logo


Θεοφάνους Κεραμέως

 «Ὁμιλία εἰς τήν Βαϊοφόρον.

ἐλέχθη εἰς τὴν λιτὴν ἐν τῇ πόλει Μεσσίνη

(ἐκδοθέν ὑπό Stefano Carouso)

 

(Ἐκ τῆς Ἐπετηρίδος τῆς Ἑταιρείας Βυζαντινῶν Σπουδῶν

 τ. ΜΑ΄, Ἀθῆναι 1974 σσ. 121-123)

 

 

Πάλιν ἡμῖν τῆς βασιλίδος τῶν ἑορτῶν ἑορτὴ προεόρτιος ἐπεδήμησε, καὶ πάλιν τοῦ Θεοῦ κλῆρος ἅγιος, ἐξ ἐθνῶν ἐκκλησία, τὴν τοῦ θανάτου βλέπων κατάλυσιν καὶ τὴν εἰς τὰ κρείττω ἐπάνοδον, πανηγυρίζει καὶ γέγηθε, κλάδους νικητικοῦς ἐπιφερόμενος. μὲν οὖν πανήγυρις, οὕτω λαμπρά, καὶ μεγάλου δεομένη τοῦ κήρυκος, ἐγὼ δὲ πένης καὶ νοῦν καὶ διάνοιαν ἀπορίᾳ τοίνυν σωνέχομαι, μὴ ἐξισχύων εἰπεῖν λόγον τῇ πανηγύρει κατάλληλον. Ἀλλτοῖς ἀσόφοις γνῶσιν διδοὺς καὶ λόγον παρέχων ἐν ἀνοίξει τοῦ στόματος ἐπιβραβεύσει κἀμοὶ τὴν ἐξ ὕψους βοήθειαν πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν, ὡς ἄν καὶ αὐτὸς μετὰ Ἠσαΐου ἐρῶ «Τότε ἁλεῖται ὡσεὶ ἔλαφος χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων». Φέρε οὖν αὐτὰς τὰς ἱερὰς τοῦ Εὐαγγελίου φωνάς, ὡς δυνατὸν ἡμῖν, ἀναπτύξωμεν ταῖς ὑμετέραις ἀκοαῖς, θεοσύλλεκτον ἄθροιομα, ἃς ἀρτίως τῶν φρικτῶν μυστηρίων διάκονος ἐξεφώνησε, τὸ τῆς ὥρας ἐπάναγκες καταστοχαζόμενος.

Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤγγισεν Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ἀπέστειλε δύο μαθητὰς αὐτοῦ λέγων αὐτοῖς- Πορευθέντες εἰς τὴν κώμην τὴν ἀπέναντι ἡμῶν καὶ εὐθέως εἰσπορευόμενοι εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μεταὐτῆς λύσαντες ἀγάγετέ μοι». Πολλάκις εἰς Ἱερουσαλὴμ εἰσελθὼν Σωτὴρ μετὰ τῆς εἰωθυίας αὐτῷ ταπεινώσεως πεζῇ τὴν πορείαν ἐποιεῖτο περιφανεστέραν  ποιεῖται νυνὶ τὴν εἰσέλευσιν. ᾿Επειδὴ γὰρ τοῦ πάθους ἐνέστη καιρός, ἄρτι δὲ τοῦ θεανθρώπου Λόγου τό παράδοξον ἐκεῖνο τελέσαντος θαυματούργημα καὶ τὸν ὀδωδότα καὶ τετραήμερον ὡς ἔμμυχον τοῦ θανάτου ἐκπηδῆσαι κατασκευάσαντος τῆς τοῦ Ἅιδου γαστρὸς καὶ τὸν ἀδελφὸν τῇ Μάρθα καὶ Μαρίᾳ ἀποδώσαντος, καὶ στερροτέραν ἐκ τῆς τοῦ θαύματος μεγαλουργίας τὴν πρὸς αὐτὸν ἐκείνων διάθεσιν ἐξεγείραντος, καὶ τοὺς μαθητὰς τῇ ἀνακλάσει τοῦ ἄρτου βεβαιοώσαντος τὰ τῆς ἀναστάσεως , τῶν Ἰουδαίων βουλὴ ἐξηρτύετο καὶ σταυρὸς ἐπὶ θύραις ἦν, πληροῖ λοιπὸν τὸ περὶ ἑαυτοῦ τεθεσπισμένα καὶ μετὰ τοιαύτης δορυφορίας εἰσέρχεται.

