logo


Θεοφάνους Κεραμέως

 

Ὁμιλία κβ΄

 

«Εἰς τὸ : Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν.  ᾿Ελέχ0η Κυριακῇ τῆς Σταυροπροσκυνήσεως»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 457C-470D)

 

Νῦν ἡμῖν ὁ τῆς ἐγκρατείας καιρὸς ἔφθασεν εἰς αὐτὸ τὸ μεσαίτατον κυνὶ τὴν σπουδὴν τῆς ἁμίλλης ἄνωθεν ἡμῖν ἐπιτείνουσιν ἄγγελοι, καὶ Χριστὸς ἀγωνοθετῶν ἐπισκοπεῖ τοῦ δρόμου τὶν ὃἔαυλον, καὶ προτείνει τὰ στέφη τοῖς ἀθληταῖς, οὐχ ὁμοίως τοῖς ἀγωνιζομένοις εἰς τὰ Ὀλύμπια. Ἐκεῖσε γὰρ ἐνὶ τῷ νικήσαντι μόνον δίδοται τὶς νίκης ὁ στέφανος ἐν-ταῦθα πᾶσιν ἀντιμετρεῖται κατὰ τὸ εἰκὸς ἡ ἀντίδοσις. Πάντες οὖν στεφανῖται γενώμεθα, πάντες νικήσωμεν τὴν καλὴν νίκην καὶ ἀνεπίφθονον, ὁ μὲν ἐγκρατείᾳ ἐπιτεταμένῃ ὑπερβαλλέτω τὸν ἕτερον, λεπτῇ διαίτῃ καταπνίγων τὸν ὄγκον τοῦ σώματος,  ὁ δὲ νικᾷν ἐπειγέσθω τῷ ἀφθόνως τοῖς πένησιν ἐπαρκεῖν, καὶ τῷ τῆς ἐλεημοσύνης ἐλαίῳ φαιδρύνεσθαι, ἕτερος μακροθυμείτω ἐπὶ τοῖς πταίουσιν, ἵλεων, αὐτῷ τὸν Δεσπότην ἀπεργαζόμενος. Πάντες, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, κατά τὴν Ἀποστολικὴν φωνήν. Νῦν ἀνατολὴ γέγονε ταῖς ἡμετέραιις ψυχαῖς, τῆς νυκτὸς ἡμάς τῶν παθῶν ἀποστησασα. Νῦν ὁ νοῦς διά τῆς νηστείας αὐγαζόμενος τηλαυγῶς ἐνατενίζειν τῷ νοητῷ φωτὶ δύναται, ἐπέχων μὲν τὰς ὁρμάς τῆς σαρκὸς, δεχόμενος δὲ τοῦ πνεύματος τὰς αὐγάς, τὸ πῦρ σβεννύων τῶν ἡδονῶν, τὸ πῦρ ἀνάπτων τῶν ἀρετῶν. Πάντων ἡμῖν ἀγαθῶν ἡ νηστεία καθέστηκε πρόξενος. Ἄγε δὴ οὖν ταύτῃ ἐπερειδόμενος τοῦ Σωτῆρος ἀκούσωμεν αὐτοῦ προτροπάδην πάντας κελεύοντος.

