Θεοφάνους Κεραμέως
Ὁμιλία ιζ΄
Περὶ τοῦ Ἀσώτου Υἱοῦ
(J.P.Migne, Patrologia Graeca, t.132 372C-396B)
Ἔφθασεν ἡ εὐαγγελική φιλοσοφία ἀπὸ τῶν κάτω καί μερικῶν ἀνάγουσα ἡμᾶς εἰς τά καθόλου καὶ τελεώτερα· ὑποθεῖσα γάρ πρότερον τήν τοῦ Ζακχαίου μετάνοιαν, καί τήν τοῦ τελώνου ταπείνωσιν, νῦν καθόλου τῆς ἀνθρώπινης φύσεως ὑπογράφει τήν ἀθλιότητα, ἥν ἀρχῆθεν ὑπέστη, νεωτερικαῖς ὁρμαῖς τῆς τοῦ Θεοῦ ἐντολῆς δραπετεύσασα, καὶ πρὸς τὸν χοιρώδη βίον αὐτομολήσασα, ὅπως τέ ἡ τοῦ θεοῦ καί Πατρὸς φθάσασα γαληνότης μακρόθεν διά της τοῦ Υἱοῦ καί Λόγου σαρκώσεως ἐνηγκαλισατο ταύτην, καί πρὸς τήν πρώτην εὐγένειαν ἐπανήγαγεν. Αὐτῆς οὖν τῆς θεολέκτου παραβολῆς ἀκοή καί διανοίᾳ νηφούση ἄκουσωμεν.
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην · Ἄνθρωπος τίς εἶχε δύο υἱούς. Ὁ μέν πάνσοφος καὶ θεῖος Χρυσόστομος τά τῆς παρούσης παραβολῆς ἐπεξεργασάμενος, τούς δύο τούτους υἱούς τούς δικαίους εἶναι λέγει καί τούς ἁμαρτωλούς · τούς μέν ἀραρότως μείναντας ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ, τούς δέ πρὸς τὸν αἰσχρόν καί ἀκλεῆ βίον αὐτομολήσαντας. Ἡμεῖς δέ καὶ τήν τοῦ ΙΙατρὸς αὐτομολήσαντες ἐξήγησιν, ὡς εἰκός, σεβαζόμεθα, καὶ Πατράσιν ἄλλοις στοιχεῖν οὐκ ἀπαναινόμεθα. Ἡ γάρ πολυτρόπος τοῦ θεοῦ σοφία ηὐδόκησε ποικιλοτρόπως νοεῖσθαι τῆς Γραφῆς τά μυστήρια. Φαμέν οὖν, ὡς διά τοῦ παρόντος νέου πάσης τῆς ἀνθρωπίνης φύσεως τήν ἐκ θεοῦ ἀπόπτωσιν ἔδειξε, καί τήν αὔθις ἀνάκλησιν τῷ παραβολικῷ ταύτην κρύψας παραπετάσματι. Ὁ δή καί ἐν ταῖς πρὸ ταύτης παραβολαῖς ὁ Σωτήρ ἐσχημάτισε, ποτέ μέν δραχμήν εἰπών τῇ κόπρῳ συγχωσθείσαν τῶν ἡδονῶν, ἧς ἀποσαρωθείσης ἡ ταύτης εὕρεσις γέγονε· ποτέ δέ πρόβατον Ἱερᾶς ἑκατοντάδος ἀποφοιτῆσαν, καὶ γεγονὸς ὀρειάλωτον, καὶ ζητηθέν ὑπὸ τοῦ καλοῦ ποιμένας, καὶ εὑρεθέν. Ἄλλοτε ὑπογράφει τὸν ἄνθρωπον τῆς ἄνω Ἱερουσαλήμ ἀποφοιτήσαντα, καί λωποδύταις περιπεσόντα, καί τήν στολήν ἀφαιρεθέντα, καὶ τραυματίαν γενόμενον, καὶ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν οὐδ΄ ὁτιοῦν ὠφεληθέντα (οὐ γάρ αἷμα ταῦρων καὶ τράγων σώζειν ἤδυνατο), ἀλλ' ὑπὸ μόνου θεραπευθέντα Χριστοῦ. Καὶ διά τῆς νῦν Ρηθείσης παραβολῆς τά αὐτά ὑποτίθησιν Ἄνθρωπος τίς εἶχε δύο υἱούς. Ἄνθρωπος ὁ θεὸς κατά τὸν ἀποδοθέντα ἡμιν σκοπὸν ἐν ἑτέρα παραβολή, δύο δέ κατά χάριν υἱοὶ τοῦ θεοῦ πᾶσα ἡ λογική κτίσις, τῶν νοητῶν καὶ αἰσθητῶν· ἡ μέν προγενεστέρα κατά τήν γένεσιν ·πρῶτον γάρ ἐννοεῖ τάς ἀγγελικάς τάξεις, παραγαγῶν ταύτας διά ἐννοήματος · ἡ δέ τῶν ἀνθρώπων ὕστερον παραχθεῖσα μετά τήν τῶν αἴσθητων διακόσμησιν. Διά μέν οὖν τήν πρὸς τὸ νοερὸν τῆς ψυχῆς συγγένειαν Ἀδελφός τοῦ ἀνθρώπου ἄγγελος, διά δέ τὸ προκατασκευάσθαι τῆς φύσεως ἡμῶν τήν ἀγγελικήν καὶ ἀσώματον φύσιν, νεώτερος ἀδελφὸς ὠνομάσθη ὁ ἄνθρωπος. Ἀλλ' οἶδα τὸν ἀντιτείνοντα λόγον. Ἐρεῖ γάρ τίς