logo


        Θεοφάνους Κεραμέως

       Ὁμιλία ΞΑ΄

«Εἰς τήν ἀποτομήν τοῦ τιμίου Προδρόμου»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 1060Α-1070D)

 

          Καλῶς ἐφήρμωσεν τάξις τὴν τοῦ Προδρόμου τελείωσιν, εἰς αὐτὴν σχεδὸν τοῦ ἐνιαυτοῦ τὴν περαίωσιν, ἵν τοῦ χρόνου πλήρωσις. Ταύτην γὰρ ἑορτάζειν Ἐκκληοία παρέλαβεν περὶ αὐτὸ δήπου τὸ τοῦ λυκάβαντος ἀκροτελεύτιον, ὅπως σύναξις μείζενος πάντων τῶν προφητῶν τοῦ γεγονότος τέλους τῆςπαλαιᾶς, καὶ τῆς νέας ἀρχὴ γένηται, τοῦ μὲν παρελθόντος ἐνιαυτοῦ ἐπισφράγισμα, τοῦ δὲ εἰσιόντος προμηνύμα. Ἐπεὶ οὖν τὴν ἱερὰν αὐτοῦ μαρτυρίαν σήμερον ἑορτάζομεν, περὶ ἧς καὶ εὐαγγελικὴ φωνὴ συνεσταλμένῳ λόγῳ διεσαφήνισε, φέρε περὶ ταύτης διαλεξώμεθα. Τῷ καιρῷ ἐκείνῳ «Ἤκουσεν Ἠρώδης βασιλεύς τὴν ἀκοὴν Ἰησοῦ· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν, ὅτι Ἰωάννης βαπτίζων ἐν νεκρῶν ἠγέρθηΤοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ τὰ ὑπὲρ φύσιν ἐνεργοῦντος τεράστια, λόγῳ τε ψιλῷ καὶ χειρὸς ἀφῇ πᾶσαν νόσον καθαίροντος, μὲν φήμη τῶν θεοσημείων ἀπτέρῳ τάχει πανταχῆ διαθέουσα, πάντων ἐπλήρου τὰς ἀκοάς· ἥκει δὲ καὶ   μέχρις Ἠρώδου αὐτοῦ· υἱὸς δὲ οὗτος Ἠρωδου ἐκείνου, τοῦ τὴν ἱερὰν χλόην τῶν νηπίων θερίσαντος, ἡνίκα ἐπὶ γῆς ἐξήνθησεν τῆς Ζωῆς ἡμῶν ἄσταχυς. Οὗτος τοίνυν ἐξ ἐκείνου γενόμενος ὄφις, ὡς ἄν τις εἴποι εὐστόχως, ἐκ δράκοντος μετὰ τῶν ἐκείνου σκήπτρων, καὶ τῆς ἀσεβείας διάδοχος γίνεται. Οὗτος οὖν ἐνωτισθεὶς τοῦ Κυρίου τὰ θαύματα, ᾢετο ἀναβεβιωκέναι Ἰωάννην τὸν Βαπτιστὴν, καὶ χάριν λαβεῖν ἐκ Θεοῦ τὰ σημεῖα ἐπιτελεῖν ἀντὶ τῆς μέχρι θανάτου ὑπὲρ ἀληθείας ἐνστάσεως. Οὕτως κατωῤῥώδει ἀλητήριος καὶ θανόντα τὸν κήρυνα. Ἤλεγχε γὰρ αὐτὸν μαστιγοῦσα ἔνδοθεν συνείδησις· καὶ τῶν μὴ καλῶς αὐτῷ πεπραγμένων ἐκαραδόκει τὴν τίσιν λαβεῖν. Κατεπτηχότος γὰρ ἦν, δεδειττομένου τὸ ῥῆμα, τὸ, «Ὅν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἐγήγερται ἐκ τῶν νεκρῶν