Στέλλει οὖν δύο τῶν μαθητῶν, δεσποτικῶς ὑποτάττων κομίζειν τὰ ὑποζύγια καὶ θεϊκῶς προμηνύιον τὰ μὴν ἑπόμενα τὸ γὰρ «εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένα ἐν τῷ ἀμφόδῳ» προγνώσεως ἦν θεϊκῆς, τὸ δὲ λύσαντες ἀγάγετέ μοι» δεσποτικὸν ἦν ἐπίταγμα. Σκόπει δέ μοι τῶν μαθητῶν τὸ εὐπειθὲς καὶ εὐήκοον οὔτε γὰρ ἀντεῖπον οὐτ᾽ ἐδυσχέραινον, εἰς ἀγνώστους ἀνθρώπους στελλόμενοι καὶ ξένα κομίζειν ὑποζύγια κελευόμενοι, ἀλλὰ θαρρήσαντες τῇ δυνάμει τοῦ ἐπιτάξαντος ἐποίησαν ὡς προσετάγησαν

Τοιγαροῦν τὰ τῆς ἱστορίας ἀφέντες, ὧς δῆλα πᾶσι τυγχάνοντα, ἐπὶ τὰ μυστικώτερα ἀναδράμωμεν. Κώμη τοιγαροῦν ἐστιν κόσμος οὗτος, ἀπεναντίας γενόμενος τοῦ Θεοῦ διὰ τὸ τοῦ ἀνθρώπου ὀλίσθημα. Ὥσπερ οὖν ἐν ἐκείνῃ τῇ κώμῃ Πέτρος καὶ Ἰωάννης ἐστάλησαν τὴν ὄνον καὶ τὸν πῶλον ἀπαγαγεῖν κομίζοντες, οὕτως ἐν τῷδε τῷ κόσμῳ προφῆται πέμπονται καὶ ἀπόστολοι τὸν ἐξ Ἰουδαίων λαόν καί τὸν ἐξ ἐθνῶν προσαγάγειν τῷ Θεῷ διὰ πίστεως μὲν γὰρ ὄνος, ἅτε ἀχθηφοροῦσα καὶ ὑποτεταγμένη, τοὺς ἐκ περιτομῆς προειόνιζεν δὲ πῶλος, μήπω χαλινῷ δαμασθείς, μηδὲ ἄχθος ἐν τοῖς νώτοις δεξάμενος, ἀλλ᾽ ἀτάκτοις πηδήμασιν ἐφαλλόμενος, τοὺς ἐξ ἐθνῶν προϋπέγραφεν. ᾿΄Αμφοδος δὲ νοοῖτο ἡ ὁδὸς τῆς παρούσης ζωῆς. ᾿Εδέδετο δὲ ὁ μὲν Ἰουδαϊκὸς λαὸς ταῖς νομικαῖς ἐντολαῖς καὶ τοῖς δι’ αἰνιγμάτων παρατηρήμασιν, ὁ δὲ λαὸς τῶν ἐθνῶν τῇ ἀσεβείᾳ καθάπερ δεσμῷ συνεσφίγγετο, ἀλλ’ ἡ εὐαγγελικὴ διδασκαλία τῶν δεσμῶν ἀμφοτέρους ἀπέλυσε καὶ πρὸς ὑπακοὴν Χριστοῦ καθωδήγησεν.

