logo


 

Θεοφάνους Κεραμέως

Ὁμιλία ΙΔ-Κυριακή πρός τῆς Χριστοῦ γεννήσεως.

Εἰς τό «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ Υἱοῦ Δαβίδ»

 

(J.-P. Migne Patrologia Graeca, t. 132, 332Β-344Β)

 

Τοῦ μὲν αἰσθη­τοῦ ἡ­λί­ου τοῦ ὁ­ρί­ζον­τος ὑπερ­τέλλον­τος, αἱ ἀ­στραῖαι ἀγλαΐ­αι κα­λύ­πτον­ται τοῖς μεί­ζο­σι στε­νοχω­ρούμναι σε­λα­γί­σμα­σι · τοῦ δὲ Ἡλί­ου τῆς δι­και­ο­σύ­νης, ὡς ἐξ ἀ­να­το­λῆς τῆς Παρ­θε­νι­κῆς νη­δύ­ος ἀ­νί­σχον­τος, ὁ τῶν πα­τέ­ρων κα­τά­λο­γος, ὥ­σπερ ἀ­στέ­ρων χορ­ός, προλάμπει νο­η­ταῖς μαρ­μα­ρυ­γαῖς φρυ­κτω­ρού­με­νος Ἐ­πεὶ οὖν ὁ ἱ­ερ­ός Ματ­θαῖ­ος τοῦ κατ’ αὐτ­όν Εὐ­αγ­γε­λί­ου ἀρ­χό­με­νος σή­με­ρον, ὡς  ἐν  ὅρ­μῳ τινί τού­τους ἠ­ρίθ­μη­σε · φέ­ρε τόν  τῆς γε­νε­α­λο­γί­ας σκοπ­όν ἐ­ξε­τά­σω­μεν. Πρῶ­τος μὲν γὰρ οὗ­τος τῶν ἂλλων εὐ­αγ­γε­λι­στῶν με­τὰ ὀ­κτα­ε­τῆ χρό­νον τῆς τοῦ  Χρι­στοῦ ἀ­να­λή­ψε­ως, Ἑβραϊ­στί τό εὐ­αγ­γέ­λιον συνε­γρά­ψα­το τοῖς  ἐξ  Ἰ­ου­δαί­ων πι­στεύ­σασι. πνευ­μα­το­κινή­τως τοῦ­το ποι­ῶν. Ἐ­πει­δὴ γὰρ ἡ  πᾶ­σα τοῦ Εὐ­αγ­γε­λί­ου πε­ρι­ο­χὴ τοῦ­το ἡμῖν ὑ­πο­τί­θη­σι πρός  τὴν ὀγδόην βλέ­πειν τὴν μέλ­λου­σαν ἐκεί­νην κα­τά­στα­σιν, εἰ­κό­τως ὄγδο­ον ὁ Ἀ­πό­στο­λος δι­ελ­θὼν χρό­νον, ἀφ’ οὐ τάς θεί­ας ἐλ­λάμ­ψεις ἐν  τῇ Σι­ὼν ὑ­πε­δέ­ξα­το, οὕ­τω τῆς συγ­γρα­φῆς ἐ­θα­ρρη­σεν ἅ­ψα­σθαι. Διό καὶ πρός Ἰ­ου­δαί­ους γρά­φων τό σύ­νη­θες αὐ­τοῖς, καὶ τε­τριμμέ­νον ἔ­θος τιμᾶ ἀπό γε­νε­α­λο­γί­ας ἀρ­χό­με­νος. Καί Μω­ϋσῆς τά περί κτί­σε­ως κό­σμου, καὶ πλά­σε­ως ἀν­θρώ­που θε­ο­λό­γων < Βί­βλος γε­νέ­σε­ως οὐ­ρα­νοῦ καί γῆς» καί « Βί­βλος γε­νέ­σε­ως ἀν­θρώ­που» φη­σι. Καί οὗ­τος οὖν ὁ εὐ­αγ­γε­λι­στὴς γε­νε­ῶν ποι­ού­με­νος ἀπα­ρίθ­μη­σιν, ὀ­νο­μά­ζει τό βι­βλί­ον, Βί­βλος γε­νέ­σε­ως, ὡς  ἂν τὶς εἴ­ποι Βί­βλος γε­νε­α­λο­γί­ας. "Ὅτου δὲ χά­ριν ἀπό Ἀ­βρα­ὰμ ἤρ­ξα­το, βρα­χυ­λο­γή­σας ἔ­ρω γέ­γο­νεν Ἀ­βρα­ὰμ ἄρ­χῃ τῶν δύ­ο λα­ῶν πι­στεύ­σας