Ὁ γὰρ Ἠρώδης οὗτος τῇ τοῦ ἀδελφοῦ κοίτῃ λελυττηκὼς, καὶ τὴν γυναῖκα μεμοιχευκὼς, καὶ ταύτην τοῦ Φιλίππου ἀφῃρηκὼς, καὶ αὐτὸν δόλῳ πεφονευκὼς, τῇ μοιχαλίδι συνῆν ἀπρεπῶς, τὴν νομίμως αὐτῷ συναφθεῖσαν ἐξωθηκὼς θυγατέρα τοῦ βασιλέως Ἀράβων Ἀρέτα τυγχάνουσαν. Ἦν δὲ τῷ τότε ὁ Ἰωάννης ὁ βαπτιστὴς ἀπολιπὼν τὰς ἐν ἐρήμοις διατριβὰς, καὶ κατελθὼν εἰς τὰς Ἰορδάνου ῥοὰς, καὶ τοῖς λαοῖς ἐμφαίνων τοῦ κηρύγματος τὰς αὐγάς. Δασὺς μὲν καὶ ἀπηγριωμένος τὴν ὄψιν διὰ τὴν ἐκ παιδόθεν ἐν ταῖς ἐρήμοις ἀνατροφὴν, αὐχμηρὰν ἔχων τὴν κεφαλὴν, καὶ ῥυπῶσαν, καὶ καταβόστρυχον, καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενος, βαθὺς τὴν ὑπήνην, καὶ τὸ σῶμα τῇ λεπτῇ διαίτῃ κατεσκληκώς. Ἐσθῆτι τραχείᾳ συνεσταλμένος, καὶ ζώνῃ σκληρᾷ ἐκεῖνα μόνα καλυπτούσῃ τοῦ σώματος, ὅσα αἰσχημονέστερα δοκεῖ καλυπτόμενα, τοῖς δὲ λοιποῖς διακαρτερῶν πρὸς τὰς τοῦ θάλπους καὶ κρύους ἐναντιότητας, ἀνιπτόπους καὶ χαμαιεύνης.

Ἵνα εἴπω τι καὶ τῶν ἔξωθεν, οὐδέ ἑώκει ἀνδρί σιτοφάγῳ, ἀλλ ἄγγελος ἦν ἀτεχνῶς τοιούτῳ σώματι χρώμενος. Οὗτος δὴ μετὰ τὸ χειραπτῆσαι τὸν Κύριον, καὶ τῆς Ἠρώδου ἀκολασίας ἔλεγχος γίνεται· Οὐκ ἔξεστί σοι, λέγων, ἀδελφοῦ κοίτῃ συ συχραίνεσθαι· τί σαυτὸν αἰσχύνεις λέχος ἐνυβρίζων ὁμόγνιον. Καί ἐπιδέμνια βαίνων παράνομα; Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἀλλὰ ταῦτα λέγων, ᾄδειν πρὸς ὄνον ἐδόκει, καὶ κωφῷ διαλέγεσθαι. Ὁρῶν γὰρ Ἠρώδης ῥαγδαίως τὸν προφήτην τοῖς ἐλέγχοις τοῦτον μαστίζοντα, ἀνυποστόλῳ τεθράσει τὸ δυσειδὲς τῆς