ἴσως, πρὸς τὸ τῆς παραβολῆς ἐνατενί-σας ἀκροτελεύτιον, ἐν οἷς φησιν ἀχθεσθῆναι τὸν πρεσβύτερον ἀδελφόν, διά τήν περί τὸν νέον φιλοφροσύνην, ὡς τοῦτο δοκεῖ πως ἐναντιοῦσθαι τῇ θεωρία. Εἰ γάρ Χαρά γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ὀργίζεται ἡ τῶν ἄνω δυνάμεων ἁγία πληθύς ἡ φθόνου παντός ἀνεπίμικτος. Σκοπεῖν τοίνυν προσήκει, ὡς οὐ πᾶσα ἡ τῆς παραβολῆς ἔκθεσις τῇ θεωρία συνήρμοσται· οὐδ’ εἴπερ τί τοῦ διηγήματος ἔξω τῆς τροπικῆς διανοίας εὑρίσκοιτο, δι’ ἐκεῖνο καί τὸ πᾶν ἀθετεῖσθαι. Οὐ γάρ πάθος βασκανίας προσάψαι βουλόμενος τῇ ἀπαθεῖ τῶν ἀγγέλων φύσει ταῦτα φησιν, ἀλλὰ τήν περί ἡμᾶς κηδεμονίαν τοῦ θεοῦ δεικνύμενος, καὶ τὸ τῆς χάριτος μέγεθος, ἧς μετέσχεν ὁ ἄνθρωπος. Ἐπεὶ κατά πολύ μᾶλλον οὐχ ἁρμόση ἐπὶ τῶν δικαίων ὁ πρεσβύτερος ἀδελφὸς ἐκλαμβάνεσθαι, οὐ μόνον, ὅτι οὐ βασκαίνουσι τῆς τῶν ἁμαρτωλῶν σωτηρίας οἱ δίκαιοι, ἀλλὰ καὶ τά ἑπόμενα πάντη δοκεῖ πρὸς ἐκεῖνον τὸν σκοπὸν ἀνακόλουθα. Τί γάρ καὶ διεῖλεν αὐτοῖς ὁ Σωτήρ, ἐπίσης καί κοινή δοθείσης δικαίοις τέ καί ἁμαρτωλοῖς πάσης τῆς κτίσεως, δυνάμεως τέ καὶ κρίσεως τῆς αὐτῆς, πρὸς τέ τήν φυγήν τοῦ χείρονος καὶ τήν ἐκλογὴν τοῦ βελτίονος; Τὸ γάρ πρὸς τοῦ πρεσβυτέρου ἀδελφοῦ ῥηθέν Οὐδέποτε σου ἐντολὴν παρῆλθον, > τίς ἄν εἰπεῖν ἀπερυθριάση, κἄν Ἀβραάμ εἴη, κἄν Μωσῆς, κἄν Σαμουήλ, κἄν Ἥλιου, κἄν Πέτρος τῶν μαθητῶν ἡ κρηπίς; Τίς ὄντως ὑψηλὸς καὶ μεγαλοφυής τῷ φρονήματι, ὡς κατά τὴν αἴσθησιν καὶ διάνοιαν ἔξω γενέσθαι τοῦ κατά κακίαν μολύσματος; Τίς καυχήσεται κατά τήν παροιμίαν, ἅγιαν ἔχειν καρδίαν; Τίς καθαρὸς ἀπὸ ρύπου, ὡς μαρτύρεται Ἰώβ; Οὐκ ἴσασι λέγειν οἱ δίκαιοι · Οὐδέ ποτέ σου ἐντολὴν παρέβην. Ἀλλ' ὁ μέν Ἀβραάμ Ἐγὼ δέ εἰμι γῆ καὶ σποδὸς. Ὁ δέ Δαβίδ Αἱ ἀνομίαι μου ὑπερῆραν τήν κεφαλήν μου. Ἰσαΐας Ὁ τάλας ἐγὼ, ὅτι ἀκάθαρτα χείλη ἔχω. Οἱ περὶ τὸν Ἀζαρίαν ἅγιοι παῖδες. Οὐδέ συνετηρήσαμεν, οὐδέ ἐποιήσαμεν καθώ ςἐνετείλω ἡμῖν. Ἰωάννης δέ ὁ παρθένος καὶ Θεολόγος, ὁ τοσοῦτος τήν καθαρότητα καὶ τήν λοιπήν ἄρετην , διαῤῥήδην οὕτω βοᾶ · Ἄν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτούς ἀπατῶμεν, καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν · Ὅτι δέ καί δι' ἑαυτοῦ ταῦτα λέγει, καί οὐ ταπεινοφρονῶν μόνον, ἀλλ’ ἀληθεύων, ἔδειξεν ἡ ἐν Καρθαγένη ἁγία σύνοδος, ἀναθέματι ὑποβαλοῦσα τούς μή οὕτως ἐκλαμβανόμενους τάς τῶν ἁγίων φωνάς, ἀλλ' οἰομένους ἐκ μόνης ταπεινοφροσύνης ταῦτα λαλεῖν. Ἀλλ’ ἡ φωνή αὕτη, « Οὐδέποτε ἐντολήν σου παρῆλθον» τῆς ἀγγελικῆς τάξεως μόνον ἁρμόδιος, ἥτις τετήρηται πρὸς τὸ κακὸν ἀνεπίμικτος. Τί δ’ ἄν εἴποιεν καὶ περὶ τῆς πρώτης στολῆς, ἥν διά τῶν δούλων ὁ πατήρ τὸν νέον ἀνέδυσε, τὸ βάπτισμα καθαρῶς εἰκονίζουσαν; ἄρ’ οὐ δίκαοι καί ἁμαρτωλοί ταύτην περιχλαινίζονται; Ἀλλ' ἐν τῷ τῆς παραβολῆς λόγῳ μόνος αὐτήν ὁ νεώτερος ἐνδιδύσκεται, ὡς τοῦ πρεσβυτέρου