Ὑποστρωννύουσι πρότερον οἱ μαθηταὶ τὰ ἱμάτια αὐτῶν καὶ οὕτω Χριστὸς ἐπικάθηται, τί δηλοῦντος τοῦ πράγματος; . Ὡς εἰ μὴ τῇ πίστει καὶ τῷ εὐσχήμονι βίῳ τὰς ψυχὰς ὑποστρώσωμεν, οὐ δυνάμεθα τὸν Κύριον ὑποδέξασθαι. Ὑμνοῦσι δέ τόν Κύριον οἱ προαγόντες καὶ οἱ ἀκολουθοῦντες – οἱ γὰρ πρὸ τῆς ἐνανθρωπήσεως αὐτοῦ πατριάρχαι καὶ προφῆται καὶ δίκαιοι, καὶ οἱ ἀκολουθήσαντες ὕστερον ἀπόστολοι καὶ μάρτυρες καὶ διδάσκαλοι διὰ τῆς ἑαυτῶν θεαρέστου πολιτείας ὑμνοῦσι τὸν Κύριον - καὶ παῖδες αὐτὸν δαυϊτικαῖς ὕμνοις γεραίρουσι φωναῖς αἱ καθαραὶ δηλονότι ψυχαί, αἱ νηπιάζουσαι τῇ ἀκακίᾳ καὶ τῇ ἁπλότητι καὶ κλάδους αὐτῷ ἐπισείουσιν, ὡς νικητῇ τοῦ θανάτου προεικονίζοντες.

Ὑποδεξώμεθα οὖν καὶ ἡμεῖς τὸν Κύριον ἐν ταῖς ἡμετέραις ψυχαῖς, μιμησώμεθα τοὺς ἱεροὺς αὐτοῦ μαθητάς, ὑποστρώσωμεν ὡς ἱμάτια ἕκαστος τὸ ἴδιον σῶμα δι᾿ ἐναρέτων πράξεων, ἱν᾿ ἐμπεριπατῇ καὶ ἐν ἡμῖν ὁ Λόγος καὶ διὰ θεωρίας καὶ πράξεως τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἄξωμεν εἰς ὑπακοὴν τοῦ Χριστοῦ - καλὸν ὑποζύγιον θυμὸς καὶ ἐπιθυμία, ὅταν ἀπρεπῶς μὴ ἐφάλλονται -, ὑπαντήσωμεν τῷ Χριστῷ ὡς εἰς ὄρος ᾿Ελαιῶν, γενόμενοι ἐν τῷ ὄρει τῶν ἀρετῶν, ὥς φησι Δαβίδ «᾿Εγὼ δὲ ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ». Ὁρᾶτε τούτους τοὺς φοίνικας καὶ τὰ βάϊα, ἅ ταῖς χερσὶν ἐπιφέρομεν τῆς κατὰ τοῦ διαβόλου νίκης ὑπάρχουσι σύμβολα, προτρέπουσί γε μὴν ἡμᾶς καὶ πρὸς ἀρετήν, ἵνα γενώμεθα ὡς ἐλαία κατάκαρπος καὶ ὡς φοίνικες ἀνθήσωμεν, ἔργοις κομῶντες ἀγαθοῖς.

Πρὸς τούτοις δὲ διὰ παντὸς ὑπερευξώμεθα ὑπὲρ τοῦ, εὐσεβοῦς ἡμῶν βασιλέως, τοῦ κραταιοτάτου ῥηγὸς Γουλιέλμου, τοῦ φυλάττεσθαι τὸ κράτος αὐτοῦ ἐν τοῖς χρόνοις μακραίωσι καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ' ταπεινοῦσθαι τοὺς ἐναντιουμένους αὐτῷ, ἡμᾶς δὲ ἀκατακρίτους προφθάσαι τὴν λαμπροφόρον καὶ ζωηφόρον ἀνάστασιν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.