Εἶπεν ὁ Κύριος Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ἐξ Σωτῆρος ἡμῶν Ἰησοῦ τοῖς ἱεροῖς μαθηταῖς τὰ περὶ τοῦ σταυροῦ καὶ πάθους προεκφωνήσαντος, ὁ κορυφαῖος τῶν μαθητῶν ἔτι τῶν ἀποῤῥητοτέρων ἀμύητος ὢν, διὰ τὸν πρὸς τὸν διδάσκαλον πόθον, τὸ παθεῖν τοῦτον ἀπηύχετο  Ἴλεως σοι, φάμενος, οὐ μὴ ἔσται σοι τοῦτο. Ὅν τῆς προπετείας ἐπιτιμήσας ὁ Κύριος. πρὸς τὸ πλῆθος τῶν ἑπομένων ἐπιστραφεὶς, ταύτην ἀφίησι τὴν φωνήν. Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν,  ἀπαρνησάσθω ἑαυτὸν. Πρὸς τὸν Πέτρον, οἶμαι, τὸ πλέον ἀποτείνων τὸν λόγον ταῦτά φησι, μονονουχὶ λέγων ὡς Οὐ μόνον ἐγὼ πρὸς τὸ παθεῖν ἐπείγομαι, ἀλλὰ καὶ πάντας βούλομαι τὸν αὐτὸν ἑλέσθαι μοι θάνατον

«Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν. Οὐκ ἀφαιρῶ, φησὶ, τὸ αὐτεξούσιον, καὶ ἀδέσποτον, οὐδὲ βιάζομαί τινα πρὸς τὴν ἀκολούθησιν. Ἐπὶ ζωὴν καὶ γέρα καλῶ, καὶ βασιλείαν ἀσάλευτον. Ὅστις θέλει  κατατρυφῆσαι δωρεῶν ἀκηράτων, ἀκολουθείτω μοι ἀπαρνησάσθω ἑαυτόν. Ἀλλὰ πῶς ἄν τις ἑαυτὸν ἀπαρνήσαιτο, ὑποδείγματι σαφηνίσομεν  ὥσπερ ἂν εἴ τις προσφιλέστατον ἔχων τινὰ, περιστάσεως ἐμπεσούσης τινὸς, τὴν ἐς αὐτὸν φιλίαν ἀποστέρξῃ παντάπασιν, ὥστε κἄν συρόμενον ἴδοι, κἂν κατὰ κόῤῥης τυπτόμενον, κἂν μεληδὸν τὰς σάρκας κοπτόμενόν τε καὶ τεμνόμενον, κἄν τροχοῖς καὶ ἀρθρεμβόλοις ξαινόμενον, οὐκ ἐπικλᾶται πρὸς ἔλεον ἤδη τὴν πρὸς αὐτὸν σχέσιν ἀπαρνησάμενος, οὕτως ἕκαστον ἡμῶν βούλεται, τὸ ἴδιον ἡμῶν σῶμα ἀρνήσασθαι. Τὶ δέ ἐστι τὸ ἀκολουθῆσαι Χριστῷ, καὶ πῶς ἄν τις τοῦτο κατορθῶσαι δυνήσεται; Εἰ γὰρ κατὰ τὴν πρόχειρον ἔννοιαν ἐκλάβοιμεν τὸ ῥητὸν, σωματικήν νοήσαντες ἀκολούθησιν, ἀμήχανος αὕτη πάντως καὶ ἄπορος, τοῦ Κυρίου τὰ νῦν ἐν τοῖς οὐρανοῖς, καὶ αὐτῷ πρεπωδεστάτοις θρόνοις ἐφεζομένου. Ἀλλά μὲν ὁρῶμεν αὐτὸν πᾶσι σχεδὸν τοῖς πρὸς αὐτὸν πεφοιτηκόσι, ταύτην ποιούμενον την παραίνεσιν, καὶ ἀκολουθεῖν αὐτῷ προτρεπόμενον. Ἄρτι γὰρ μαθητὰς συναγείρων τῇ διδασκαλίᾳ τοῦ μυστηρίου ὕστερον ὑπουργήσαντας, κατόπιν αὐτῷ τούτοις βαδίζειν διακελεύεται καὶ πρώτῳ μὲν μετὰ Πέτρον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδᾶ ἐντυχὼν, ταύτην ἀφίησι τήν φωνὴν Ἀκολούθει μοι. Πέτρος δὲ ὁ κορυφαῖος ἐμυεῖτο