μηδέποτε γυμνωθέντος αὐτῆς. Τοῦτο δέ περὶ τοῦ δακτυλίου, καί περί τῶν ὑποδημάτων νοήσωμεν. Καὶ μήν καί ὁ ὑπέρ ἡμῶν ἀχθεὶς εἰς θυσίαν μόσχος οὐχ ὑπέρ ἁμαρτωλῶν μόνον, ἀλλὰ καὶ ὑπέρ δικαίων τέθυται, λύτρον γεγονῶς πάσης τῆς φύσεως. Πῶς οὖν ὁ δίκαιοις ὑπέρ τοῦ μόσχου τῆς σφαγῆς ἐδυσχέραινεν, ὑφ' οὐ καὶ αὐτὸς ἐλελύτρωτο; Πῶς δέ καὶ πρὸς αὐτόν φησιν ο Πατὴρ · Σύ πάντοτε μέτ’ ἐμοῦ εἶ. Οὐ γάρ πάντοτε μετά Θεοῦ ἦσαν οἱ δίκαιοι. Εἰ γάρ, καθώς φησιν ὁ Ἀπόστολος, ἐν τῷ Ἀδάμ πάντες ἀποθνήσκομεν, καὶ πάντες ἐν Χρισῷ ἐζωοποιήθημεν, πάντες οὖν οἱ κοινωνοῦντες τῆς φύσεως τῆς Ἀδάμ, καί τῆς ἐκείνου πτώσεως ἐκοινώνησαν, καὶ τῆς διά Χριστοῦ ἀπολυτρώσεως. Οὐκ οὖν πάντοτε μετά θεοῦ ἦσαν οἱ δίκαιοι, ἀλλ’ αἵ νοεραὶ τῶν ἀγγέλων οὐσίαι, αἵ μηδέποτε διακριθεῖσαι θεοῦ · ὑπέρ ὧν οὐδέ ἔριφος ἐθύθη ποτέ. Ὑπέρ γάρ τῶν ἀγγέλων οὐδέ ἁμαρτωλὸς εἰς θάνατον δέδοται· ὑπέρ δέ τῆς τῶν ἀνθρώπων σωτηρίας αὐτὸς ὁ τοῦ θεοῦ Υἱὸς τέθυται. Ἀλλὰ πολύ τῆς εὐθείας ἀπεπλανήθημεν. Φέρε οὖν τὸν λόγον ὥσπερ ἵππον ἔξω τῆς νύσσης ἀφηνιάσαντα ἡνιοστροφήσωμεν.
Ἄνθρωπος τίς εἶχε δύο υἱούς· καί εἶπεν αὐτῷ νεώτερος· Πάτερ, δός μοί τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Ἐπειδή, φησὶν, αὐτεξούσιος ἔκτισμαι, οὐ θέλω δουλεύειν ἀνάγκη· παραχώρησον χρήσασθαι μέ τῷ κλήρῳ, ὡς βούλομαι· ἤ πῶς ἄν φανεί ἥν αὐτοδέσποτος, ἐντολαῖς καὶ νόμοις δουλαγωγούμενος; Καὶ διεῖλεν αὐτοῖς τὸν βίον, τοῖς ἀσωμάτοις ἀπένειμε τὸν οὐράνιον χῶρον, τοῖς ἀνθρώποις δέ τὸν περίγειον. Δύο γάρ ταῦτα στοιχεῖα ἐν τῇ τῶν ὄντων κτίσει πρὸς διαγωγήν τῆς λογικῆς φύσεως, οὐρανὸς, καὶ ἡ γῆ. Τόπος τῶν διά σαρκὸς τήν ζωήν εἰληχότων ἡ γῆ · ὁ δέ οὐράνιος τῶν ἀσωμάτων ἐστὶν, ἐν ὧ πανίεροι νόες περιπολοῦντες γειτονοῦσι τῇ πανευδαίμονι καί θεία μακαριότητι. Ὁ τοίνυν ἄνθρωπος οἷα νεώτερος παῖς, ὡς κλῆρον τὸν αἴσθητὸν τοῦτον κόσμον καί τόν παράδεισον εἰς δίαιταν εἰληφώς ἔπαιζε λελυμένος, καὶ παρήγετο ταῖς ἐπιθυμίαις, καί ὑπέπιπτεν ἡδονῇ, καί τῆς δοθείσης ἁγίας ἐντολῆς χωρισθείς, ἀπώλεσε τῆς σωφροσύνης τὸν πλοῦτον, ἐστερησατο τοῦ ἀργυρίου τῆς γνώσεως, ἐσυλήθη τῶν ἀρετῶν τήν περιουσίαν, καὶ οὕτω μακράν ἐγεγόνει Θεοῦ πολλῷ τινι καί ἀπείρω μεταξύ διαστήματι. Τῇ γάρ μετοχῇ τοῦ χείρονος καὶ τῇ πρὸς τήν κακίαν ἐγγύτητι πόῤῥω γινόμεθα τοῦ θεοῦ· μακρύνεται τῆς δικαιοσύνης ὁ τήν ἀδικίαν ἐγκολπωσάμενος· πόῤῥω γίνεται τῆς σωφροσύνης ὁ τῷ ῥύπῳ τῶν ἡδονῶν μολυνόμενος · ἐξοστρακίζεται τῆς φρονήσεως ὁ τῇ τῶν παθῶν ἀχθηδόνι καταχωννύμενος, ἀποσκορακίζεται τῆς ἀνδρείας ὁ ὑποκύπτων τοῖς πάθεσιν. Οὕτως ἀπεδήμησεν εἰς χώραν μακράν ὁ ὑπὸ τῶν ἁμαρτιῶν ἀνδραποδισθείς, πᾶσας τάς τῆς ψυχῆς δυνάμεις καὶ τάς αἰσθήσεις τοῦ σώματος ἀναλώσας ἐν ταῖς ἠδοναῖς της σαρκός. Αἱ γάρ ἁμαρτίαι ὑμῶν, φησιν ὁ θεὸς, διιστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν.
