἴ­τι­ος. Γένοι­το δὲ καί­ ἡ­μᾶς τοῦ μέλ­λον­τος ἐ­κεί­νου δεί­πνου κα­τα­τρυ­φῆ­σαι ἐ­κτυ­πώτε­ρον τέ, καὶ τε­λει­ό­τε­ρον, ὁπη­νί­κα θεός ἐν  μέ­σῳ θε­ῶν τὴν μα­κα­ρί­αν ἀ­πό­λαυ­σιν τοῖς ἀξίοις χα­ρί­ζε­ται, ἥ­τις οὐκ ἄλ­λη τίς ἐ­στιν, ἀλλ' ἡ τῆς ἁ­γί­ας, καί ­ζω­αρ­χι­κῆς Τρι­ά­δος ἀ­λη­θὴς κα­τα­νό­η­σις, ἧ πρέ­πει πᾶ­σα δό­ξα, τι­μή, καί προ­σκύ­νη­σις νῦν, καὶ ἀ­εὶ καί ­εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.