logo


Θεοφάνους Κεραμέως

Ὁμιλία ΜΓ΄

«Εἰς τὰ ἐπίλοιπα τοῦ « Λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. »

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 816C-825Β)

 

Οἱ ἀγύρται καὶ ἀγελαῖοι πένητες τὰς οἰκίας περινοστοῦντες, καὶ τὰ ζωαρκῆ ἐκ προσαιτήσεως ποριζόμενοι που τύχωσι τραπέζης πολυτελοῦς ὄψοις ἐστιβασμένης, καὶ πληθούσης καρυκευμάτων, καὶ πολλὰ ἐχούσης ἐδώδιμα, τὰς σφῶν γαστέρας ἀφθόνως κορέσαντες, ἐγκολποῦνται τῆς τραπέζης τὰ λείψανα, τὴν εἰς αὕριον τροφὴν ἐκ τούτων ταμιευόμενοι. Ἐπεὶ οὖν καὶ ἡμᾶς χθὲς εὐαγγελικὸς λύχνος τῷ ποικίλῳ τῶν νοημάτων ἑστιάσας ἐκόρεσεν, ὡς μὴ ἐξισχῦσαι καὶ τῶν ἑξῆς λόγων ἐφάψασθαι, φέρε τῆς χθεσινῆς τραπέζης τὰ λείψανα προθῶμεν σήμερον πρὸς ἐστίασιν· ἱκανὰ γὰρ ταῦτα τῆς τραπέζης τὰ ψιχίδια τὰς φιλοθέους κορέσαι ψυχάς. «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. » Καὶ μὴν οὐκ ἀδύνατον ἕνα δουλεύειν δυσί· κοινοὺς γὰρ οἰκέτας ὁρῶμεν πολλούς. Ἀλλʼ οὐ περὶ τῶν ἐνὶ στοιχούντων θελήματι ἐκληπτέον τὴν παροῦσαν ἀπόφασιν· εἰ γὰρ εἶεν δύο τὰ αὐτὰ ἐπιτάττοντες, καὶ μηδὲν ἀλλήλοις ἐναντιούμενοι, οὐ δύο τότε νομίζονται κύριοι· ἀλλʼ οἱ τὰ ἀντικείμενα ἐπιτάττοντες, οἷς ἀμήχανον ὑποτάσσεσθαι τἀναντία διαπραττομένης. Τοῦτο δὲ συμβολικῶς ἐπιτάττονται καὶ τὰ παλαιὰ διατάγματα. Καὶ πῇ μὲν τὸν ἀμπελῶνα σπείρειν οὐκ ἐπιτρέπονται, πῇ δὲ ἱμάτιον ὑφασμένον δυοῖν μὴ ἀμπέχεσθαι, καὶ διὰ τούτων νομοθετοῦντα τῶν τῆς ψυχῆς ἀμπελῶνα τὸν ἀπὸ τῆς πίστεως γεωργούμενον καὶ τὸν βότρυν καρποφοροῦντα τὸν νοητὸν, οὗ τὸ αἶμα ποτὸν σωτήριον τοῖς πιστε ύουσι γίνεται, τοῦτον μὴ κατασπείρειν τοῖς ἐναντίοις σπέρμασιν, οἷς  ἐχθρὸς τὸν ἐσπαρμένον σῖτον ἐνόθευσεν, ὡς ἐν τῇ τῶν ζιζανίων παραβολῇ μεμαθήκαμεν, οὔτε διπλοῦν ἱμάτιον ἐνδιδύσκεται! ἐξ ἐναντίων δογμάτων συνυφαινόμενον. Πρὸς γὰρ τῷ ἀπρεπεῖ, καὶ ἀνάρμοστον. « Τίς (γὰρ) κοινωνία φωτὶ πρὸς σκότος; »« Οὐδεὶς οὖν δύναται δυσὶ κυρίοις δουλεύειν· γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἐτέρου καταφρονήσει. ἐπειδὴ παρακατιὼν λόγος λευκότερον σαφηνίζει τίνες οἱ δύο κύριοι, τὸν Θεὸν εἰπὼν, καὶ τὸν μαμμωνᾶ, προσήκει νοεῖν ὡς τὸ, μισήσει, καὶ τὸ, ἀνθέξεται, ἐπὶ τοῦ μαμμωνᾶ τέταχε τὸ δὲ, ἀγαπήσει, καὶ καταφρονήσει, ἐπὶ τοῦ Θεοῦ. Οἱ γὰρ βδελυροί καὶ φαυλόεργοι