Δαπανήσαντος δέ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατά τήν χώραν ἐκείνην, καί αὐτὸς ἤρξατο ὑστερεῖσθαι». Οὐκ ἀπαρχῆς γέγονε λιμὸς, ἀλλ' ὅταν ὁ νέος τήν οὐσίαν ἅπασαν κατεπάτησεν. Ἡ γάρ παντελής τῶν ἀρετῶν στέρησις λιμὸς ἰσχυρὸς γίνεται τῇ ψυχῇ, ὑφ’ οὗ καταξηρανθεῖσα, ὡς ὑπό τίνος αὐχμοῦ, παντὸς ὄμβρου δικαιοσύνης λιμώττει. Καὶ γάρ, ἧ φησιν ὁ θεῖος Μάξιμος, λιμός ἐστιν ὡς ἀληθῶς ἡ ἔκλειψις, καὶ σπάνις τῶν κάτ’ αὐτήν τήν πεῖραν ἐγνωσμένων ἀγαθῶν, καὶ ἀπορία τῶν τῆς ψυχῆς πνευματικῶν βρωμάτων. Οὕτως ἐλίμωττε μακρόθεν ὁρῶν ὁ Ἀδάμ τήν Ἐδέμ, καὶ δι' αὐτοῦ πᾶσα ἡ φύσις ἡμῶν λιμώττουσα θητεύειν τοῖς δαίμοσιν ἠρετίσατο λιμώξασα δέ πρὸς ἀπόγνωσιν τρέπεται. Τί γάρ ὁ τῆς παραβολῆς λόγος φησί; Καὶ πορευθεῖς ἐκολλήθη ἐνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καί ἔπεμψεν αὐτὸν εἰς τούς ἀγρούς αὐτοῦ βόσκειν χοίρους. Ὁρᾶς τὸ κακὸν μείζονι κακῷ οἷον θεραπευόμενον; Ἐχρῆν γάρ, τοῦ λιμοῦ γενομένου, εἰς συναίσθησιν εὐθύς τῆς προτέρας ἀφθονίας ἐλθεῖν, καὶ σπεῦσαι πρὸς τήν εὐδαίμονα ἑστίασιν ἐπανελθεῖν. Ὁ δέ ἐπίσης ἀτάκτῳ πώλῳ τά δεσμά διαῤῥήξας ἐπὶ τά χείρω προέκοπτε. Πορευθεὶς γάρ ἐκολλήθη ἐνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, Ἐνταῦθα ἕοικέ τί τῶν κεκρυμμένων ἀνακαλύπτειν ὁ Κύριος, ὅπερ κατά γέ τὸν ἐμὸν λόγον τοιοῦτον ἐστιν. Ὁ τοῦ κόσμου ἄρχων διάβολος ὑπερηφανευσάμενος, καί καταβληθεὶς ἅμα τάς ὑπ' αὐτὸν ἀποστατικαῖς δυνάμεσι, τῆς πολυσχιδοῦς ἁμαρτίας τά εἴδη ἑκάστῳ δαίμονι ἀπεκλήρωσε, καὶ ὥσπερ ἐπὶ τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων πολλᾶς τίς εὕροι διαφορᾶς · πνεῦμα γάρ σοφίας, πνεῦμα δυνάμεως, υἱοθεσίας τέ καί ἁγιασμοῦ καὶ συνέσεως, καί ὅσα ὁ μέγας Ἠσαΐας ἠρίθμησεν, οὕτως oἱ τοῦ θεοῦ ἀντίπαλοι τοῖς ἐναντίοις τετάχαται, ὡς ἄλλον μέν εἶναι τὸν δαίμονα τοῦ θυμοῦ, ἄλλον δέ τῆς φιλοδοξίας, ἕτερον τῆς φιλαργυρίας, καὶ ἄλλον τοῦ φθόνου, καὶ ἄλλον ἄλλου, τοῦ μίσους τῆς ἀκολασίας, τῆς ὕβρεως, τῆς ἀκηδίας, καὶ τῶν παθῶν ἕκαστον ἐφευρέτην ἴδιον κέκτηκε, καὶ τοῖς ἀνθρώποις σύμβουλου πονηρόν, ὡς πολίτας λέγεσθαι τῶν παθῶν τούς τούτων δημιουργούς. Ὅταν βοὖν ἀκούσης, ὡς ἀποσκιρτήσας ἐκεῖνος ὁ νέος ἑνὶ ἐκολλήθη τῶν πολιτῶν, τοῦτο δηλοῦσθαι κατάμαθέ, ὡς ἑνὶ τῶν δαιμονιωδῶν παθῶν λάτρης καί ὑποχείριος γέγονεν. Εἰ δέ καὶ τήν πόλιν ζητεῖς μαθεῖν, ἧς πολιοῦχος ἦν ὁ μισθωσάμενος τὸν νέον συοβωτεῖν διδάξει σέ ὁ ψαλμὸς, τήν πόλιν λέγων ἐκείνην τήν ἐκ τῶν πονηρῶν ἐπιτηδευμάτων συνωκισμένην. Εἶδον ἀνομίαν ἐν τῇ πόλει καί ἀντιλογίαν, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς, καί ἀδικία, καί τόκος, καὶ δόλος ἐν ταῖς πλατείαις αὐτῆς. Ὁ γοῦν τήν τοιαύτην πόλιν οἰκῶν ἔπεμψεν αὐτὸν εἰς τὸν ἀγρὸν αὐτοῦ βόσκειν χοίρους. Τάχα διά τῶν χοίρων τῷ τῆς βδελυρᾶς καί λυσσώδους ἀκολασίας πάθος ἠνίξατο, ὧ χοιρηδὸν ἐγκαλινδοῦνται οἱ τῷ μιαρῷ πειθόμενοι δαίμονι. Ἀγρούς δέ νοήσεις τοῦ βδελυροῦ τούτου δαίμονος τούς