φαύλης πράξεως ἐκπομπεύοντα, πολλοῖς ἐμερίζετο τὴν ψυχὴν, αἰσχύνῃ, ἔρωτι καὶ θυμῷ· ἠσχύνετο τοῦ κήρυκος τὸ ἀξίωμα· ὀργίζετο ἐλεγχόμενος· ὁ ἔρως τὴν ὀργὴν ἐπὶ πλέον ἀνέφλεγε, καὶ τέλος ἡ φιληδονία νικᾷ τὸ ἀνδράποδον. Ἀμελέτητος γὰρ ὤν, καὶ λίαν ἀπαιδαγώγητος, οὐκ εἶχεν ἀναπαλαίσαι λογισμῷ γενναίῳ τὴν ἔφεσιν. Ἡ δὲ μοιχαλὶς, ὡς ᾔσθετο τὸν Ἠρώδην ὑποτρέσαντα τοῦ προφήτου τὸν ἔλεγχον, «Ἐφοβεῖτο γὰρ, φησν, ὁ Ἠρώδης τὸν Ἰωάννην, καὶ ἡδέως αὐτοῦ ἤκουε, » ταῦτα βλέπουσα ἡ μαινὰς, καὶ φοβηθεῖσα μὴ ὁ ἔλεγχος ὀφθῇ κρείττων τοῦ ἔρωτος, ἑαυτὴν σχηματίσασα πρὸς τὸ σκυθρωπότερον, καὶ λοιβάδα δακρύων ἐκστάξασα, πρὸς τὸν θηλυμανῆ ἐσχετλίαζε. Τί τούτο γένοιτʼ ἄν δεινότερον, λέγουσα, τὸν ἐπὶ θώκου βασιλικοῦ ἐφεζόμενον, καὶ λαμπρυνόμενον ἀλουργίδι καὶ διαδήματι, ὑπὸ Ἰουδαίου σακκοφοροῦντος καὶ αὐχμοῦντος ὑβρίζεσθαι, καὶ ἀπείργεσθαι πληροῦντα θυμήρη, καὶ φίλα, ἐξὸν βασιλικῇ ἐξουσίᾳ τεμεῖν τὴν γλῶσσαν τὴν ἀναιδῆ, καὶ ὑβρίστριαν, ἢ θηρίοις τὸν τολμητίαν ποιῆσαι βορὰν, ἥκιστα δὲ ὑποπίπτειν καὶ μαλθακίζεσθαι Ὑποχαυνωθεὶς οὖν τοῖς λόγοις τῆς κασσωρίδος ὁ δείλαιος πειθανοὶ γάρ λόγοι μαχλάδος πρὸς ἐραστὴν βλάκα δάκρυσι κεκραννύμενοι) θανάτῳ μὲν σβέσαι τὸν λύχνον οὐκ ἐδο-κίμαζε, τὴν ἀρετὴν τοῦ ἀνδρὸς σεβαζόμενος, καλύπτει γε μὴν τοῦτον ὑπὸ τὸν μόδιον, ἐγκλείσας εἱρκτῇ, καὶ ποδοκάκκῃ ἐνθείς. Ἀλλʼ οὔτε τοῦ προφήτου τό στόμα σεσίγηκεν, οὔτε ὁ θυμὸς τῆς μαχλάδος ἐλώφησεν. Ἔρις δὲ συνειστήκει ἀμφοῖν· τοῦ μὲν προφήτου, ὅπως τοῦ μύσους ἀπαλλάξῃ τὸν βασιλεα·τῆς δὲ μαχλάδος, ὅπως τὸν κωλυτὴν τοῦ πόθου ἀποσκευάσηται, καὶ εὐκαιρίαν ἐζήτει τὸν ἀκόλαστον ἐμπλῆσαι θυμόν· καὶ μέντοι τετύχηκε τοῦ βολεύματος· ἀεὶ γὰρ τὰ χείρω νικᾷ. Γενομένης γὰρ ἡμέρας εὐκαίρου, καὶ τῶν γενεθλίων ἐνστάντων, καθʼἥν ἡμέραν ὁ προφητοκτόνος οὗτος, ὡς οὐκ ὤφειλε, τῆς μητρικῆς νηδύος ὠλίσθηκε, πολυτελὴς μὲν εὐωχία τούτῳ ἡτοίμαστο, καὶ δαιτυμόνες πολλοὶ, καὶ μεγιστᾶνες ἐκέκληντο, καὶ χιλίαρχοι, καὶ τῆς Γαλιλαίας, ὅσοι τὴν τύχην ἐπίδοξοι. Ἤδη δὲ τοῦ δείπνου ἀκμάζοντος, ὁ δειπνοκλήτωρ γενόμενος πάροινος, ἄλλην παρασκευάζει τοῦ δείπνου τρυφήν. Θυγάτριον ἦν τῇ Ἠρωδιάδι ἐκ τῶν τοῦ Φιλίππου νομίμων κηδευμάτων τεχθὲν, ἀστεῖον μὲν καὶ τὴν ὄψιν οὐκ ἄωρον, ἄλλως δὲ ἰταμὸν, καὶ προπετὲς, καὶ ἀναί-σχυντον, καὶ ὡς ἀληθῶς τῆς ἀσπίδος μητρὸς ἀπεικόνισμα. Ταύτην κοσμήσασα ἡ μοιχαλὶς μήτηρ ἁβρότερον, καὶ νυμφικῶς περιστείλασα, πρὸς τοὺς εὐωχουμένους ὀρχησομένην ἐξέπεμψεν. Ἡ δὲ ὡς ἐν μέσῳ γένοιτο τῶν δαιτυμόνων, πρὸς τὸ μὴ αἰσχυνθῆναι κορικῶς ἀποξέσασα τῶν προσώπων αἰδὼ, ὥσπερ κορυβαντιῶσα ἐβάκχευε, σοβοῦσα τὴν κόμην, ἀσέμνως λυγιζομένη, ἀνατείνουσα τὴν ὠλένην, παραγυμνοῦσα τὰ στέρνα, θάτερον τοῖν ποδοῖν ἀναστέλλουσα, τῇ ταχείᾳ τοῦ σώματος συστροφῇ παραγυμνουμένη, καὶ τάχα τι καὶ τῶν ἀποῤῥήτων ὑποδεικνύουσα· ἀναιδεῖ τε προσώπῳ τοὺς τῶν παρόντων ὀφθαλμοὺς εἰς ἑαυτὴν ἐπιστρέφουσα, καὶ σχήμασι παντοδαποῖς ἔκπληκτα ποιοῦσα τῶν θεατῶν τὰ φρονήματα. Ἦν δὲ ἄρα τότε ὁ κτηνώδης Ἠρώδης σωφρονοῦσιν ἀνθρώποις, ὡς εἰκὸς, καταγέλαστος, μείρακα παρθένον τό γε δοκεῖν ὄψεσιν ἀῤῥένων οὕτω παρασκευάσας ἀναισχυντεῖν· πρόσθεσις δὲ τοῦ κακοῦ, ὅτι καὶ ἤρεσεν αὐτῷ τῆς μαιναδογενοῦς ποδοστρόφου ἡ ὄρχησις. Τῷ δὲ ῆς μητρὸς αὐτῆς ἔρωτι καὶ τῇ μέθῃ κάτοχος ὤν, καίτοι μηδὲν αἰτησάσης τῆς νεήλυδος, ἄχρι τοῦ τὴν βασιλείαν αὐτῇ διελεῖν ἐπηγγείλατο ἀντὶ πορνικῶν λυγισμάτων, καὶ πδῶν ἀτάκτου στροφῆς, καὶ ὅρκον τῇ ἐπαγγελίᾳ ἐπέθηκε τὸ τῆς ἀκολασίας