μὲν τὰ περὶ Χριστοῦ ὑπὸ Ἀνδρέου πρότερον ἀκολουθήσαντος ἔτι δὲ ἐκάθητο παρὰ την ἠϊόνα μετὰ τοῦ ὁμαίμονος, ἄμφω δὲ συνεῤῥαπτέτην παλαιῶν δικτύων διεῤῥωγότων τεμάχια, οἷς ἐπιστὰς ὁ Σωτήρ « Δεῦτε, λέγει, ὀπίσω μου, ὃπερ τοῦτό ἐστι, τὸ Ἀκολουθεῖτέ μοι.» Ἰδὼν δὲ τοὺς Ζεβεδαίου υἱοὺς «καταβαίνοντας ἐν πλοίῳ,  Δαβιδικῶς εἶπεῖν, ποιοῦντας ἐργασίαν ἐν ὕδασι πολλοῖς, λέγει αὐτοῖς « ᾽Ακολου0εῖτέ μοι». Φορολογοῦντα δὲ τελώνην τινὰ καὶ πολλὴν ἑδραιότητα κεκτημένον ἐν τῷ τόκῳ τοῦτο γὰρ αἰνίττεται τὸ περὶ Ματθαίου εἰπεῖν, ὡς ἐκάθητο ἐπὶ τὸ τελώνιον, δι᾽ αὐτῆς τῆς φωνῆς, τῆς πονηρᾶς καθέδρας ἐξανίστησιν εἰπὼν Ἀκολούθει μοι. καὶ τῷ περὶ τῆς αἰωνίου ζωῆς ἐρωτήσαντι «Πώλησον, φησὶ, τὰ ὑπάρχοντά σοι, καὶ δεῦρο ἀκολούθει μοι, » ὡς εἰς τοῦτο φερούσης τῆς τῶν νομικῶν ἐντολῶν φυλακῆς. Καὶ περὶ τῶν αἱρουμένων τούτῳ διακονεῖν, οὕτω φησίν «Ὁ θέλων ἐμοὶ διακονεῖν, ἐμοὶ ἀκολουθείτω ἀλλὰ καὶ τὸ τοῦ κόσμου φῶς ἑαυτὸν ὠνομακὼς, ὅπερ ἦν, ἐπάγει τῷ λόγῳ γοργῶς «Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ.» Καὶ νῦν δὲ, τὸ αὐτὸ πᾶσι φωνεῖ «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.Τῆς μὲν οὖν κατὰ νόμον πολιτείας τελειωτικὸν τὸ ἀκολουθῆσαι Χριστῷ. Τῷ γὰρ εἰπόντι, ὡς πάσας τὰς νομικὰς ἐντολὰς ἐφυλαξάμην ἐκ νεότητός μου, τοῦτο ἐλλείπειν φησὶν, ὁ Σωτήρ τὸ τὰ προσόντα πωλῆσαι, καὶ ὥσπερ ἐπ’ ἀγορᾶς ἀντικαταλλάξασθαι τῷ ἀκολουθῆσαι Χριστῷ. Εἰ γὰρ θέλεις φησὶ, τέλειος γενέσθαι, πώλησόν σου πάντα τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Τέλειος ὡς πρὸς τὸ τοῦ νόμου ἀτελὲς δηλαδή. Τοῖς γὰρ αἱρουμένοις εὐαγγελικῶς πολιτεύεσθαι, εἰσαγωγικόν ἐστι τὸ ἐκείνῳ ἀκολουθεῖν. ᾿Επεὶ δὲ ἀκατάληπτόν τι χρῆμα ἡ ἁρετὴ καὶ ἀόριστον, μηδαμῶς ἐπιδεχόμενον στάσιν. ἡ γὰρ στάσις τῆς ἀρετῆς, ὡς ὁ θεῖός φησι Μάξιμος, κακίας ἐστὶν ἀρχὴ ὅσον δέ τις ἐπεκτείνεται διά τῆς θεωρίας, καὶ πράξεως ἐπαιρόμενος, μικρὰ τὰ κατορθώματα ὁρᾷ, συγκρίνων αὐτὰ πρὸς τὰ ὑπερκείμενα. Διὰ τοῦτο προσήκει νοεῖν, ὡς τὸ ἀκολουθῆσαι Χριστῷ, καὶ τοῖς εἰσαγωγικοῖς ἐφαρμόζει, καὶ τοῖς εἰς τὸ τέλειον φθάσασι τῆς ἀνθρωπίνης δυνάμεως. Ἄμφω δέ με πρὸς ταύτην ἤγαγε τῆν ἔννοιαν Μωσῆς ἡ ἀκρότης τῶν