φιλοσάρκους, καὶ φιλήδονους. Ἄριστα δέ τὸ τῆς ἀκολασίας πάθος τοῖς χοίροις παρείκασεν· ἡ γάρ ἡδονή καθάπερ κιρκαίω κρατήρι τὸν ἑαυτοῦ κυκεώνα κεράσασα, καὶ τὸν τῶν ἀφρόνων νοῦν πρὸς τήν χοιρώδη ζωήν μεταμείβουσα, λάτρας ἑαυτῆς τίθησι καὶ ὥσπερ οἱ τῶν συῶν ὀφθαλμοί εἰς τὸ κάτω παρά τῆς φύσεως ἐστραμμένοι τῶν οὐρανίων θαυμάτων ἀπείρως ἔχουσιν, οὕτως ἡ πρὸς τά πάθη κατασπασθεῖσα ψυχή πρὸς τὸ νοητὸν κάλλος ἀναισθητεῖ. Πολλῶν δέ ὄντων παθῶν, ἅ τούς λογισμούς τῶν ἀνθρώπων καταγωνίζεται, οὐδεμίαν καθ' ἡμῶν ἰσχύν ἕτερον πάθος ἔχει, ὡς πρὸς τὴν νόσον τῆς ἡδονῆς ἐξισάζεσθαι. Βοσκήματα γάρ ἀληθῶς τούς ἀνθρώπους ποιεῖ τῇ ἀτιμίᾳ δίκην συῶν ἐκπομπεύοντας, ὡς ἀεί ἐπιθυμεῖν κορέννυσθαι τοῦ μιάσματος. Ἐπεθύμει γάρ, φησι, γεμίσαι τήν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ὁ μέν οὖν νεώτερος κατά τήν γένεσιν καὶ τήν φρόνησιν τοσοῦτον ἀπώνατο ἐκ τοῦ συβώτης γενέσθαι, ὅσον ἄγχεσθαι τοῦ λιμοῦ, καὶ ἰμείρεσθαι τῆς χοιρώδους ἐμπλησθῆναι τροφῆς· Τοιαῦτα τῶν ἐραστῶν τῆς κακίας τά ἔπαθλα- τοιούτοις δώροις δεξιοῦται ἡ ἡδονή τούς ἑπόμενους αὐτῇ τοιαῦται πεφύκασιν αἱ τῶν δαιμόνων τιμαί. Τῷ μέν γάρ σωφρονοῦντι, καί λογισμῷ γενναίῳ τῶν παθῶν κατευμεγεθοῦντι, ῥαγδαῖον ἐπιφέρουσι πόλεμον, πανταχόθεν περιιστῶντες τά θέλγητρα, μέλιτι τό δηλητήριον παραρτύοντες, καὶ χρυσαῖς φιάλαις κίρ-νῶντες τὸν θάνατον. Ἐπειδὰν δέ εἴσω παγίδος συσχῶσι τὸ θήραμα, καὶ τήν ψυχήν ἐν ἕξει τοῦ κακοῦ δουλαγωγήσωσι, τότε δή τοτε δυσχερῆ ποιοῦσι τῶν κακῶν, τήν ἀπόλαυσιν, ὡς ἄν διακαῶς ἔχοιεν πρὸς αὐτὰς, τῷ τῆς ἐπιθυμίας οἴστρῳ νυττόμενοι· κατά τάς δεινάς τῶν ἑταιρίδων, αἵ μέχρι τότε τούς νέους ἀγρεύουσι νεύμασι, καὶ λυγίσμασι, καί καγχάσμασι, καὶ συνθήμασιν, ἕως ἄν ἅψωσι τῆς ἐπιθυμίας τὸ πῦρ. Εἴτα μεταβάλλουσαι ἀκκίζονται, τούς ἔραστας ὑποκνίζουσαι. Διά τὶ δέ τῶν κερατίων μόνον, καὶ οὐκ ἄλλου καρποῦ ἐμνημόνευσε; Τάχα τήν ἐγχώριον συνήθειαν τῶν κατά Φοινίκην συοτροφιῶν ἡ λέξις ἐδήλωσεν. Ὡς γάρ πάρ’ ἡμῖν ἐκ τῶν βαλάνων οἱ χοῖροι, οὕτως παρ’ αὐτοῖς ἐκ τῶν κερατίων ἐκτρέφονται. Πλήν ὅτι καὶ παραφερής ὁ καρπὸς οὗτος τῇ βδελυρᾷ ἡδονῇ. Τά μέν γάρ λοιπά καρποφόρα φυτά ἐν τοῖς νεοβλάστοις τῶν κλάδων καὶ τοῖς ἀκρέμοσι βλαστάνει τὸ ἄνθος καί τὸν καρπόν · τουτὶ δέ τὸ δένδρον ἐν αὐτῷ τῷ πρέμνῳ τοῦ καρποῦ ποιεῖται τήν βλάστησιν, μικράν μέν γλυκύτητα φέρουσαν, πολύ δέ τὸ ἀχυρῶδες καί ἄτροφον ἔχουσαν. Σαφής δέ πάντως ἡ πρὸς τήν ἀκόλαστον ἡδονήν τούτων ὁμοίωσις, τοῦ Ἀποστόλου εἰπόντος, ὡς πᾶσα ἁμαρτία ἐκτὸς τοῦ σώματος ἐστιν, ὁ δέ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Οἱ γάρ πρὸς τήν λυσσώδη μίξιν ἐρεθισμοί ἐξ αὐτοῦ τοῦ σώματος πᾶν τὸ γόνιμόν του αἵματος καὶ μυελῶδες ἐξοίσουσι. καὶ οὕτως ὁ τοῦ δένδρου τῆς ἁμαρτίας καρπὸς ἐκ πρέμνου τινὸς βλαστάνει τοῦ σώματος, μικρὰν μὲν ἔχων τήν ἡδονὴν, πολύ δέ τὸ τούτου ἀχυρῶδες, τὸ ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ ταμιευόμενον.