ἀνδράποδον. Τὶ οὖν τῆς ἐχίδνης τὸ γέννημα διδάσκεται παρὰ τῆς μητρός; οὐχ ὅρμον αἰτῆσαι μαργάρων, οὐ πέπλον βασιλικὸν, οὐχ ἱμάτιον σηρικὸν, οὐ θέριστρον, οὐδὲ κρήδεμνον, ταῦτα δὴ περὶ ἃ οἱ ὀφθαλμοὶ τῶν νεανίδων ἐπτόηνται, ἀλλ’ ἀντʼ ἄλλης πάσης φιλοφροσύνης τὴν κεφαλὴν αἰτῆσαι τοῦ τὸν ἔρωτα λῦσαι σπουδάζοντος, καὶ ταύτην ἐξ αὐτῆς. « Δός μοι γὰρ, φησὶν, ἐξ αὐτῆς, ἐπὶ πίνακος τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. » Ἐδεδοίκει γὰρ ἡ Ἠρωδιὰς, μὴ ἐξοινήσας Ἠρώδης ἀπείποι τὸ δώρημα. Ὁ δέ ἄθρει δὴ ψυχὴν παρασυμβληθεῖσαν τοῖς κτήνεσιν· « Ἐλυπήθη γὰρ, φησὶ, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συναναμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. » Κεκαττυμένον πλάσμα ἦν τὸ τῆς λύπης, καὶ πρόφασις. Ἡ γὰρ ἔνορκος ὁμολογία, ἥν ἐποιήσατο, ὅσον τὸ ἥμισυ τῆς βασιλείας ἦν. Τοῦτο δὲ κατάσχεσις γῆς ἦν, καὶ κτήματα, καὶ χρήματα, καὶ βοσκήματα, οὐ προφ-τικὴ κεφαλὴ, ἧς οὐδʼ ὁ κόσμος ὅλος ἀντάξιος. Τέμνεται οὖν ἡ πανίερος κάρα, ἡ καὶ αὐτοῖς τοῖς ἀγγέλοις αἰδέσιμος. Ὦ μιαρὰ φρὴν, ἡ τοιοῦτον φόνον δολοῤῥαφήσασα, ὧ βδελυρὰ γλῶσσα, ἡ τοιαύτην ἀπόφασιν ἐπιτάξασα ! ὦ τολμηρὰ χεὶρ, ἡ πρὸς τοῦτο ὑπηρετήσασα. Καὶ εἰσάγεται ἐπὶ πίνακος πλήρης αἴματος τοῖς δαιτυμόσι θέαμα σκυθρωπὸν πρὸς τούς κωμῶντας καὶ μεθύοντας ὁ τῇ ἀσιτίᾳ μικροῦ καὶ ἀγγέλοις συναμιλλώμενος, καὶ μαχλῶσα πόρνη τὸν ἀπαθῆ καὶ παρθένον κρατοῦσα κα τετρύφα καγχάζουσα, εἰς τέλος ἀποβὰν ὁρῶσα τὸ ἥδιστον αὐτῇ θέαμα, καὶ πρὸ πολλοῦ μελετώμενον, ἥτις καὶ ὥσπερ δεδοικυῖα μὴ τῷ λοιπῷ σώματι ἑνωθεῖσα διαναστῇ, καὶ αὖθις τοῦ συνήθους ἐλέγχους ἐφάψηται, αὐτήν μὲν γῆς ἐγκατακρύπτει μυχοῖς, τὸ δὲ λειπὸν ἅγιον σῶμα οἱ μαθηταὶ λαβόντες ἐν γῇ κεκηδεύκασι.