προφητῶν, καὶ Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν ἠκουσάτην γὰρ ἄμφω ταυτησὶ τῆς φωνῆς, καὶ μετὰ τῆν εἰς δυνατὸν προκοπήν καὶ Μωυσῆς μὲν ὁ ὑψηλὸς, ὁ ἐξ αὐτῆς τῆς γεννήσεως ἀστεῖος φανεὶς, καὶ μόνος τὸν παιδοκτόνον νόμον τοῦ τυράννου φυγὼν, ὁ τὴν βασιλικὴν δόξαν ἀποσεισάμενος, καὶ τεσσαράκοντακοντα ἔτεσι δι᾽ ἠσυχίας τῇ θεωρίᾳ τῶν ὄντων ἀπασχολήσας τὸν νοῦν τῷ φωτὶ ἐκ τῆς βάτου καταυγασθεὶς, καὶ τῆς ψυχῆς τὴν βάσιν ἐκλύσας τῆς δερματίνης περιβολῆς, ὁ τὸν Φαραὼ πανστρατὶ ταῖς ἀλλεπαλλήλοις ἐκτρίψας πληγαῖς, τὸν δὲ Ἰσραὴλ ἐλευθερώσας διὰ τοῦ φωτὸς καὶ τοῦ ὕδατος, ὁ τῆς Μερρᾶς τὸ ὕδωρ γλυκάνας τῷ ξύλῳ, καὶ τὴν πέτραν εἰς πηγὴν ἀμειψάμενος, ὁ ἐν τῷ θείῳ γνόφῳε εἰσδύς, καὶ μυηθεὶς ἐν αὐτῷ τὰ ἀπόῤῥητα, ὁ τὰς θεοτεύκτους πλάκας δεξάμενος, καὶ συντριβείσας πάλιν ἀναχαράξας, ὁ τῆς ἐμφανισθείσης αὐτῷ θείας δυνάμεως ἐπὶ τοῦ προσώπου φέρων τὰ σύμβολα, ὁ χάσματι καὶ πυρὶ τούς ἐπαναστάντας τῇ ἱεροσύνῃ καταδικάσας, καὶ τὸν ἄξιον ἱερέα διὰ τῆς ράβδου γνωρίσας, οὗτος ὁ τοσαῦτα κατορθωκώς, καὶ ὅσα ὁ λόγος διὰ τὸ πλῆθος παρῆκε, μετὰ τὸ ὑψωθῆναι τοσοῦτον δι᾽ ἀρετῆς, καὶ μετάρσιος ἀρθῆναι τῷ Θείῳ πτερῷ δοκήσας ἤδη πεφθακέναι πρὸς τελειότητα, ὡς ἄρτι, τῆς κατ᾽ ἀρετὴν ἁψάμενος ἀτραποῦ, ἀκούει παρὰ Θεοῦ «Ἀκολούθει μοι.» Οἷς γὰρ αὐτῷ τὰ ὀπίσθια δείξειν ὑπέσχετο, ἀκολουθεῖν πάντως προτρέπεται ὁ γὰρ ἀκολουθῶν τὰ ὀπίσθια βλέπει τοῦ βαδίζοντος καὶ ὁ τοῦ Θεοῦ τὸ πρόσωπον ἐλπίσας ἰδεῖν, καὶ εἰπών «Δεῖξον μοι τὴν ὄψιν σου,» μόλις ἡξιώθη διδάσκοντος διὰ τούτων τοῦ λόγου, ὡς ἐπιθυμῶν ἰδεῖν τὸν Θεὸν, ἐν τῷ ἀεὶ αὐτῷ ἀκολουθεῖν, ὁρᾷ τὸν ποθούμενον. Ὁ δὲ κορυφαῖος τῆς ἱερᾶς λογάδος τῶν μαθητῶν, ἀκολουθήσας ἀρχῆθεν τῷ Δεσπότῃ, καὶ θεατὴς τῶν ἐκείνου θαυμάτων γενόμενος, καὶ τοῦ θαυματουργεῖν ἐξουσίαν λαβών, ἰδὼν δὲ καὶ τὴν φρικτὴν μεταμόρφωσιν αὐτοψεὶ, καὶ τῆς πατρικῆς μαρτυρίας ἀκηκοὼς, καὶ τοὺς πυρίνους τῶν νοερῶν δυνάμεων ποταμοὺς τῷ λογισμῷ ὑπερβάς, καὶ μυηθεὶς ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ τὴν εὐγένειαν, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος αὐτὸν μεμαρτυρηκὼς, ἐπειδὴ τοῦ Κυρίου ἤκουσε τὰ τοῦ Πάθους προλέγοντος, μικρὸν παρασφαλεὶς καὶ μὴ καλῶς τὸν λόγον περισκεψάμενος. ἀντεφθέγξατο  Ἴλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο,» ἀκούει αὗθις τό Ὕπαγε ὀπίσω μου  τουτέστιν, Ἀκολούθει μοι. ᾿Εν δὲ τῷ καιρῷ τοῦ Πάθους τὸν πρὸς διδάσκαλον ἐνδειξάμενος διάπυρον ἔρωτα, πάντων γὰρ ὑποτρεσάντων τῶν μαθητῶν τὰ ξίφη, καὶ τὰς δᾷδας καὶ τὴν σπεῖραν, και τὸν χιλίαρχον, καὶ χρησαμένων φυγῇ, αὐτὸς πρὸς ἄμυναν ὤχετο ἄπληστος ἐκκόπτων τά φαῦλα τῶν Ἰουδαίων ὦτα, τά τῆς Χριστοῦ διδασκαλίας ἀνήκοα. Οὗτος οὐδ᾿ ἐν τῷ φόβῳ, καὶ τῷ θορύβῳ τῆς φωνῆς ἐπελέληστο, ἧς ἤκουσεν ἀπ' ἀρχῆς «Ἀκολούθει μοι». Τοιγάρτοι ἠκολούθει ἰδεῖν τὸ τέλος. Καὶ μετά τὴν ἀνάστασιν ἰδὼν τὸν Κύριον, καὶ οἰηθεὶς ἄρτι τὰ γέρα λαβεῖν, καὶ τάς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, μετὰ τὸ ἐγχειριθῆναι τὴν τῶν προβάτων νομὴν, πάλιν εἰσαγωγικὴν ἀκούει φωνήν. ᾽Εὰν θέλω μένειν αὐτὸν ἕως ἔρχομαι, τί πρός σε; σὺ ἀκολούθει μοι. Ὁρᾷς, ὡς καὶ τοῖς ἥδη τελειωθεῖσι κατὰ Μωσέα καὶ Πέτρον, τὸ τοιοῦτον ἁρμόζει παράγγελμα ; καὶ  ὅπως μετὰ ἀναβάσεις μόλις ἀξιοῦταί τις τοῦ τοιούτου χαρίσματος; Ταῦτα μυηθεὶς Μωσῆς, νενομοθέτηκεν ὀπίσω Κυρίου τοῦ Θεοῦ πορεύεσθαι τὸν λαόν. Ὅπερ ἀκούσας ὁ Δαβὶδ, φησὶ πρὸς τὸν Θεὸν « Ἐκκολήθη ἡ ψυχή μου ὀπίσω σου; καὶ ἐν τῷ Ἅσματι ἀκήρατος νύμφη οὕτω φησὶν Ἀδελφιδοῦς μοι παρῆλθεν, ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. οὐ γάρ ἐστι σωτηρίας ἐλπὶς εἰ μὴ τις ἀκολουθεῖν παιδευθῇ. «᾿Εν γὰρ τοῖς μεταφέροις αὐτοῦ ἐπισκιάσει σοι, φησὶν ὁ ψαλμὸς, ὅπερ τὶς ἐστὶν τὸ ὄπισθεν εἶναι Θεοῦ  ἐν γὰρ τοῖς ὀπισθίοις ἐστὶ τὸ μετάφρενον ὅπερ, οἶμαι, μαθοῦσα ἡ αἱμόῤῥους ἐκείνη γυνῆ, ἀκολουθήσασα Χριστῷ, καὶ στᾶσα ὄπισθεν, τοῦ κρασπέδου ἐφήψατο οὐκ ἄν ἴσως τυχοῦσα τῆς σωτηρίας, εἰ μὴ ἀκολουθεῖν τῷ Κυρίῳ μεμάθηκε. Τὸ δὲ ἀκολουθεῖν, τοῦτό ἐστι, τὸ κατὰ πάντα τὴν ἐκείνου κατὰ ἄνθρωπον πολιτείαν μιμεῖσθαι, ἥν ἐπολιτεύσατο γενόμενος ἄνθρωπος καὶ πρῶτον μὲν τὸ λιτὸν, τὸ ἀπέριττον, τὸ πρᾶον, τὸ ἀνεξίκακον, τὸ φιλάνθρωπον, τὸ πεπαῤῥησιασμένον, τὸ δίκαιον καὶ τέλος τὸ ἑλέσθαι τὸν ἐκείνου ἐπονείδιστον θάνατον τουτέστι τὸ «Ἀράτω τὸν σταυρὸν αὐτοῦ καί ἀκολο ἀκολουθείτω μοι» ὅς γὰρ θέλει τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτὴν. Ἐπειδὴ βαρύ, καὶ φορτικὸν ἐδόκει τὸ ἐκουσὶως ἀποθανεῖν, παραμυθούμενος τὸν ἀκροατὴν, τὸ κέρδος λέγει τὸ δι᾽ αὐτοῦ προξενούμενον, ὅπερ ἐστὶν ἡ τῆς ψυχῆς σωτηρία. Ὅστις οὖν διὰ τοῦ προσκαίρου θανάτου, καὶ τῆς ἐνταῦθα κακοπαθείας ἀπολέσει τῆν ψυχὴν αὐτοῦ, οὗτος ἐν τῷ μέλλοντι σώσει. Σκόπει δὲ τῆς λέξεως τῆν ἀκρίβειαν  ἐπειδὴ γὰρ πολλοὶ λῃστεύοντες, καὶ νυκτιλοχοῦντες, ἐφ᾽ οἷς ἁμαρτάνουσιν ἁλισκόμενοι, ταῖς βασάνοις ἐναποθνήσκουσι. προασφαλίζεται τὸν λόγον εἰπών «Ὅς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Ὅσοι γε θνήξαντες δι᾿ οἰκείαν φαυλότητα, οὐχ ἓνεκεν αὐτοῦ, οὐδ᾽ ἑκοντὶ τὸν θάνατον δέχονται. Ἵνα δὲ μὴ τις εἴπῃ, Καὶ μὴν ὁ μὴ βουλόμενος τεθνᾶναι ὑπὲρ Χριστοῦ, κέρδος εὑρίσκει τέως τὴν ἐνταῦθα ζωὴν, προσυπαντᾷ τῷ λόγῳ καὶ τὸ σαθρὸν λύει τῆς ἀντιθέσεως. μονονουχὶ λέγων Τὶ φὴς; ἐκέρδησε τὴν ζωὴν, ἄν φυσικῶς ἀποθήσεται ; κἂν γὰρ ὅλον τὸν κόσμον κερδῆσαὶ τις δυνηθῇ, ὅπερ ἀμήχανον, οὐδὲ τοῦτο τῇ ζημίᾳ τῆς ψυχῆς ἰσοστάσιον ἐκ μέντοι τοῦ εἰπεῖν  «Ἤ τὶ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ,» ἐπιστομίζεται ἡ παρὰ τοῦ ἐπωνύμου τῆς ὀργῆς Ὠριγένους πεπλασμένη ἀποκατάστασις. Βοᾷ δὲ διὰ τούτων ἀριδήλως ὁ Κύριος, ὡς οὐκ ἔστι δοῦναι κόλασιν χρονικήν, καὶ διὰ ταύτην τῆς ψυχῆς σωτηρίαν λαβεῖν, ἀλλὰ καὶ τὸ τὴν ψυχὴν ζημιωθῆναι τὴν ἀΐδιον τῆς ψυχῆς ζημίαν δηλοῖ, καὶ τὸ ἀπέραντον τῆς κολάσεως. Ὅς γὰρ ἐπαισχυνθῇ με, καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτη τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ. Ἴσον τοῦτό ἐστι τῷ «Ὅστις δὲ ἀρνήσεταί με, ἀρνήσομαι κἀγώ αὐτόν ἐπειδὴ γὰρ διπλῆ τὶς ἐστιν ἡ φύσις ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, διπλῆν παρ᾿ ἡμῶν καὶ τὴν ὁμολογίαν ἐπιζητεῖ, ἵνα διπλοῦς ᾗ καὶ ὁ ἁγιασμός. Ὅστις οὖν ἐπαισχυνθῇ με, φησὶν, ὁμολογῆσαι Θεὸν διὰ τὴν ταπείνωσιν, ἥν ἐμαυτὸν ἐταπείνωσα, καὶ ὄνειδος ἡγήσαιτο κηρύττειν ἐσταυρωμένον Θεὸν, οὐδ᾿ αὐτὸς ὁμολογἡσεται ὑπ᾽ ἐμοῦ. Διὰ τούτων δὲ προαναφωνεῖ τῶν μαρτύρων τὸ στάδιον, καὶ τὴν ὁμολογίαν, καὶ τὸν ὑπὲρ αὐτοῦ θάνατον. Μοιχαλίδα δὲ γενεὰν καὶ ἁμαρτωλὸν, τοὺς ἀπίστους ὠνόμασεν οὕτω γὰρ αὐτῶν καὶ ὁ προφητικὸς λόγος καθάπτεται ὡς ἐξεπόρνευσαν τοῖς γλυπτοῖς, καὶ ἐμοιχῶντο ἐν τῷ ξύλῳ ἐπιπλήττει δὲ αὐτοὺς καὶ ἡ προφητεία Μιχαίου λέγουσα «᾿Εκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας ἀνέστρεψε. Τῶν τοιούτων τοίνυν ἐνώπιον ὁμολογῆσαι τὸν ἐσταυρωμένον οὐκ ἐπαισχυνθέντες οἱ μάρτυρες, τῶν στεφάνων ἐπέτυχον. Διά τοῦτο ἔχαιρε Πέτρος ἐπὶ κεφαλῆς ἀνασκολοπιζόμενος, καὶ Στέφανος ἐν κύκλῳ λιθολευστούμενος, καὶ ᾿Ανδρέας, καὶ Σίμων, καὶ Φίλιππος σταυρῷ τελειούμενος, καὶ Θωμᾶς λογχευόμενος, καὶ Παῦλος ξίφει τεμνόμενος, καὶ οἱ μετ' αὐτοὺς ἀθληταὶ τὰς πολυτρόπους κολάσεις δεχόμενοι. Καὶ ἔλεγεν αὐτοῖς

Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. Ἐπειδὴ εἶπεν ἄνωθεν, ὅτι Καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Πατρὸς αὐτοῦ, ἄδηλος δὲ αὕτη ἦν, καὶ ἀμφίβολος ἐπαγγέλλεται τῆς δόξης ἐκείνης δεῖξαι αὐτοῖς τὰ προοίμια, προαναφωνῶν ἐντεῦθεν τὴν μεταμόρφωσιν, ἥτις ἦν προμήνυμα, καὶ εἰκών τῆς φρικτῆς καὶ δευτέρας ἐκλάμψεως, ἐν ᾗ μετὰ τοῦ Θεοῦ ἐκλάμψουσιν οἱ δίκαιοι ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳτῆς ἀϊδίου δόξης πληρούμενοι. Σκόπει δέ μοι τοῦ λόγου τὸ ἀκριβές. Οὐ γὰρ εἶπεν ἁπλῶς Εἰσί τινες τῶν ὧδε, ἀλλὰ προσέθηκε τὸ, «Ἑστηκότων» Διά τί ; Ὅτι συνῆν αὐτοῖς Ἰούδας ὁ χριστοκάπηλος ὃς οὐχ ἴστατο τῇ πίστει τὰς τῆς ψυχῆς βάσεις ἐπερειδόμενος ἀλλὰ τῇ διανοίᾳ κατέπιπτε τῷ τῆς κακίας βάρει καταφερόμενος. ᾽Απὸ τοῦτον γοῦν διαστέλλων τοὺς ἕνδεκα, τοὺς ἐν τῇ πέτρᾳ τῆς τοῦ Χριστοῦ ἀγάπης, τοὺς ἑαυτῶν πόδας στήσαντας «Εἰσὶ, φησὶ, τινὲς τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, πρὶν ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἧς καὶ ἡμεῖς πάντες ἐν ἀπολαύσει γενοίμεθα, ἐνδυναμούμενοι τῇ δυνάμει καὶ χάριτι τοῦ ζωοποιοῦ σταυροῦ, εἰς τὸ ἀπροσκόπτως διελθεῖν τῆς ἱερᾶς νηστείας τὸν πλοῦν καὶ πρὸς τὸν λιμένα φθάσαι τῆς τοῦ Χριστοῦ ἀναστάσεως, διά τῆς ἑκουσίου κακοπαθείας τῷ Χριστῷ συσταυρούμενοι καὶ ἀκολουθοῦντες αὐτῷ σαφῶς ἡμῖν τὴν ὁδὸν τῆς ἀρετῆς ὑποδείξαντι, καὶ τῆς μελλούσης δόξης αὐτῷ κοινωνήσαντες, καὶ τῶν ἀῤῥήτων ἐκείνων ἀγαθῶν τῶν ὑπὲρ ὄψιν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅπερ ἐστὶ τὸ μετὰ Θεοῦ εἶναι ᾧ πρέπει τιμὴ, καὶ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.