« Εἰς ἑαυτὸν δέ ἐλθὼν εἶπέ· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων; ἐγὼ δέ λιμῷ ἀπόλλυμαι. Ὁ μέν οὖν ἦν ἐν τούτοις, ἐν οἷς εἶναι εἰκὸς τὸν χοίροις συνδιαιτώμενον. Ἀντί τῆς ἀφθάρτουν καὶ μακαρίας στολῆς, ἐνδεδυμενος διεῤῥωγότα καὶ ρακώδη, ἅπερ ὁ μέθυσος καὶ πορνοκόπος, καθώς ἡ παροιμία φησί, περιβάλλεται· ἀντί δέ τῆς ἀφθόνου τραπέζης οὐδέ τῆς χειρώδους τροφῆς κορεννυμένος. Μόλις δὲ τῆς μέθης ἀπένηψε, μόλις ἐν αἰσθήσει γέγονεν οἵου κακοῦ ἦν δοῦλος, μόλις ἐπέγνω οἷον ἀνθ’ οἵου βίον ἀλλάξατο · ἀνελογίσατο τήν ἐκ τῆς ἑστίας τῆς πατρικῆς ἀναχώρησιν, τήν πρὸς τὸν δυσώδη βίον τῶν χοίρων οἰκείωσιν, τήν τοῦ τιμίου πλούτου διαφοράν, τήν ἔνδειαν ἥν συνήν, καὶ μελετᾷ τῆς μεταμελείας τά βήματα. Προσηκόντως δέ εἶπεν, εἰς ἑαυτὸν ἐπανελθῶν, οὐ γάρ ἦν εἰς ἑαυτὸν, ἀλλ' εἰς τήν ἁμαρτίαν ἐκκεχηνώς, ὡς εἶναι δῆλον ἔξω ἑαυτοῦ τὸν ἁμαρτάνοντα γίνεσθαι, καὶ ἑξεστηκότα, ὡς τούς οἰνόφλυγας. Εἰς ἑαυτὸν τοίνυν ἐπανελθῶν, καὶ βύθιον στενάξας καί γοερόν· Πόσοι μίσθιοι τοῦ πατρός μου, φησί, περισσεύονται ἄρτων ; ἐγὼ δὲ λιμῷ ἀπόλλυμια, ἐλεεινῶς ἀπεφθίγξατο. Καλή ἡ τῆς μετανοίας ἀρχὴ τὸ γνῶναι τίνες τέ ἦμεν πρότερον, καί ὅ τι γεγόναμεν. Ὁ μέν οὖν ἐμμελετήσας ἅττα δή πρὸς τὸν πατέρα εἰπεῖν παλιμπόρευτος ἴετο.
Καὶ ἀναστάς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. Πόθεν ἀναστάς; Ἀπὸ τοῦ πτώματος δηλαδή, τῆς ἐν τῷ κακῷ καθέδρας· ἦλθε δέ τῇ προαιρέσει, τῇ μετανοίᾳ, τῇ τοῦ βίου ἐπανορθώσει, τῇ φυγῇ τῆς ἁμαρτίας, τῇ ἀποτροπῇ τῶν ἡδονῶν. Τί οὖν ὁ φιλόστοργος Θεὸς καί Πατήρ; Ὁμοῦ τε εἶδε τὸν παῖδα τῆς θητείας ἑαυτὸν τοῦ βδελυροῦ πολίτου ἐκστήσαντα, καὶ πρὸς τήν πατρικήν ἑστίαν παλινδρομή-σαντα, καὶ οὐκ ἀπώσατο τὸν δραπέτην, οὐκ ἀπεπέμψατο τὸν φυγάδα, καὶ λειποπάτριδα, οὐκ ἐβδελύξατο τὸν τῆς συώδους δυσοσμίας ἀπόζοντα, ἀλλὰ πρὸς ὑπάντησιν ἔδραμε, προφθάνει γάρ ἡ τοῦ θεοῦ φιλανθρωπία τήν ἡμετέραν διάνοιαν· καὶ δραμῶν, καὶ ἀπρὶξ ἐναγκαλισάμενος κατεφίλει τὸν τράχηλον. Ὁρᾷς πώς φανερῶς ὑπογράφει τὸ τῆς οἰκονομίας μυστήριον, καὶ τήν περὶ τὸν ἄνθρωπον τοῦ θεοῦ ἀγαθότητα, μακράν αὐτοῦ γενομένου, διά τῆς τῶν παθῶν γειτνιότητος, κενώσας ἑαυτὸν, καὶ δραμῶν ἐκ τῶν οὐρανίων ἁψίδων ἐναγκαλίσατο, καί φιλεῖ, οὐκ ἄλλο μέλος, ἄλλα τὸν τράχηλον, τὸν ἀποβαλόντα τῆς ἐν παραδείσῳ πρώτης ἐντολῆς τήν ζεύγλην, καὶ ὡς δάμαλιν παροιστρήσαντα πρὸς τήν συμβουλίαν τοῦ δράκοντος. Διὰ δέ τοῦ φιλήματος τίθησι τῷ τραχήλῳ τὸν ζυγὸν τῶν εὐαγγελικῶν ἐντολῶν. Εἶπε δέ αὐτῷ ὁ υἷος·
Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιον σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἷός σου. Τίνος ἕνεκεν εἰς τὸν οὐρανὸν ἁμαρτῆσαι φησιν; Ἤδει ὡς πατρὶς ἦν αὐτῷ τῶν οὐρανῶν ἡ ἀπόλαυσις, ἐπέπειστο ὡς εἰ μή παρέβη ἰτήν ἐντολήν, ἥν ἄν ἐν μετοχῇ τῶν οὐρανίων ἀγαθῶν · ἡ γάρ οὐρανῶν βασιλεία τῷ ἀνθρώπῳ ἠτοίμασται · οὕτως εἰπόντος τοῦ ἐπὶ θρόνου δόξης κριτοῦ · Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἠτοιμασμένην ἡμῖν βασιλείαν, ἅτε οὖν πεπεισμένος, ὡς κλῆρος αὐτοῦ ἦν ὁ οὐρανὸς, ὅν καταλιπών ἐπλημμέλησεν, εἰς τόν οὐρανὸν ἁμαρτῆσαι φησιν.