μὲν ἐν ἀ­κρο­βυ­στεία, μεί­νας δὲ πι­στός καὶ με­τὰ τὴν πε­ριτο­μήν. Ἀλ­λὰ καί τοὺς θεί­ους χρη­σμοὺς αὐτ­ός ἐ­δέδε­κτο τῆς κλή­σε­ως τῶν ἐ­θνῶν, καὶ τῆς τοῦ Λ­ό­γου σαρ­κώ­σε­ως, ἐν γὰρ τῷ σπέρ­μα­τί σου, φη­σὶ πρός αὐτόν  ὁ θεός, εὐ­λο­γη­θή­σον­ται πάν­τα τὰ ἔ­θνη. Δι­ὰ τὶ δὲ τόν  Δα­βὶδ τοῦ  Ἀβρα­άμ ἔ­τα­ξε πρό­τε­ρον ; Ἦν γὰρ ἀ­κο­λου­θέστε­ρον ἴσως εἰ­πεῖν, « Βί­βλος γε­νέ­σε­ως Ἰ­η­σο­ῦ Χρι­στοῦ Υἱ­ο­ῦ Ἀ­βρα­άμ, υἱο­ῦ Δα­βίδ.» ἤ­την μὲν ἄμ­φω προ­φῆ­ται, καὶ θε­ο­πά­το­ρες · βα­σι­λεὺς δὲ κα­τε­ξαί­ρε­τον ὁ Δα­βὶδ* προ­τι­μᾷ τό χρῖ­σμα, καί τό ἀ­ξί­ω­μα. Ἀρρένων δὲ τὴν γε­νε­α­λο­γί­αν ποι­εῖ Μω­σα­ϊ­κῷ ἔθει κἄν τοὺτῳ στοιχῶν ἐ­πει­δὴ γὰρ πα­ρακο­λού­θ­η­μα τοῦ ἀνδρός ἡ  γυ­νή, κε­φα­λὴ δὲ αὐ­τῆς ὁ ἀ­νήρ, τοῦ  κρείτ­το­νος οὖν ποι­εῖ τόν  κα­τά­λο­γον.

Φι­λο­πευ­στή­σει δὲ τὶς ἐ­πα­πο­ρῶν, πῶς τὴν μὲν ἁγί­αν Σά­ρραν, καὶ τὴν Ρε­βέκ­καν πα­ρέδρα­με­ν ἥ­κι­στα μνη­μο­νεύ­σας αὐ­τῶν, ἀλλ’ οὐ­δὲ τῆς Λεί­ας, ἡ  τῆς Ῥα­χήλ, ἤ  τινος ἄλ­λης ἐ­πι­δό­ξου γυ­ναι­κὸς · τεσ­σά­ρων δὲ μό­νων ἐ­μνη­μό­νευ­σε γυ­ναι­κῶν, δύ­ο μὲν ἐ­θνι­κῶν δύ­ο δ’ ἐχου­σῶν τόν  βί­ον ὑ­πεύ­θυ­νον. Μι­γνύ­ει ­γάρ ­τῷ κα­τα­λό­γῳ τὴν ἐ­θνι­κήν Θά­μαρ, καί τὴν πόρ­νην Ῥι­χά, ἥ­τις καί 'Ρα­άβ δι­ω­νύ­μω­ς ἐ­κέ­κλη­το, καὶ τὴν Μω­α­βὶτι­δα 'Ρούθ, καί τὴν συ­νοῖ­κον Οὐρί­ου Βηρ­σα­βε­έ. Τὶς δὲ οὐκ οἶ­δε τῶν ἐν­τυγ­χα­νόν­των ταῖς ἱε­ραῖς Βὶβλοις, ὡς  ἡ  Θά­μαρ μὲν καί ἡ  'Ρούθ ἐκ τῶν ἐ­θνι­κῶν εἰ­σήχθ­η­σαν εἰς τὴν Ἰ­ου­δαϊκὴν φυ­λὴν ; Ῥα­ὰβ κασ­σωρίς ἦν, καί μα­χλῶσα ἐν  Ἱ­ε­ρι­χῷ πα­ρὰ τῇ πύλῃ τῆς πό­λε­ως ἔ­χου­σα τῆς ἀ­σέλ­γει­ας τό ἐργα­στή­ρι­ον τοῖς βου­λο­μέ­νοις πιπρά­σκου­σα ἑ­αυ­τήν. Βηρ­σα­βε­ὲ δὲ ἦν μὲν ἀνρδός ἀ­ρί­στου γυ­νή, ἀλ­λά γέγονε Δα­βὶδ τῶν αὐ­τῆς γά­μων κλο­πεὺς καὶ τοῦ Οὐῥί­ου σφαγ­εύς, καί ­γο­νῆς ἀ­θε­μί­του σπο­ρεὺς ὁ προ­φήτης, οἴ­μοι, καί βα­σι­λεύς. Τῶν μὲν οὖν ἐ­θνι­κῶν γυ­ναι­κῶν ἐ­ποι­ή­σα­το