οὐ μισοῦσι Θεὸν, ἀλλὰ καταφρονοῦσι· καὶ οὐκ ἀγαπῶσι τὸν μαμμωνᾶν, ἀλλʼ ἀντέχονται. Μαμμωνᾶν δὲ τὸν πλοῦτον ἐκάλεσεν, Οἱ δὲ δίκαιοι τοὔμπαλιν ἀγαπῶσι τὸν Θεὸν, καὶ μυσάττονται τὸ πλουτεῖν· διὰ τοῦτο τὸ μέν· τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, » ἐπὶ τῶν ἀγαθῶν τέτακται· τὸ δὲ, « τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει, » ἐπὶ τῶν φαύλων. « Διὰ τοῦτο λέγω ὑμῖν· Μὴ μειμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. » Καὶ μὴν οὐχ ψυχὴ ἐσθίει καὶ πίνει, ἀλλὰ τὸ σῶμα. Ἀλλʼ ἐπειδὴ τὸ σῶμα τρεφόμενον συνέχει καὶ τὴν ψυχήν· μὴ τρεφομένου γὰρ τοῦ σώματος ἀνάγκη καὶ τὴν ψυχὴ διαζεύγνυσθαι· δοκεῖ δὲ καὶ συνήδεσθαι ψυχὴ μᾶλλον τρεφομένου, ἐνδυομένου· διὰ τοῦτό φησι· « Τῇ ψυχῇ ὑμῶν τί φάγητε. » «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, καὶ Πατὴρ ὑμῶν οὐράνιος τρέφει αὐτάΠαιδεύων τοὺς ὀλιγοψύχους ἀπιστοῦντας, καὶ μόχθοις εἰκαίοις ἑαυτοὺς κατατρύχοντας, τὰ ἐλάττονα τῶν πετεινῶν εἴληφεν εἰς παράδειγμα, ἵνʼ ὅπερ ἔχει τὰ στρουθία ἐκ φύσεις, ταῦτα ἡμεῖς σχῶμεν ἐκ προαιρέσεως. γὰρ εὐτελῶν στρουθίων κηδόμενος, πόσην ἄν εἴποις τῆς ἰδίας εἰκόνος φροντίδα ποιήσηται, ὑπὲρ ἧς κόσμον ὅλον σοι παρασχὼν, πῶς ἔσται σῆς ἐνεργείας ἐπιδεὴς, ὥστε τὰ τῆς χρείας σοι παρασχεῖν; ποίαν εἰσφέρειν σπουδὴ τῶν ἀλόγων φύσις ποριζομένη τὰ τῆς ζωῆς; Ποῖαι τῶν στρουθίων ἄρουραι; Ποῖαι τῶν κοράκων ἀποθῆκαι; βούλει μαθεῖν Τίθεν αὐτοῖς τοῦ ζῇν χορηγία; Ἄκουσον τοῦ ψαλμοῦ· « Διδόντι τοῖς κτήνεσι τροφὴν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. » Φαμὲν δὲ τὸν Θεὸν κήδεσθαι τῶν πτηνῶν, ὡς παρασχόντα τούτοις γνῶσιν, ὅθεν μαστεύσαιεν τὴν τροφήν. Ἔοικε δὲ διὰ τούτων ἀναμιμνήσκειν ἡμᾶς τῆς ἐν παραδείσῳ διαγωγῆς, ἐν τῇ τὴν ἀκήδεστον ζωὴν καὶ ἀποίκιλον εἶχον οἱ ἀρχηγοὶ τοῦ γένους ἡμῶν. Κομψότερον δʼ ἐννοοῖντο ἄν τὰ πετεινὰ τοῦ οὐρανοῦ οἱ διὰ καθαρότητα βίου εἰς οὐρανὸν τὸ φρόνημα ἔχοντες, καὶ τοῖς τῆς ἀρετῆς πτεροῖς κουφιζόμενοι· οἱ οὔτε σπείρουσιν εἰς τὴν σάρκα, οὔτε θερίζουσι φθοράν· « γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· « οὔτε συνάγουσιν εἰς ἀποθήκας, » ὅπου σὴς καὶ βρῶσις ἐντίκτεται, καὶ ὅπου κλέπται καὶ λῃσταὶ διορύσσουσιν, οὕς Πατὴρ οὐράνιος τῷ οὐρανίῳ διατρέφει ἄρτῳ, τῷ ῥήματι δηλονότι τοῦ στόματος αὐτοῦ.

« Τίς γὰρ ἐξ ὑμῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; » Σκόπει τῆς εὐαγγελικῆς σοφίας τὸ πλάτος, ὅσα βραχεῖα φωνὴ περιέλαβεν. Ἀπείργει γὰρ διὰ τούτων τοὺς ταῖς ἐπιθυμίαις διαχεομένους ἐπὶ τὰ μάταια, καὶ κωλύει τὴν ἄκαιρον μέριμναν, καὶ τάχα τοῦτο βούλεται δηλοῦν τοῦ νομοθέτου Μωσέως τὸ αἴνιγμα· « Ὅς πορεύεται ἐπὶ χειρῶν, ἀκάθαρτος, καὶ ὅς πολυπληθεῖ ποσὶν, ἀκάθαρτοςΔιὰ μὲν τοῦ πρώτου ἠνίξατο τὸν ἐν ταῖς ἰδίαις χερσὶν ἔχοντα τὴν ἐλπίδα τοῦ ζῇν· πολυπληθεῖν δὲ εἶπε ποσὶ τὸν πέριξ τῶν σωματικῶν περιερχόμενον, καὶ κατατρύχοντα ἑαυτὸν ἐν τοῖς περιττοῖς. Ἀμφοτέρους οὖν ἀκαθάρτους ἐκάλεσε, καὶ εἰκότως· γὰρ φύσις ἄρτον ζητεῖ καὶ ἱμάτιον ἀναπληροῦντα τὸ ἐνδέον τοῦ σώματος, καὶ Ἰακὼβ ἐπηύχετο λέγων· « Ἐάν ἐπιβλέψῃ Θεὸς τοῦ πατρός μου, καὶ δῴη μοι ἄρτον, καὶ ἱμάτιον. Οὕτω καὶ ἐν τῇ προσευχῇ παραινεῖ Σωτὴρ μὴ πλέον εὔχεσθαι τῶν τοῦ κόσμου, τὸν ἐπιούσιον ἄρτον λαβεῖν· οὐ τρυφὴν, καὶ τὴν ποικίλην τῶν μαγείρων χλιδὴν, οὐδʼ εὐανθεῖς ἀλουργίδας, τὸν καὶ κοίτην χρυσόπαστον· ταῦτα γὰρ τῆς τῶν ζιζανίων ἐπισπορᾶς. Ποίαις ὀψαρτυτικαῖς μαγγανείαις μέγας Ἠλίας ἐτρέφετο, ἐν ὄρεσι διαιτώμενος; Οὐχὶ βοτάναις καὶ ὕδατι; ποίας ἐνδυμάτων ποικιλίας ἐνεδιδύσκετο; Οὐχ ἐξ αἰγείων κωδίων μηλωτὴ τιμιωτέρα βασιλικῆς ἀλουργίδος ὑπῆρχεν αὐτῷ, δις καὶ τὰ Ἰορδάνια ῥεῖθρα διέτεμεν; δὲ νέος Ἠλίας Ἰωάννης μέγας ἐν γεννητοῖς γυναικῶν οὐ μελαγρίοις καὶ ἀκρίσι τρεφόμενος, καὶ θριξὶ καμήλων σκεπόμενος αἰδέσιμος ἦν καὶ περίφημος;