Εἶπε δέ ὁ πατήρ πρὸς τούς δούλους αὐτοῦ· Ἐξενέγκατε τήν στολήν τήν πρώτην, καὶ ἐνδύσατε αὐτὸν, καὶ δότε δακτύλιον εἰς τήν χείρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τούς πόδας αὐτοῦ. Δοῦλοι οἱ τοῦ μυστηρίου τῆς χάριτος κήρυκες καί διάκονοι, οἱ διά τοῦ ἁγίου βαπτίσματος τήν στολήν ἀμφιεννύντες, οὐκ ἄλλην, ἀλλὰ τήν πρώτην, ἧς διά παρακοῆς ἐγυμνώθη ὁ ἄνθρωπος, ἅμα τῇ γεύσει γυμνὸν ἑαυτὸν θεσσάμενος. Καί περί τήν χείρα τίθησι τὸν δακτύλιον, ἐλευθέρων αὐτὸν τῆς δουλείας τοῦ τῆς ἁμαρτίας πολίτου, καὶ διά τῆς ἐν τῇ σφενδόνῃ γλυφῆς τήν ἐπανάληψιν τῆς εἰκονος δηλῶν, ἥν ὑπέκρυψε τῇ κόπρῳ, τῇ τῆς σαρκός φημι ῥυπαρία. Ἀσφαλίζεται δέ καὶ τούς πόδας τοῖς ὑποδήμασιν, ὡς ἄν μή γυμνή τῇ πτέρνῃ τῇ κεφαλῇ τοῦ ὄφεως πάλιν ἁλώσιμος γένηται. Εἶεν δ' ἄν ὑποδήματα ὁ τῆς εὐαγγελικῆς πολιτείας ἐγκρατής, καὶ κατεσκληκώς βίος, ὁ θραύων δι’ ἑαυτοῦ καὶ περικλῶν τάς τῆς ἀκάνθης ἀκμάς, καὶ κωλύων ἐξ ἀφανοῦς καὶ λεπτῆς ἀρχῆς τήν ἁμαρτίαν ἐν τῇ ψυχῇ παρεισδύεσθαι.
Καὶ θύει τὸν μόσχον τὸν σιτευτὸν, τὸν ἄσπιλον ὄντως καί καθαρόν, ὅν ἡ ἄμωμος ἔτεκε δάμαλις, τὸν μόσχον τὸν πρᾶον καί ἥμερον, τὸν τούς κτείναντας αὐτὸν ταύρους καὶ κύνας μή κερατίσαντα* τοῦτο εἰς θυσίαν δίδωσιν ὁ πατήρ· Τοσοῦτον γάρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δοῦναι λύτρον ἀντί πολλῶν.
Καὶ ἤρξαντο εὐφραίνεσθαι. Αὕτη ἥν ἡ εὐφροσύνη, ἥν ἀλλαχοῦ δεῖπνον καὶ γάμον ὀνομάζει τὸ Εὐαγγέλιον. Γέγονε γάρ, ὡς ἀληθῶς, τῷ θεῷ ἡ τῶν ἀνθρώπων σωτηρία εὐφροσύνης ὑπόθεσις · καὶ γάρ ἐνενέκρωτο τῇ ἁμαρτίᾳ ἡ φύσις ἡμῶν, ἀνεζωώθη δέ τῷ Χριστῷ.
Ὁ υἱός μου γάρ, φησίν, οὕτος νεκρός ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καί εὑρέθη, Τούτ' ἀριδήλως ὑπέδειξε κἄν ἐν τῇ παραβολῇ τοῦ ἐμπεσόντος εἰς τούς ληστάς. Καὶ αὐτὸν γάρ ἐκ τῶν πληγῶν ἡμιθνῆτα γενόμενον ἀνεζώωσε. Τὸ δέ Ἀπολωλώς καὶ εὑρέθη, συνάδει τῇ παραβολῇ τοῦ ἀπολωλότος προβάτου, καὶ τῆς ἀπολλυμένης δραχμῆς, ἥν εὑροῦσα ἡ τοῦ θεοῦ σοφία χαίρει καὶ γέγηθε. Διὰ δέ τοῦ δεικτικῶς εἰπεῖν. Οὗτος υἱὸς μου, ἔδειξεν, ὡς ὁ ἕτερος υἱὸς οὔτε νενέκρωτο πώποτε, οὔτε ἀπώλετο.*****
Ἦν δέ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ, καί ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καί χορῶν, καὶ ὠργίσθη, καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ἀγρὸν ἡ Γραφή πολλαχοῦ τὸν κόσμον καλεῖ, ἐν ὧ καὶ τάς θυγατέρας Ἱερουσαλήμ ἡ ἐν τῷ Ἄσματι Νύμφη ὁρκίζουσα ἔλεγεν· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι, καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ» καὶ τῷ Νυμφίῳ διαλεγομένη, φησίν Ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν». Ἀλλά καὶ ἡ μεγάλη τοῦ Εὐαγγελίου φωνή τροπικῶς ἀγρὸν τὸν κόσμον ἐκάλεσεν. Ὀπηνίκα γάρ ὁ Σωτήρ τοῖς μαθηταῖς τήν παραβολήν τῶν ζιζανίων ἐσαφήνιζεν, ἀγρὸν τὸν κόσμον ἠρμήνευσε. καὶ μήν καὶ ἀγρὸς ὁ κόσμος οὗτος ἐστιν, ὁ ἔχων τάς δύο ἀληθούσας, ὧν ἡ μία παραλαμβάνεται, καὶ ἡ ἄλλη ἀφίεται· καὶ ὁ ἀγρὸς δέ, ὅν ἠγορακέναι φησιν ὁ τοῦ μεγάλου δείπνου τήν κλῆσιν παραιτησάμενος, εἰς ταύτην φέρει τήν ἔννοιαν. Ἐπεὶ γοῦν οἱ ἄγγελοι λειτουργικά εἰσι πνεύματα, ὡς φησιν ὁ Ἀπόστολος, εἰς διακονίαν ἀποστελλόμενα, καὶ οἱ μέν αὐτῶν τῶν ἐθνῶν προεστήκασιν, οἱ δέ ἐν ἑκάστῳ τῶν ἀνθρώπων εἰσὶ παρεπόμενοι, ἀκόλουθον ἄρα οὕτω νοεῖσθαι, ὡς ἦκεν ἐξ ἀγρούς πρεσβύτερος ἀδελφὸς, ὅς ἦλθεν ἀπὸ τῶν προνοουμένων ἐθνῶν, ἀπὸ τῶν κατά μέρος ἀνθρώπων, ἀπὸ τῶν τοῦ ἀγροῦ, ἤγουν τοῦ τῇδε βίου προνοιῶν τέ καὶ διοικήσεων * ἐν τῷ κόσμῳ δέ ἀποστέλλονται. Εἰκότως οὖν λέγει ἐξ ἀγροῦ ἐληλυθέναι τὸν πρεσβύτερον ἀδελφόν. Τὸ μέντοι ὠργίσθη, καὶ οὐκ ἤθελεν εἰσελθεῖν, μή τὸν ἐκ βασκανίας θυμὸν ἐμφαιίνειν νοήσωμεν, μηδέ πρὸς τοῦτο κατολισθήσωμεν ἔνδειας φρενῶν, ἀλλὰ τήν μετά θαύματος ἔκπληξιν ἐμφαίνειν νοήσωμεν. Καί γάρ ἐξέστησαν αἱ τῶν ἀγγέλων δυνάμεις, κατανοοῦσαι τήν τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον ἀγαθότητα. Διὰ τοί τοῦτο καὶ ἡ τῆς παραβολῆς δραματουργία λόγον ἐμφαίνει ἐμφαντορικὸν τῆς τοιαύτης ἐκπλήξεως. Ἔχω δέ διεξιέναι καί ἕτερόν τι ἀποῤῥητον, δι’ οὐ λέγεται ὀργισθῆναι ὁ πρεσβύτερος ἀδελφός, καὶ εἰπεῖν τῷ πατρί.