μνή­μην, ἐ­πει­δὴ τό γεν­νη­θὲν ἡμῖν παι­δί­ον, καὶ δο­θὲν ὁ Ἐμ­μα­νου­ὴλ οὐ μό­νον τοὺς ἐξ Ἰσ­ρα­ήλ, ἀλ­λὰ καί τοὺς ἐξ  ἐ­θνῶν εἴ­σω τῆς ἰδί­ας αὐ­λῆς εἰ­σῳ­κίσα­το. Ὀ­νό­μα­ζει δὲ καί τάς βί­ον σχού­σας ἐ­πί­μω­μον, ἵνα φρίξῃς τὴν τοῦ Δε­σπό­το­υ τα­πεί­νωσιν, ὅ­τι καὶ ἀπό μα­χλά­δων, καί μοι­χα­λί­δων γε­νε­αλο­γεῖσθαι κα­τα­δέ­χε­ται δι­ὰ σέ. Συ­στέλ­λει δὲ σοὶ καὶ ἀπό  τού­των τό φύ­ση­μα, ἵν', εἴπερ εὐ­πα­τρί­δης τυγ­χά­νεις, καί εὐ­γε­νὴς τόν  ἀν­δρι­άν­τα, καί τόν  πηλόν τόν  τοῦ σώ­μα­τος, μὴ με­γά­λη ὀφρὺν κα­τὰ τῶν δυ­σγε­νοῦς λαχόν­των γε­νέ­σε­ως ἀνασπᾶς, ὀρῶν τόν  Δεσπό­την ἐκ τοι­ού­των γε­νε­α­λο­γού­με­νον. Τά­χα δὲ καὶ Θά­μαρ, καί Ρούθ, καί ἡ  συ­ζυ­γί­α τα­ῖν ἄλ­λαιν δυ­οῖν  τῶν μελ­λόν­των ἦ­σαν εἰκό­νες, καί προ­μη­νύ­μα­τα τὴν γὰρ ἐξ  ἐ­θνῶν ἐκ­κλη­σί­αν ἀ­ρι­δήλως εἰ­κο­νί­ζον, καί ὅπως, φέ­ρε, δὴ δι­α­τρα­νί­σω­μεν ἐκ τῶν αἰ­σθη­τῶν εἰς τάς περί τού­των ἐν­νοί­ας χει­ρα­γω­γού­με­νοι. Ἀλ­λὰ πρό­τε­ρον συν­τε­μῶν τῷ λόγῳ, ὡς  ἂν υἱός τε ὧ τὴν πρώ­την ἱ­στο­ρί­αν δι’ ὀ­λί­γων ἐ­πι­δρα­μοῦ­μαι. Εἶ­τα τό δι’ αὐ­τῆς σα­φη­νί­σω δη­λού­με­νον· Ἔσται γὰρ τοῖς μὲν ἀ­γνο­ο­ῦ­σι δι­δα­σκα­λί­α, τοῖς δὲ εἰ­δό­σιν ὑ­πό­μνησις.

Ἄρ­τι τοῦ σώ­φρο­νος Ἰ­ω­σὴφ ἀπό  συγ­γό­νων ἀπεμπω­λη­θέν­τος, καί ἀ­πα­χθέν­τος εἰς Αἴ­γυ­πτον, ἄ­γε­ται ἑαυτῷ Ἰού­δας γύ­ναι­ον ἐκ τῶν Χα­να­ναί­ων,  Σαβ­βά ταύ­της τό ὄνο­μα· ἐξ  ἧς υἱο­ί αὐτῷ τί­κτον­ται τρεῖς, ὁ Ἧρ, ὁ Α­ὐ­νάν καὶ ὁ Σαλώμ. Τῷ δὴ πρώτῳ υἱῷ ­δίδωσι ὁ πα­τὴρ γυ­ναῖ­κα τὴν Θά­μαρ, καὶ αὐ­τὴν οὖ­σαν ἐκ τῶν ἀλ­λο­φύ­λων, κα­λήν τε οὖ­σαν τὴν ὥ­ραν, καὶ κάλ­λει πα­σῶν δι­α­φέ­ρου­σαν κατ’ αὐ­τήν. Ἀλλ’ ὁ λα­βὼν αὐ­τὴν Ἧρ πο­νη­ρὸς ὀφθείς εἰς θε­όν, τε­λευ­τᾷ τόν βί­ον ἄ­παις, ἄ­ω­ρος, τοῦ κάλ­λους τῆς κό­ρης μι­κρόν ἀ­πο­νά­με­νος. Κα­τὰ δὲ τι ἔ­θος τό­τε κρα­τοῦν, εἰσά­γεται πρός  τὰ λέ­κτρα τῆς μεί­ρα­κος Ἀϋ­νᾶν ὁ τοῦ τελευ­τή­σαν­τος δεύ­τε­ρος ἀ­να­στῆσαι σπέρ­μα τῷ ἀδελφῷ. Ὃς δὴ λο­γι­σά­με­νος, ὡς  εἰ τέ­κοι Θά­μαρ ἐκ τῶν ὠδίνων τό κάλ­λος αὐ­τῆς μα­ραν­θή­σε­ται, καί τοῦ  προ­τὲρου ἀνρ­δός τό τε­χθὲν λο­γι­σθ­ή­σε­ται, βου­λὴν σκέ­πτεται πο­νη­ράν. Ἀλ­λὰ πῶς σε­μνο­λο­γή­σω τό ἄ­σε­μνον;