Καὶ περὶ ἐνδυμάτων τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει, καὶ οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομῶν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλλετο ὡς ἕν τούτων». Ὥσπερ παραινῶν μὴ τροφῆς μεριμνᾷν, εἰλήφει τὰ πετεινὰ εἰς ὑπόδειγμα, οὕτω καὶ περὶ ἐνδύματος ἐκ τῶν ταχὺ μαραινομένων ποιεῖται τὴν ἔνδειξιν, μονονουχὶ λέγων· Τί περιεργάζῃ τὸ ἔνδυμα, ἐπινοῶν τῆς πορφύρας τὸ ἀλουργὲς, καὶ τὸ τῆς βύσσου λαμπρὸν, καὶ διὰ τοῦ κόκκου ἐρύθρημα; Κἂν πάντα περιεργάσῃ, οὐδὲ τῷ εὐτελεῖ κρίνῳ τοῦ ἀγροῦ ἀφομοιῶσαι δυνήσῃ τὸ ἔνδυμα· οὐδὲ γὰρ Σολομῶν πολὺς τοῦτο κατώρθωσεν. Εἰ γοῦν τὸ περιέργως σοι καὶ μετὰ πόνου κτηθὲν οὐδὲ τῇ μαραινομένῃ πόᾳ ὡμοίωται, τί μὴ τοῖς εὐπορίστοις ἀναπληροῖς τὴν τοῦ σώματος ἔνδειαν; Ὑποδηλοῖ δὲ διὰ τοῦ κρίνου καὶ τὴν ἀκτήμονα ψυχὴν, καὶ ἀμέριμνον, ἥν κοσμεῖ μὲν τῆς ὕλης ἀπόστασις λευκαίνει δὲ τῆς σωφροσύνης μαρμαρυγὴ, εὐωδιάζει δὲ εὐσέβεια. Τὸ μὲν γὰρ κρίνον ἐπὶ πολύ τῆς γῆς ἀρθὲν καλαμοειδῶς τὸ ἄνθος ἐκ τῆς κορυφῆς ἀναδίδωσι. Τοιαῦται δὲ αἱ τῶν γηΐνων ὑπεραρθεῖσαι ψυχαί. Καὶ ὥσπερ τὸ κρίνον ἐν τούτῳ θαυ-μάζεται, ἐν τῷ φέρειν κάλλος καὶ εὔπνοιαν, οὕτως ψυχὴ ἐν τοῖς δυσὶ τούτοις ἔχει τὸ τέλειον, ἔν τε τῇ τῶν δογμάτων ἀψευδεῖ φυλακῇ καὶ τῇ τηρήσει τῶν ἐντολῶν. Καὶ τάχα τῆς τοιαύτης ἐστὶ ψυχῆς ἐν τῷσματι ἔπαινος· « Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἀδελφή μου ἐν μέσῳ τῶν θυγατέρων. » γὰρ καθαρὰ ψυχὴ, ἐν μέσῳ φυομένη τῶν βιωτικῶν ἀκανθῶν, πάντων ὑπερανίσταται. Καλῶς δὲ προσέθηκε τὸ, « Οὐδὲ Σολομῶν ὡς ἕν τῶν κρίνων περιεβάλλετο· » καὶ αὐτὸς γὰρ ἐν σοφίᾳ γεγονὼς περιβόητος, τὸ καθαρὸν τῆς σωφροσύνης οὐκ ἐπεκτήσατο

Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, Θεός οὕτως ἀμφιέννυσι

Ὥσπερ διὰ τοῦ κρίνου τοὺς ἐναρέτους· ἠνίξατο, οὕτω διὰ τοῦ χόρτου καὶ ἄξια γεωργοῦντας τοῦ αἰωνίου πυρὸς, ὅπερ ὠνόμασε κλίβανον. Καθ᾿ ἕτερον δὲ λόγον τὴν μὲν ψυχὴν κρίνον ἐκάλεσε, τὸ δὲ σῶμα χόρτον τοῦ ἀγροῦ· τὸ γὰρ δὴ σῶμα, τεθηλὸς ὡς χλόη ἐν τῷ τῆς νεότητος ἔαρι, ἐν τῷ θέρει τοῦ γήρως εἰς τὸν τοῦ τάφου τίθεται κλίβανον. Ὅτι γὰρ τὸ ἡμέτερον σῶμα χόρτῳ παρείκασται, ἐδήλωσε καὶ Ἡσαΐας εἰπὼν· « Πᾶσα σάρξ χόρτος. » Δοκεῖ μοι καὶ Ἡσαΐας, καὶ τὸ τοῦ Εὐαγγελίου ὑπόδειγμα διὰ τῆς εἰκόνος τοῦ χόρτου σεμνύνειν μᾶλλον, οὖν εὐτελίζειν τὴν τῆς φύσεως ἀθλιότητα, ἐπεὶ κατὰ πολὺ τοῦ χόρτου χείρων ἐστίν· μὲν γὰρ χόρτος οὐδεμίαν ἀηδίαν ἔχει ἐκ φύσεως, τὸ δὲ ἡμέτερο  σῶμα ὀσμῆς καὶ ἀηδίας ἐστὶν ἐργαστήριον, ἅπαν τὸ ληφθὲν εἰς διαφθορὰν μετάγον καὶ ἀχρειοῦν. Διὰ  τοῦτο καὶ Δαβίδ οὐ χόρτον εἶπε τὸν ἄνθρωπον, ἀλλὠσεὶ χόρτον. « Ἄνθρωπος γὰρ, φησὶν, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. » Πῶς οὖν οὐκ ἐρυθριῶμεν ἡμεῖς οὐδὲ συστελλόμεθα, πρὸς τὴν ἑαυτῶν ἀφορῶντες φύσιν, ἀλλὰ πλήρεις ὑπερηφανίας γινόμεθα, ἐξογκούμενοι δίκην πομφόλυγος; καὶ μὲν γαυριᾷ τῇ νεότητι, καὶ πρὸς τὸ ἄνθος τῆς ἡλικίας ὁρῶν τῇ ὥρᾳ ἐγκαλλωπίζεται· δὲ τῷ πλούτῳ θαῤῥεῖ· ἄλλος τῷ γένει βρενθύεται, καὶ τὴν ὀφρὺν κατὰ τῶν δυσγενῶν ἀνασπᾷ, ἀγνοῶν ὡς ἀληθὴς εὐγένεια οὐκ ἐξ αἴματος, ἀλλ ἐξ ἀρετῆς οἶδε χαρακτηρίζεσθαι. γὰρ σαρκικὴ αὕτη συγγενής ἐστι τοῦ χόρτου, ἥτις καὶ ταχέως μαραινομένη χωρεῖ πρὸς τὸ οὐδέν. Ταῦτα σκοποῦντες, ἀγαπητοὶ, μάθωμεν ταπεινοφρονεῖν, πρὸς τὸ τέλος ἀφορῶντες τῆς ὠκυμόρου ζωῆς ταύτης, ἴνα μὴ ὡς χόρτος παραδοθῶμεν τῷ κλιβάνῳ τοῦ ἀσβέστου πυρὸς, οὐ γένοιτο ῥυσθῆναι πάντας ἡμᾶς, καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.