Ἰδού τοσαῦτα ἔτη δουλεύω σοί, καὶ οὐδέποτε ἐντολήν σου παρέβην, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετά τῶν φίλων μου εὐφρανθῶ. Ὅτε δέ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετά πορνῶν, ἦλθε, καὶ ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Διὰ τούτων γάρ καὶ τῶν ἑξῆς ἐμφαίνει ὁ Κύριος, ὡς παραβάντος τήν ἐντολήν τοῦ πρωτοπλάστου Ἀδὰμ, ἀπέσχιστο τῆς γῆς ὁ οὐρανὸς, καί ἐκπολεμώμενοι ἦσαν πρὸς τούς ἀνθρώπους οἱ ἄγγελοι ὀρῶντες τὸν Δεσπότην ὑπ' αὐτῶν ὑβριζόμενον· ἀφ' οὗ δέ ὁ τοῦ ΙΙατρὸς, ὅρος καὶ Λόγος τὸν ἐχθρὸν αὐτοῖς καὶ μισούμενον ἀνέλαβεν ἄνθρωπον, καὶ εἰς οὐρανούς ἀνήγαγε, τήν τοιαύτην ἔχθραν διέλυσε. Καὶ τοῦτο ἡ ἀποστολική θεηγορία σαφῶς παρίστησι λέγουσα· Εἰρηνοποιήσας διά τοῦ αἵματος τοῦ Υἱοῦ τόν τά ἐν οὐρανῷ καὶ τά ἐπὶ γῆς. Ὥστε τό, χαρά γίνεσθαι ἐν οὐρανῷ ἐπὶ τοῖς μετανοοῦσα ἁμαρτωλοῖς, μετά τήν τοῦ Κυρίου γέγονεν ἐνανθρώπησιν, καὶ μεταξύ ἀγγέλων καὶ ἀνθρώπων εἰρηνοποίησιν. Ὅταν οὖν ἀκούσης, ὡς ὠργίσθη ὁ πρεσβύτερος ἀδελφὸς, καὶ εἶπε τῷ πατρὶ ἄττα δή καί ἐφθέγξατο, τήν κατά τῶν ἀνθρώπων προτέραν τῶν ἀγγέλων ἀπέχθειαν νόησον · ὅταν δέ πάλιν τὸν πατέρα τοῖς λόγοις αὐτὸν τιθασσεύοντα, καί πρὸς τόν ἀδελφὸν εὐμενῶς ἔχειν παρασκευάζοντα, τήν λύσιν τῆς ἔχθρας ἐμφαίνεσθαι. Ἀλλὰ τὸ ρητὸν αὔθις ἐπαναλάβωμεν. Ἰδού τοσαῦτα ἔτη δουλεύω σοί, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον. Παῤῥησίας καὶ ἀληθείας ἔμπλεως ἡ φωνή. Ἐν γάρ τοσοῦτοι αἰῶσι λατρεύουσα τῷ θεῷ ἡ νοερά τῶν ἀγγέλων φύσις οὐδέποτε παρῆλθε θεοῦ ἐντολὴν, καίτοι τῆς φύσεως δεχόμενης τήν εἰς τὸ χεῖρον τροπήν, ὡς ἐκ τοῦ πεσόντος ἑωσφόρου μανθάνομεν. Καὶ οὐδέποτε μοί ἔδωκας ἔριφον. * Ἐρίφους τοὺς ἁμαρτωλούς ὀνομάζει τὸ Εὐαγγέλιον. Φησὶν οὖν ὡς οὐδέποτε τινά τῶν ἀσεβῶν ἀνθρώπων καί βδελυρῶν, οἷς ἀπηχθόμην ἐγώ, εἰς ὅλεθρον δέδωκας χάριν ἐμήν· ὑπέρ δὲ τῆς τῶν ἀνθρώπων σωτηρίας αὐτὸν τέθοκας τὸν Μονογενῆ. Τί οὖν ὁ κοινὸς Πατὴρ καὶ Δημιουργός.
Τέκνον, σὺ πάντοτε μέτ’ ἐμού εἰ, καί πάντα τά ἐμὰ σά ἐστιν. Εὐφρανθῆναι δέ καί χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καί ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καί εὑρέθη. Ὁρᾶς ὅπως εἰρηνο-ποιεῖ, καί λύει τὸ τῆς ἔχθρας μεσότοιχον, εἰς ἕν συνάπτων, ἅπερ ἡ πρώτη ἔχθρα διέσχισεν ; Ὁ γοῦν αὐτοῖς ἔργοις ἐπλήρωσε, τοῦτο διά τῶν λόγων τῆς παραβολῆς ἐσχημάτισεν, ἐν ταυτῷ δηλοποιήσα,καὶ τήν πάλαι τῶν ἀγγέλων πρὸς ἀνθρώπους ἀπέχθειαν, καὶ τήν ὕστερον γενομένην καταλλαγήν διά τοῦ ἑνώσαντος τῷ ἰδίῳ αἵματι τοῖς οὐρανίοις τά ἐπίγεια Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τοῦ σύν Πατρὶ καί ἁγίῳ Πνεύματι δοξαζομένου νῦν, καί ἀεί, καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.