ΙΙλήν ὅτι καί ἡ  ἁ­γί­α Γρα­φὴ οὐκ ἐ­παι­σχύνε­ται τοῦ­το εἰ­πεῖν, ὡς  τὰ μὲν τῆς ἡ­δο­νῆς ἀ­πε­τέ­λει ὁ βδε­λυρός, οὐ μὴν δὲ πα­ρεῖ­χε ταῖς αὔ­λα­ξι τῆς μή­τρας ἐ­κεῖ­νο, δι’ οὗ ἐ­νερ­γεῖται ἡ  σύλ­λη­ψις. Μυ­σάτ­τε­ται οὖν τοῦ­τον ἡ  μι­σο­πό­νη­ρος δί­κη, καί τε­λευ­τᾷ καί αὐ­τός. Οὕ­τως ἡ  Θά­μαρ ὑ­πο­πε­σοῦ­σα χη­ρεί­α δι­πλὴ καί ὡς  ἐν  ὀνείροις τοῖς γά­μοις πε­λά­σα­σα, καί ἀνρ­δός, καί παιδός ἀ­μοι­ρήσα­σα, εἰς τόν  τρί­τον παῖ­δα Σηλὼμ ὄντα μει­ρά­κι­ον μι­κρόν κο­μι­δῇ τόν  ὀ­φθαλ­μόν ἐ­να­πή­ρει­δε, κα­ρα­δο­κοῦσα τοῦ­τον λα­βεῖν, οὐχ ἡ­δο­νῆς ἐρῶ­σα, ἀλλ’ ἐκ τοῦ Ἀ­βρα­μι­αίου σπέρ­μα­τος γλι­χο­μέ­νη τε­κεῖν. Ἀλλ’ ὁ Ἰ­ού­δας ὑ­πο­το­πά­σας, ὅπερ οὐκ ἦν, ἐξ  αἰτί­ας τῆς Θά­μαρ ἀώ­ρως οὗ­τος τοὺς παῖ­δας ἀ­πο­θα­νεῖν, καί δεί­σας μή­ καί τόν  τρί­τον ζημι­ω­θῇ, ἔ­γνω ψευ­δέ­σιν ἐ­παγ­γε­λί­αις τὴν Θά­μαρ πα­ραγκω­νί­σα­σθαι, καὶ τέ­ως ἀ­νε­λθεῖν αὐ­τὴν ἐ­πέ­τρε­ψεν ἐν τῇ κώ­μη, ἐν ἧ  κατ­ώκουν οἱ φύν­τες αὐ­τήν, καὶ ἀ­ποκλαί­ε­σθαι τὴν χη­ρεί­αν, ἕ­ως ὁ Ση­λὼμ ἀν­δρυν­θῇ. Ἐ­γέ­νε­το ταῦ­τα καὶ ἡ  μὲν με­λα­νει­μο­νοῦσα οἴ­κοι ἐ­πέ­νθ­ει, καὶ ὁ χρό­νος πα­ρε­τά­θη, καὶ Ση­λω­μ ἠδρύ­νθη, καὶ ὁ γά­μος ἦν οὐ­δα­μοῦ. Ἔ­γνω οὖν ἡ  Θά­μαρ φε­νακι­σθεῖ­σα, καί βου­λὴν βου­λεύ­ε­ται πο­νη­ρί­α πρέ­που­σαν γυ­ναικ­ός, κα­τὰ τοὺς δει­νοὺς τὰ πο­λε­μι­κά, οἱ τὴν κα­τὰ στό­μα πα­ρά­τα­ξιν τῶν πλε­ο­νε­κτούν­των κα­τὰ τὴν δὺναμιν δυ­σαν­τα­γώ­νι­στον ὁ­ρῶν­τες, λό­χοις καί ἐνέ­δραις κατατρα­τη­γοῦσι τό ἀν­τι­κεί­με­νον · οὕ­τως ἡ  Θά­μαρ ἔ­γνω τοῦ  ἀν­τι­πα­τή­σαι τόν  ἀ­πα­τή­σαν­τα, καὶ τοῦ τεχνά­σμα­τος οὐ δι­ή­μαρ­τε, καί ὅπως, ἤ­δη