Τὰ μὲν οὖν κατὰ τὸν ἱερὸν Πρόδρομον οὕτω συνέβη. Ἔδει γὰρ, ἔδει τὸν ἐκ Λευϊτικῆς ὁσφύος γενώμενον, κατʼ ἀμφοῖν τοῖν γενεοῖν Ἀαρωνίτην ὑπάρξαντα ταῖς ἐξ αἱμάτων βαφαῖς τὸ ἱερὸν περιχλαινίσασθαι κόκκινον, καὶ τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν, μηδʼ ἐν τούτῳ ἀπολειφθῆναι τῶν τελειωθέντων διʼ αἵματος. Καὶ ὥσπερ τ’ ἄλλα τῶν ἐντίμων ὀνομάτων κεκλήρωται, οὕτως οὐδὲ τῆς μαρτυρικῆς ἠμοίρησε κλήσεως. Ἄπεισι γοῦν ὥσπερ τοῖς ἐν γῇ οὕτω καὶ τοῖς ἐν ᾇδου κηρύξων τὴν τοῦ Σωτῆρος κάθοδον, ἡ τῆς παλαιᾶς παῦλα, ἡ τῆς νέας ἀρχὴ. ὁ μεσίτης ἀμφοῖν, ἡ φωνὴ, ὁ λύχνος, ὁ ἑωσφόρος, ἄγγελος, ὁ ἀπόστολος, ὁ Λευΐτης, ὁ Ἀαρωνίτης, ὁ προφήτης, ὁ ὀρειφοίτης, ὁ θαπτιστὴς, ὁ κῆρυξ, Πρόδρομος, ὁ παρθένος, ὁ διδάσκαλος τῆς μετανοίας, ὁ ἔλεγχος τῆς ἁμαρτίας, ὁ μάρτυς, τοῦτο γὰρ οἷον ἐπισφράγισμα κάλλιστον τῶν ὀνομάτεων τέθεικεν.

Ἡμεῖς δὲ, ὦ Χριστώνυμον ἄθροισμα, τούτου τήν ἱερὰν μαρτυρίαν πνευματικῶς ἑορτάσωμεν, ἑαυτοῖς δὲ μάλα προσχῶμεν, μὴ τὰ τοῦ Ἠρώδου καὶ ἐν ἡμῖν γενέσθαι συμβῇ· συμβαίνει γὰρ πάντως τρόπον ἕτερον τοῖς μὴ ἀραρότως προσέχουσιν. Ὁπηνίκα γὰρ ὁ νοῦς τὴν μὲν κατὰ θεῖον νόμον σύνεικον ἀποστέρξειε τὴν θυγατέρα τοῦ βασιλέως Ἀρέτα· νοεῖς δὲ διὰ τοῦ Ἀρέτα τὴν ἀρετήν· αὕτη γὰρ πρεπωδεστάτη καὶ κατὰ φύσιν σύζυγος τοῦ νοός· ὅταν οὖν ταύτην παραγκωνίσηται, καὶ τὴν ἐπείσακτο.καὶ μοιχαλίδα κακίαν ἐνστέρξειε, περὶ τὰς σωματικὰς ἡδονὰς λιχνευσάμενος, τότε Ἠρώδης ἄντικρυς γίνεται. Ἠρώδης γὰρ δερμάτινος ἐρμηνεύεται οὗ τὸ χὀἰκὸν εἰκονίζεται φρόνημα. Ὅταν οὖν κυριεύσῃ τὸν νοῦν τῆς ἁμαρτίας ὁ ἴμερος, τότε δὴ, τότε τὸν ἐλέγχοντα Ἰωάννην πείθει παραδοῦναι τῇ φυλακῇ. Σύνες τὸ κεκρυμμένον ἐν τῷ αἰνίγματι. Ἰωάννης ἐστὶν ἡ τοῦ λόγου χάρις τοῦ δοθέντος ἡμῖν ἐκ Θεοῦ, ἢ τὸ συνειδὸς ἐκάστου ἁμαρτάνοντος ἐπιπλήττουσα. Ταύτην τὴν χάριν τοῦ Θεοῦ ἀφανίσαι ἀφʼ ἡμῶν ἡ ἁμαρτία ζητεῖ, ὡς ἄν μὴ, τοῖς ἐκ τοῦ συνειδότος ἐλέγχοις ξαινόμενοι, διὰ μετανοίας ἀποῤῥίψωμεν τὴν ἐπείσακτον, καὶ προσλάβοιμεν τὴν ὁμόζυγον, καὶ παραινοῦσα πείθει, ὡς τὰ πολλὰ τοὺς μὴ νήφοντας, καὶ κλείεται ὁ ἐλέγχων ἐν φυλακῇ. Νοοῖτο ἄν φυλακὴ ἡ ἕξις τοῦ κακοῦ. Κρύπτεται οὖν ὁ λόγος ἀφʼ ἡμῶν ἐν ἕξει γενομένης τῆς ἁμαρτίας, τοῦ νοὸς μετὰ τῶν αὐτοῦ δαιτυμόνων μεθύοντος, τῶν αὐτῶν λογισμῶν δηλαδὴ, ἐξορχεῖται κατὰ τῆς ἡμῶν εὐηθείας ἡ τῆς ἁμαρτίας θυγάτηρ ἡδονὴ, πανταχόθεν ἡμᾶς ὑποσαίνουσα, καὶ ἄθλον ζητοῦσα Ἰωάννου τὸν θάνατον. Δέδοικε γὰρ μὴ, τῆς φυλακῆς ἀπολυθεὶς, τοῖς ἐλέγχοις διαλύσοι τὸν ἀθέμιτον θάλαμον. Πόσα ἡ ἱστορία διὰ τούτων ἐνδείκνυται ! Ἐπειδὰν ἐν ἕξει τοῦ κακοῦ ποιήσῃ ἡμᾶς ὁ διάβολος, ἔτι δειλιᾷ μήποτε ἀνανήψωμεν, καὶ πρὸς ἀπόγνωσιν ἡμᾶς διωθεῖ. Οὗτος γὰρ ὁ Ἰωάννου φόνος ἐστὶ, καὶ οὕτω θνήσκει ἡ ἐν ἡμῖν χάρις τοῦ λόγου, οἱονεὶ καρατομουμένη τῷ ξίφει τῆς ἀπογνώσεως. Ὅταν οὖν τοῦτο γένηται, ἀναχωρεῖ ἀφʼ ἡμῶν ἡ σωτηρία· «Ἀκούσας γὰρ, φησὶν, ὁ Ἰησοῦς ἀνεχώρησεν.» Ὡς ἄν οὖν μὴ τοῦτο συμβῇ, σπουδάσωμεν φεύγειν τὴν Ἠρωδιάδα τὴν δερματίνην, ἐνστερνίζεσθαι δὲ καὶ ποθεῖν τὴν ὁμόζυγον τοῦ νοὸς ἀρετὴν, τὴν θυγατέρα τοῦ Βασιλέως Χριστοῦ, ἐφεπόμενοι τῷ πατριάρχου Ἀβραὰμ ὑποδείγματι, ὅς, ἐκβαλὼν τὴν παιδίσκην κατὰ τὸ θεῖον ἐπίταγμα, κατέσχε τὴν ἐλευθέραν. Οὐ γὰρ ἦν θέμις συνεῖναι τῇ ἀρετῇ τὴν κακίαν ἐν τῇ τοῦ πατριάρχου ψυχῇ, ὅπερ διὰ τῆς δούλης καὶ τῆς ἐλευθέρας ὁ λόγος ἠνίξατο. Ἀληθῶς γὰρ τὰ τῆς κακίας γεννήματα οὐ κληρονομήσει μετὰ τῶν εὐγενῶν ἐγγόνων τῆς ἀρετῆς, οὐδὲ ἐπιβήσεται τὴν νοητὴν γῆν τῆς ἐπαγγελίας, ἥν οἱ πραεῖς κληρονομήσουσι κατὰ τὴν θείαν φωνήν. Ταύτης καὶ ἡμεῖς ἐπιβαίνοιμεν, καὶ τῶν ἐν αὐτῇ ἀϊδίων ἀγαθῶν ἀπολαύσαιμεν πρεσβείαις τοῦ μεγάλου προφήτου, προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου, καὶ χάριτι τῆς ὑπερφώτου, καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ, καὶ Υἰῷ, καὶ ἁγίῳ Πνεύματι γνωριζομένης, τῆς ἀδιαιρέτου, καὶ ὁμοουσίου φύσεως, ᾗ πρέπει πᾶσα τιμὴ, καὶ δόξα, καὶ αἴνεσις, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.