λε­χθή­σε­ται. Ἐ­τε­θνή­κει Σάβ­βα ἡ  τοῦ  Ἰ­ού­δα γυ­νή. Καιρ­ός ἦν τῆς τῶν προ­βά­των κου­ρᾶς, ἔ­δει δὲ τόν  Ἰού­δαν δι’ ἐ­κεί­νης τῆς κώ­μης δι­ελ­θεῖν εἰς­ τά ποί­μνι­α. Τοῦ­το ἡ Θά­μαρ ὡς  ἤσθε­το, ἀ­πε­δύ­σα­το­ τά πε­νθι­κά, ἐ­νε­δύσα­το τὰ νυμ­φι­κά, ἐ­πλά­σα­το ἤ­θη ἑ­ται­ρι­κά, με­τή­μοι­ψεν ἑ­αυτὴν εἰς τὰ πορ­νι­κά, προ­σέ­θη­κε κάλ­λη κομ­μω­τι­κά, καί ἐ­πὶ τῆς λε­ω­φό­ρου κα­θί­σα­σα, ἐ­κα­ρα­δόκει τοῦ πενθε­ροῦ τὴν δι­έ­λευ­σιν. Ἤδη ­δὲ κλι­νού­σης ἡ­μέ­ρα; ἴ­ε­ται Ἰ­ού­δας, καί μετ' αὐ­το­ῦ οἰκέ­της ποι­μήν. Εἴ­ρας ὁ ποι­μὴν ἐ­κα­λεῖ­το, εἴ­τι ὑ­μῖν καὶ τού­του τοῦ  ὀ­νό­μα­τος μέ­λει.Ὡς οὖν ἡ  Θά­μαρ εἶ­δεν αὐ­τοὺς πλη­σι­ά­σαν­τας, τοῦ δρά­μα­τος ἄρ­χε­ται, το­σαῦτα πλατ­το­μέ­νη, ὅσα αἱ δι' ἀ­κο­λα­σί­ας ὑ­περ­βο­λὴν ἀ­πο­ξύ­σα­σαι τοῦ  προ­σώπου πᾶ­σαν αἰ­δῶ, νεύ­μα­σι κα­ί  καγ­χάσμα­σι, καί λυ­γὶσμα­σι τόν  κη­δε­στὴν εἰς πό­θον ὑ­φα­νά­πτου­σα. Ἀ­νακα­λύ­πτου­σα μὲν ἐπ’ ὀ­λί­γον τό θ­έ­ρι­στρον, ὅσον τό κάλ­λος ἐν­δεί­ξα­σθ­αι, εἶ­τα κρύ­πτου­σα τὴν μορ­φὴν ὁ­μοῦ τε λαν­θά­νου­σα τὶς εἴη, καὶ ὑ­πο­κνί­ζου­σα τῶν ὁρών­των ­τόν  ἔ­ρω­τᾳ. Ἀλλ’ ἵνα μὴ ἐμ­βρα­δύ­νω­του­τοι­σί τοῖς λό­γοις, ἐ­πι­τέ­μνω τόν  λό­γον. Ἁ­λί­σκε­ται οὖν τῷ κάλ­λει ὁ βέλ­τι­στος Ἰ­ού­δας, καί νο­μί­σας μί­αν εἶναι τῶν τάς ἥ­δο­νας πω­λου­σῶν χρῆ­ται τῷ οἰ­κέ­τῃ προ­αγωγῷ, καί μη­νύ­ει ὑποδέ­ξα­σθαι αὐτόν  ἐν  τῇ νυ­κτί ἐ­παγ­γει­λά­με­νος αὐ­τὴ πέμ­ψειν ἔ­ρι­φον. Ἡ δὲ ἁρ­πά­ζει τό ῥῆ­μα πε­ρι­χα­ρῶς. Ἐ­πεὶ δὲ ἡ  νὺξ αὐ­τοὺς ἐκοινώ­σα­το, καί εἴσω δύ­κτιων ἡ  Θά­μαρ εἶ­χε τό θή­ρευ­μα κο­λα­κεί­αις αὐτόν ὑ­πο­χαυ­νώ­σα­σα, καὶ αὔ­θις τοῖς ἀκ­κι­σμοῖς ἀ­να­φλέ­ξα­σα ἐ­νέ­χυ­ρα ζη­τεῖ τῆς τοῦ ἐ­ρί­φου ἀ­πο­στο­λῆς τὴν ρά­βδον, καὶ τόν  ὁρ­μί­σκον, καί δα­κτύ­λι­ον.Ὁ δὲ τοῖς ἱμέ­ροις αὐ­τῆς γε­γο­νὼς ὅλως ἐ­ξί­τη­λος ἀ­πο­ζών­νυ­ται τὴν ζώ­νην, εὐ­θὺς ῥί­πτει τὴν ρά­βδον, γορ­γὼς δί­δω­σι πρός  τού­τοις καί τόν  δα­κτὺλι­ον, καί τό ἐν­τεῦ­θεν τὰ νυ­κτός ἔρ­γα σι­γή­σο­μια, το­σοῦτον εἰπών, ὡς  ἀμ­φο­τέ­ρων αἱ κλή­σεις δι­ή­μειψαν τάς ἀρ­χάς, καί γέ­γο­νεν ἡ  Θά­μαρ δά­μαρ, καί  ὁ κη­δε­στὴς ἐ­ρα­στής. Ὄρ­θρου δὲ γε­νο­μέ­νου ἀ­να­θρώσκει­τὴς εὐ­νῆς ὁ Ἰ­ού­δας, καί κλέ­πτει φυ­γῇ τὴν σιγήν, ἵ­να τό πρα­χθὲν τῷ σκό­τει δι­α­λά­θῃ. Ἔ­γνω οὖν ἡ  Θά­μαρ κυ­ο­φο­ρή­σα­σα τὴν κα­τα­βο­λήν. Ἡ­μέ­ρας δὲ σκι­δνα­μέ­νης ώχε­το οἴ­κα­δε, ὡς  ἄ­θλι­α νί­κης φέ­ρου­σα τὰ ἐ­νέ­χυ­ρα. Καιρ­ός οὐ πα­ρῆλ­θε συ­χνός καί ὠγ­κοῦ­το αὐ­τῆς ἡ  γα­στὴρ καὶ ἤ­λεγ­χε τό γε­γονός ἡ  νη­δὺς, καί δι­α­βάλ­λε­ται πρός  Ἰούδαν, ὡς  εἴη  ἄρα πε­πορ­νευ­κυῖ­α · ἐ­πι­ψη­φί­ζε­ται οὖν θά­να­τον κατ’ αὐ­τῆς. Ἡ  δὲ ἀ­γο­μέ­νη πρός  τὴν σφα­γήν, τὰ ἐ­νέχυ­ρα πέμ­πει τῷ Ἰ­ούδ­α τῷ κη­δε­στῇ, ὡς  ἂν ἐξ  αὐ­τῶν ὁ πε­πορ­νευ­κὼς μετ’ αὐ­τῆς γνω­ρι­σθῇ. Ὁ δὲ τῇ θέ­ᾳ κα­τα­πλα­γείς ἔ­γνω δι­καί­ως φε­να­κι­σθείς καὶ γί­νε­ται δι­κα­στὴς  Δε­δι­καί­ω­ται γάρ, φησί, Θάμαρ, ἔ­γω δὲ κα­τα­κέ­κρι­μαι μὴ δοὺς αὐ­τὴ τόν  υἱόν μου Σι­λώμ. Καί οὕ­τως ἡ  Θά­μαρ ἐκ μι­ᾶς ὠδῖ­νος τόν  Φα­ρὲς τί­κτει, καί τόν  Ζα­ρᾶ.

Φα­νερ­όν μὲν οὖν, ὡς  τὴν ἐξ  ἐ­θνῶν ἐκ­κλη­σί­αν εἰκό­νι­ζεν. Τὰ γὰρ ἔ­θνη τὰ μὲν ἀ­θε­ΐ­αν, τὰ δὲ πο­λυθεΐαν νο­σή­σαν­τα, καί τό σπέρ­μα τῆς πί­στε­ως, καί τῆς κατ' αὐ­τὴν δι­και­ο­σύ­νης εἰς τὴν γῆν τῆς πλά­νης, καί τῶν πα­θῶν ἐκ­χέαν­τα Ἰἔμει­νεν ἀ­νή­ρο­τα. Ἐ­πεὶ μη­δέ­να καρ­πόν ἐξ  αὐ­τῶν ἡ  Ἐκ­κλη­σί­α ἐ­κίσ­ση­σεν, ἁρ­πά­ζει τὸν ἐκ τοῦ Ἰού­δα καρ­πόν · νο­εῖς δὲ πάν­τως τόν  ἐκ τῆς Ἰ­ού­δα φυ­λῆς ἀ­να­τεί­λαν­τα Κύ­ρι­ον. Ἀ­κού­ον­τες δέ, ὡς  Ἰ­ού­δας εἰς τὰ πρό­βα­τα πο­ρευ­ό­με­νος τῇ Θά­μαρ κα­τὰ πά­ρο­δον ἐ­κοι­νώ­νη­σεν, οὐ ξε­νι­ζώ­με­θα, ἐν­τεῦ­θεν γὰρ μᾶλ­λον συ­ναί­ρε­ται τό ἀ­κό­λου­θον καί γὰρ ὁ ἐξ  Ἰ­ού­δα Χρι­στός προ­η­γου­μέ­νως μὲν εἰς τὰ πρό­βα­τα ἀπε­στάλη οἴ­κου Ἰσ­ρα­ήλ, ὡς  ἐ­κεῖ­νός φη­σιν, ἔ­νηργή­θη δὲ κα­τὰ πά­ρο­δον ἡ  σω­τη­ρί­α τοῖς ἔ­θνε­σιν. Ὁρᾷς πῶς ἡ  θε­ω­ρί­α τῇ ἱστο­ρί­ᾳ συμ­φθέγ­γε­ται; Λαμ­βά­νει οὖν ἡ Ἐκ­κλη­σία, ὡς  μὲν δα­κτύ­λι­ον τόν  ἀ­ρρα­βω­να τῆς πί­στε­ως, καί τῆς συγ­κε­χω­σμέ­νης εἰ­κό­νος τὴν ἐπα­νάληψιν, ἥν ­δη­λοῖ ἡ  ἐν τῇ σφεν­δό­νῃ γλυ­φή, καί τὴν ζώ­νην τὴν πε­ρι­ζων­νύ­ου­σαν αὐ­τὴν τὴν δύ­να­μιν τοῦ Εὐ­αγγε­λί­ου τῆς χά­ρι­τος, καί τὴν ρά­βδον, φη­μὶ δὴ τόν  σταυρ­όν, δι’ οὗ ἐν τῇ στά­σει τῆς πί­στε­ως στη­ρι­ζό­με­θα, καὶ τοὺς ὑ­λα­κτῶν­τας ἡ­μᾶς κύ­νας ἐ­κτρε­πό­με­θα, καί τί­κτει δύ­ο παῖ­δας ἐν μιᾷ τῆς ψυ­χῆς νη­δύ­ϊ τὴν ὀρθήν πί­στιν, καί τὴν τῶν ἀ­γα­θῶν ἔρ­γων συ­νείδη­σιν.

Εἰ δὲ δεῖ με­τα­βα­λεῖν τὴν ἱ­στο­ρί­αν, καί εἰς ἠ­θι­κήν θε­ω­ρί­αν, τοῦ­το σα­φῶς δι­δα­σκό­με­θα, ὡς  ἡ  ὡ­ραί­α Θά­μαρ ἐ­κεί­νη, ἐ­πει­δὴ πι­κρα­σμός ἑρ­μη­νεύ­ε­ται, ση­μαί­νει τὴν ἡδονήν τὴν ὥ­ραι­αν εἰς ὄρασιν, καί ἠ­δεῖν εἰς βρῶ­σιν, πι­κρὰν δὲ τὴν ὕ­στε­ρον ἀ­νά­δο­σιν ἔ­χου­σαν, μέ­λι γὰρ ἀ­πο­στά­ζει ἀπό  τῶν τῆς κα­κί­ας χει­λέ­ων εἰς πι­κρί­αν κα­τα­λῆ­γον χο­λῆς. Αὔ­τη γοῦν ἡ  ἡ­δο­νὴ εἰ­σποι­ου­μέ­νη πρό­τε­ρον τό ἐν  ἡμῖν  ἐ­πι­θυ­μητικόν καί θυμο­ει­δές, τὰ ὑπ’  ἐ­ξου­σί­α τοῦ λο­γι­κοῦ, καὶ ὥ­σπερ συ­νοι­κοῦ­σα τού­τοις, ὥ­σπερ τῷ Ἧρ ἡ  Θά­μαρ, καί τῷ Ἀ­υ­νᾶν θα­να­τοί, καί θά­πτει ταῦ­τα εἰς ἀ­λο­γί­αν με­τά­γου­σα. Εἶ­τα κατ’ αὐ­τοῦ τοῦ νοός στρα­τεύ­ε­ται, καὶ ὑ­πο­σαί­νου­σα τῷ νὸθῳ κάλ­λει χρή­τιαι τῷ οἰκέτῃ, ὡς  μα­στροπῷ. Εἴη δ’ ἂν τοῦ νοός οἰκέτης ἡ  αἲσθη­σις, δι’ ἧς ­τῇ ἁ­μαρ­τί­ᾳ συμ­πλέ­κε­ται, προ­δοὺς πρὸτε­ρον τὴν ρά­βδον, καὶ τὴν ζώ­νην, καί τόν  δα­κτύ­λι­ον, ἅ­περ παρ' ἡ­μῶν κα­κί­α ζη­τεῖ· δου­λα­γω­γεῖ γὰρ ἡ­μᾶς, ὡς  βού­λε­ται, τού­των γυ­μνώ­σα­σα. Ἡ μὲν οὖν ζώ­νη ἐ­πει­δὴ συ­σφίγ­γει τὴν ὀσφύν, καὶ ἀ­να­στέλ­λει δι­α­ρέ­ον­τα τόν  χι­τῶ­να ἐπί τὴν ἰ­ξύν, ση­μαί­νει δὲ τό σώ­φρο­να λογι­σμόν, δι’ οὗ ἥτε ἀ­πο­λαυ­στι­κὴ τοῦ βί­ου χαυ­νό­της συ­στέλ­λε­ται, καί ἡ  μὴ πρέ­που­σα τῶν νε­φρῶν συ­σφίγ­γε­ται πύ­ρω­σις. Τοῦ­τον τόν  σώ­φρο­να λο­γι­σμόν ἀ­φαι­ροῦ­σα ἡ  ἡ­δο­νή, τό τοῦ νοός ἀν­δρώ­δες ἐξί­τη­λον ἀ­περ­γά­ζε­ται, ὥ­στε προ­δο­ῦ­ναι καί τὴν τοῦ συ­νει­δὸτος ἐ­λευ­θε­ρί­αν, ἥν αἰ­νίτ­τε­ται ὁ δα­κτύ­λι­ος, καί ἀπο­λέσαι τό κατ’ εἰκό­να, ὁ δη­λοῦτ­αι διά τῆς ἐν τῇ σφενδό­νῃ γλυ­φῆς. Ἡ δὲ ἀ­μυν­τι­κὴ τῶν κυ­νῶν ῥά­βδος, ὁ τῆς ἐλ­πί­δος λό­γος ἔἐστι, δι' οὗ τό κά­μνον τῆς ψυ­χῆς ἐ­πε­ρεί­δο­μεν, καί τό ὑλα­κτοῦν πά­θος τῆς ἀπογνώ­σε­ως ἀ­μυ­νό­με­θα. Ὅ­τι δὲ ἡ  ῥά­βδος τὴν ἀ­γα­θήν ἐλ­πί­δα δη­λοῖ, μαρ­τυ­ρεῖ ὁ τῆς ἀ­σκη­τι­κῆς Κλί­μα­κος συγ­γρα­φεὺς οὕ­τως εἰπών. Ὁ πε­σὼν συν­τρί­βε­ται καί μετ’ ἐ­παινουμέ­νης ἀ­ναι­δεί­ας προ­σεύ­χε­ται ῥά­βδῳ ἐλ­πί­δος ὑ­πο­στη­ρι­ζό­με­νος, καί ταύ­τῃ ­δι­ώκων τόν  κύ­να τῆ­ς ἀ­πο­γνώσε­ως ἐ­ξο­ρί­ζει. Ὅ­ταν οὖν καί ταύ­της ἡ­μᾶς τῆς ρά­βδου ἡ  ἁ­μαρ­τί­α στέ­ρη­σῃ, εὐ­χει­ρώ­τους ἔχει πρός  ὅ  τι βού­λε­ται. Ταῦτ’ οὖν μα­θόν­τες, ἀ­γα­πη­τοί, προ­σέ­χω­μεν ἑαυ­τοῖς· ἐγρά­φη γὰρ ταῦ­τα εἰς νου­θεσί­αν ἡ­μῶν. Φύ­γω­μεν τὴν δε­λε­ά­ζου­σαν ἡ­δο­νήν, ἐκκλίνω­μεν αὐ­τῆς τάς ἀρ­χάς, πα­ρεισ­δύ­ε­ται γὰρ ἀπό  τῶν τῆς ψυ­χῆς θυ­ρί­δων ἀ­προ­ό­πτως εἰσ­δύ­ου­σα, μὴ συλληθῶ­μεν τὴν ζώνην τὴν ἁ­γι­α­στι­κὴν σω­φρο­σύ­νην, μη­δὲ τό κατ’ εἰκό­να προσ­δώ­σω­μεν, ὡς  δα­κτύ­λι­ον,

Εἰ δὲ τί­νι τού­των ζη­μι­ω­θῆ­ναι συ­νέ­βη, τὴν ρά­βδον τῆς ἐλ­πί­δος μὴ ἀπο­σπά­σῃ ἀφ' ἡ­μῶν ἡ  ἀ­πό­γνω­σις. Οὕ­τω τὴν ἁ­γίαν ­τοῦ Χρι­στοῦ γέν­νη­σιν κα­θα­ροῖ ὑ­ποψό­με­θα, καί με­τὰ ἀγ­γέ­λων δο­ξά­σο­μεν, καί με­τὰ ποι­μέ­νων αἰ­νέ­σο­μεν, ὡς  χρυσ­όν τὴν πί­στιν προ­σά­γοντες, ὡς  δὲ λί­βα­νον τάς πρά­ξεις, ὡς  δὲ σμύρ­ναν­ τήν τοῦ σώ­μα­τος νέ­κρω­σιν καὶ τῆς μυ­στι­κῆς τρα­πέ­ζης κα­τα­τρυ­φή­σο­μεν ἐν  Χρι­στῷ Ἰ­η­σοῦ τῷ Κυ­ρὶῳ ἡμῶν, ᾧ σὺν Πα­τρί καί ἁγίῳ Πνεύ­μα­τι προ­σκυ­νου­μένῳ, νῦν καί ἀεί καί εἰς τοὺς αἰῶ­νας τῶν αἰώ­νων. Ἀ­μήν.